Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 24 Σεπτεμβρίου 2023

Εἰς τὸ ᾿Απόδειπνον.ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.


Εἰς τὸ ᾿Απόδειπνον


Εὐχαριστία εἰς τὸ Ἀπόδειπνον
Eὐχαριστοῦμεν σοι μόνε ἀγαθέ, ἀκατάληπτε, ἀκατανόητε, ἀνεξερεύνητε τρισάγιε Κύριε παντοκράτος· ὅτι
ἔδωκας ἡμῖν ἐν εἰρήνῃ διελθεῖν τὴν ἤδη παρελθοῦσαν ἡμέραν προσήγαγές τε καὶ τὴν ἑσπέραν ἐν εὐχαριστίᾳ· καὶ νῦν
ἰδεῖν κατηξίωσας καὶ τὴν ἀρχὴν τῆς νυκτός.
Εὐχαριστοῦμεν σοι Κύριε· διὰ τὸ ὑπερβάλλον τῆς ἀγαθωτάτης σου πρὸς ἡμᾶς εὐδοκίας· διὰ τὸ μακρόθυμον, διὰ
τὸ ἀμνησίκακον, διὰ τὸ φιλάνθρωπον· διὰ τὰ πατρικά σου
πρὸς ἡμᾶς σπλάγχνα, τοὺς ἁμαρτωλοὺς καὶ ἀγνώμονας
δούλους σου.
Εὐχαριστοῦμεν σοι Κύριε· ὅτι πάντα χορηγεῖς πλουσίως ἡμῖν ἀναξίοις οὖσιν, οὐ τὰ ἀναγκαῖα μόνον τῆς φύσεως
ἡμῶν, ἀλλὰ καὶ τὰ χρήσιμα· ὅτι πάντα ποιεῖς καὶ πραγματεύῃ διὰ τὴν ἡμῶν σωτηρίαν· καὶ ὅτι πάντας ἀνθρώπους
θέλεις σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.


Δεν υπάρχουν σχόλια: