Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 11 Φεβρουαρίου 2023

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ. ΚΑΘΊΣΜΑΤΑ ΤΟΥ ΌΡΘΡΟΥ

Κάθισμα τού Όρθρου 


Δόξα. Καὶ νῦν, Θεοτοκίου
Τὸν ἀμήτορα ἐν οὐρανῷ ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεχες· αὐτὸν Θεοτόκε ἱκέτευε σωθῆναι τὰς
ψυχὰς ἡμῶν.

Εὐχὴ

Εκ νυκτός ορθριζει τά πνεύματα ημών προς σε θεός ός, διότι φῶς τὰ προστάγματά σου. Δίδαξον ἡμᾶς Δέσποτα τὴν δικαιοσύνην σου· καὶ ἀξίωσον ἡμᾶς ἐξ ὅλης
ἰσχύος ἐπιτελεῖν τὰς ἐντολάς σου, ἀφιεμένους τῶν θελημάτων τῆς ἐπιβούλου σαρκός.
Φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἡμῶν, μήποτεβὑπνώσωμεν ἐν ἁμαρτίαις εἰς θάνατον· ἐξέλασον· πάντα ζήφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικα
σύνης σου ἥλιον· καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν ενας..
Φυλαξον τῇ σφραγῖδι τοῦ παναγίου σου Πνεύματος.
Κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· καὶ δὸς ἡμῖν τὸν παρόντα ὄρθρον εἰρηνικόν, ἵνα σοι τοὺς ἑωθινοὺς ὕμνους ἀναπέμψωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
ἁγίῳ Πνεύματι, τῷ μόνῳ ὑπερανάρχῳ καὶ ὑπερουσίῳ καὶ δημιουργῷ τῶν ἁπάντων ἐν Τριάδι Θεῷ.
Εὐχὴ ἑτέρα
Ο ´ ἀειλαμπὴς καὶ ὑπέρφωτος τῆς δικαιοσύνης ἥλιος Χριστέ ο Θεός ημών ο διά σαρκός Λάμψας εν τηΕἰς τὰ Καθίσματα τοῦ Ὄρθρου σκοτίᾳ τῆς ἀγνωσίας ἡμῶν, καὶ πρὸς ἐπίγνωσιν τῆς ἀρρήτου σου δόξης πάντας προσκαλεσάμενος, κατανάλωσον τῷ
πυρὶ τῆς σῆς ἀκαταλήπτου θεότητος πᾶσαν τὴν ἐν ἡμῖν
ὑλομανοῦσαν κακίαν· τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα κατάσβεσον.
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸ τῆς σῆς θεογνωσίας φῶς, καὶ διάνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν
πρὸς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν
καὶ πρὸς ἐπίγνωσιν τῶν θαυμασίων σου.
Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον,
ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα πρὸς τὴν σὴν εὐαρέστησιν, καὶ φρονοῦντες καὶ πράττοντες· ὅτι εὐλογητὸς εἶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: