Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 3 Σεπτεμβρίου 2023
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.ΚΑΘΊΣΜΑΤΑ ΤΟΎ ΟΡΘΡΟΥ.
Τροπάρια καὶ Εὐχαὶ
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τῆς συμπαθείας σου πλοῦτον τὸν ἄμετρον, καὶ δυναστείας σου κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν προσπέφευγα τῇ σῇ σκέπῃ· θλίψει συνεχόμενος καὶ δεινῶς ἀπορούμενος, κράζω ἐκ βαθέων μου, τῆς καρδίας σὺν δάκρυσι, Παναγία Θεοτόκε βοήθει μοι, ἡ μόνη προστασία τοῦ
κόσμου.
Εὐχή
Εὐλογοῦμεν ὕψιστε Θεὲ καὶ Κύριε τοῦ ἐλέους, τὸν ποιοῦντα ἀεὶ μεθ᾽ ἡμῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός· τὸν παρασχόντα ἡμῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν, καὶ
εἰς ἄνεσιν τῶν κόπων τῆς πολυμόχθου σαρκός.
Ὅτι οὐ συναπώλεσας ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλ'
ἐφιλανθρωπεύσω συνήθως καὶ ἤγειρας ἡμᾶς ὀρθρίσαι καὶ
δοξολογῆσαι τὸ κράτος σου.
Διὸ δυσωποῦμεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα· φώτισον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμούς, καὶ τὸν νοῦν ἡμῶν
ἐκ τοῦ βαρέος ὕπνου τῆς ῥᾳθυμίας ἀνάστησον· ἄνοιξον
ἡμῶν τὸ στόμα καὶ πλήρωσον αὐτὸ τῆς σῆς αἰνέσεως,
ὅπως δυνηθῶμεν ἀπερισπάστως ᾄδειν τε καὶ ψάλλειν καὶ
ἐξομολογεῖσθαι σοι, τῷ ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζομένῳ Θεῷ.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου