Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 15 Απριλίου 2024

Παρακλητικός Κανών εις τον Όσιο Αμφιλόχιο τον εν Πάτμω Ποίημα Γεωργίου Γαλανοπούλου


 


†Εορτάζεται 16 Απριλίου


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.


Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὰ Τροπάρια.


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἐν τῇ Πάτμῳ ὡς ἀκτῖνα Ἡλίου, ἐξανατείλαντα καιροῖς τοῖς ὑστέροις, τὸν θεῖον Ἀμφιλόχιον ψαλμοῖς ἱεροῖς, δεῦτε πάντες ἐπαινέσωμεν, τρανῶς αὐτῷ ἐκβοῶντες· φρούρει ἐκ τῶν συμφορῶν, σὴν βλαστήσασαν νῆσον, φίλης δ’ Ἑλλάδος σκέπε τὸν λαόν, καὶ σῶζε πάντας, τοὺς σὲ μεγαλύνοντας.


Δόξα. Καὶ νῦν.

Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·

Ἔνθεον ᾠδήν, Ἀμφιλόχιε δέχου.

Ἐν δὲ τοῖς Θεοτοκίοις· Γεωργίου.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐνθέως ὑμνεῖν σου τὰς ἀρετάς, λευΐτα μοι δίδου, θείας χάριτος φωτισμόν, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, ἐκ τῶν παθῶν ἱερὲ Ἀμφιλόχιε.


Νεότατος ἔδραμες πρὸς Χριστόν, τῷ ἔρωτι τούτου, τετρωμένος Πάτερ ψυχῇ· διὸ πόθον θεῖον δὸς λιταῖς σου, πνευματοφόρε κἀμῖν τοῖς τιμῶσί σε.


Θεράπευσον πάθη τὰ χαλεπά, καὶ τῷ Ἀναστάντι, ἐκ τοῦ Τάφου λαμπροφανῶς, δεήθητι θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας σοφὲ Ἀμφιλόχιε.


Θεοτοκίον.

Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχαῖς καὶ καρδίαις, Θεονύμφευτε Μαριάμ, καθαίρουσα πάντων μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἐκ πικρῶν ἀλγηδόνων, καὶ συμφορῶν ἅπαντας, λύτρωσαι ἡμᾶς πρὸς Σωτῆρα, ἀεὶ δεόμενος, τῶν πειρασμῶν δ’ ἐξελοῦ, δαιμονικῆς ἐπηρείας, πάτερ Ἀμφιλόχιε, τοὺς σὲ γεραίροντας.


Οἰδημάτων τὰ ἄλγη, ἡμῶν πληγῶν τραύματα, ἴασαι σοφὲ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἣν εἴληφας ἐκ Θεοῦ, ἀσκητικοῖς σου ἀγῶσι, καὶ σκληροῖς παλαίσμασι, τόποις τοῦ Κύνωπος.


Νοσημάτων καὶ ὄγκων, τοὺς ἀσθενεῖς τάχιστα, ῥῦσαι Ἀμφιλόχιε θεῖε, ἐπιστασίᾳ σου· σὺ γὰρ ὑπόδουλον, λαὸν Ἑλλάδος ἐκ πείνης, καὶ δεινῆς κακώσεως, πίστει διέσωσας.


Θεοτοκίον.

Εὐλογία σὺ πέλεις, τῶν ἀγαθῶν πρόξενος, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων σου, τοῖς εὐλαβῶς τῇ Μορφῇ σου, ἐν Ναοῖς προστρέχουσι, ταύτῃ ἀσπάσασθαι.


Διάσωσον, ὦ Ἀμφιλόχιε πάτερ, τοὺς ἀνυμνοῦντας θείαν μνήμην σου εὐλαβῶς, καὶ τάφῳ σου σπεύδοντας, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτην θερμὸν καὶ πρέσβυν σε πρὸς Κύριον, πτωχῶν ἀρωγόν, νοσούντων τὸν θεράποντα, θησαυρὸν κεκτήμεθα, πάντες θείας χάριτος κράζοντες· πρόφθασον ἡμᾶς ῥῦσαι ἐκ δεινῶν, καὶ πάσης βλάβης, τῆς Πάτμου καύχημα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὦ σεπτὲ Ἀμφιλόχιε, ἡμᾶς ἐπηρείας ἐχθροῦ ἐκλύτρωσαι, καὶ λαμπρῷ φωτὶ καταύγασον, τὰς καρδίας τῶν ἀεὶ ὑμνούντων σε.


Δαιμονῶντας θεράπευσον, τοῦ νοὸς τὸν ζόφον σοφὲ διάλυσον, καὶ Χριστὸν καρδίαις μόρφωσον, ὁ εὐεργετήσας πλήθη ἄμετρα.


Ἡ Χριστοῦ χάρις ηὔγασε, σὲ Πάτερ θεοῤῥῆμον καὶ διδάσκαλε, τὸν πυρσεύσαντα τοῖς ῥήμασι, δῆμον ἐμπερίστατον τοῖς πάθεσιν.


Θεοτοκίον.

Ὦ ἁγνὴ  Μητροπάρθενε, πάντων Ὀρθοδόξων τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους σε, ἐξ ὀδύνης νόσων ἐλευθέρωσον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Νόμου τηρητάς, Θεοῦ δεῖξον πάντας Ὅσιε, ὁ ἀρετῶν τὰς ὑψώσεις ἀναβάς, ὅπως εἰς δόξαν, Χριστοῦ τὴν λαμπρὰν ἀνέλθωμεν.


Ἄκουσον ἡμῶν, τὰς αἰτήσεις Πάτερ ἔνδοξε, καὶ παῦσον τὰ σκιρτήματα τῆς σαρκός, καρδίας πόθον, ἑκάστου πληρῶν σωτήριον.


Μείνας ἐγκρατής, ταπεινὸς καὶ ἀνεξίκακος, ἐν ἀγωνίσμασί σου Πάτερ σκληροῖς, εἵλκυσας χάριν, Θεοῦ ἣν ἡμῖν νῦν δώρησαι.


Θεοτοκίον.

Ῥᾶνον δωρεάς, ἐφ’ ἡμᾶς σεμνὴ Μητρόθεε, τοὺς σὴν εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσιν, ἡ χορηγοῦσα, γαλήνην ψυχῆς σαῖς χάρισι.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Φιλόυλον, καὶ φιλαμαρτήμονα, μή μοι δὸς τὸν βίον Σῶτερ ἀνύειν, ἀλλ’ ἐν ἀγάπῃ τελείᾳ τὰ ἔργα, ἐπιτελεῖν μετανοίας τοῖς δάκρυσιν, ὡς ὁ τῆς Πάτμου Ἱερεύς, ὅπως εὕρω λιταῖς αὐτοῦ ἔλεος.


Ἱκέτευε, Ἰησοῦν θεόσοφε, Λυτρωτὴν ἡμῶν Θεὸν καὶ Σωτῆρα, ὅπως ψυχαῖς τὴν εἰρήνην βραβεύσει, ὑπομονὴν ἐν δεινοῖς περιστάσεσι, καὶ τόξων δῷ μεταβολήν, ἰοβόλων δαιμόνων ἰσχύι του.


Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, ἀσθενειῶν, πειρασμῶν με ὀδύνης, ὦ Πάτερ ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.


Θεοτοκίον.

Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς εἰκόνος σου ἡ θέα Παρθένε, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, πάσαις δ’ αἰσθήσεσι χαράν, ὁ Υἱός σου δωρεῖται αἰώνιον.


Διάσωσον, ὦ Ἀμφιλόχιε πάτερ, τοὺς ἀνυμνοῦντας, θείαν μνήμην σου εὐλαβῶς, καὶ τάφῳ σου σπεύδοντας, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ πέλεις τῶν πτωχῶν Ἀμφιλόχιε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν Εὔσπλαγχνον, σὺ τὴν Πάτμον σὺν τοῦ Αἰγαίου ταῖς νήσοις φρουρεῖς· διὸ πρόφθασον θεῖε Ποιμήν, εἰς τὴν βοήθειαν ἡμῶν, ἐκ ψυχῆς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι δαιμονοπλήκτους, πιστοὺς συντήρει ἀβλαβεῖς, τὴν δ’ Ἑλλάδα σκέπε ἅπασαν.


Προκείμενον.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.


Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν.

(Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.


Δόξα.

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ οὖν ἀποῤῥίψεις με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα Ἀμφιλόχιε, ὅσιε σῶσόν με, πιστῶς προσπίπτοντα, σῇ εἰκόνι ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου, ἵν’ ὑμνολογῶ σου, ἀγῶνας πρὸς τὴν κτῆσιν ἀρετῶν, καὶ μεγαλύνω τοῖς ᾄσμασι, μνήμην σου τὴν πάμφωτον.


Σῶσον ὁ Θεὸς τὸν λαόν σου…


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὀφρὺν τοῦ παγκακίστου τῶν αἱρέσων θράση, καὶ τῶν βαρβάρων ἰσχύν, κατάβαλε ταχέως, σεπτὲ τῆς Πάτμου γόνε, ἵνα χαίροντες μέλπωμεν, τὸν σὲ δοξάσαντα νῦν, Θεὸν εἰς τοὺς αἰῶνας.


Χρυσὸν ὡς ἐν καμίνῳ δεδοκίμακε, Πάτερ Χριστὸς ἐν θλίψει πολλῇ, ἀλλ’ ὧ σῆς καρτερίας, μανίας πολεμίων, καὶ σατᾶν ὑπερίσχυσας· διὸ ἡμᾶς ἐξελοῦ, τῆς τούτων κακουργίας.


Ἱκέσιον πρεσβείαν ἱερώτατε, δίδου ὑπὲρ ἡμῶν τῷ Χριστῷ, τῶν μνήμην σου τιμώντων, καὶ ἐν ᾠδαῖς ᾀδόντων, Ἀμφιλόχιε ἄθλους σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Θεοτοκίον.

Ἱλασμὸς πρὸς Δεσπότην, ὃν ἐκύησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· ὁ ἐκ γαστρός σου τεχθείς, Θεὸς προσκυνητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνῶ σε, ὦ πιστὲ ἐργάτα, Χριστοῦ τοῦ ἀμπελῶνος.


Δὸς σὴν πρεσβείαν, πρὸς τὸν Δεσπότην τρισμάκαρ, ἵν’ ἡμῖν δωρήσηται τὰ κρείττω, ἐξ ἐχθρῶν ὀδόντων, ψυχὰς δούλων δ’ ἁρπάσῃ.


Ἔσο προστάτης, Πάτερ λαὸν περισκέπων, ἐκ φθορᾶς θανάτου ὀψονίων, ταῖς θερμαῖς εὐχαῖς σου, πεπαῤῥησιασμένε.


Θεοτοκίον.

Ὄλισθον πάντα, νοὸς ψυχῆς Θεοτόκε, εὐθυγράμμισον χάρισι θείαις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Χριστὲ Ἀμφιλοχίου, πρόσδεξαι δεήσεις, καὶ τὴν ὀφλὴν ἐγκλημάτων τοῖς πταίσασαι, δὸς καταξιῶν ἡμᾶς δόξης τῆς Βασιλείας σου.


Ὀρδὰς τῶν ἀλλοδόξων, σκόρπισον θεόφρον, ἡμᾶς τὰς ἐπαπειλούσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει Ἑλλήνων τῶν ἀνυμνούντων σε.


Ὑπάρχεις τῶν Πατμίων, καύχημα καὶ κλέος, τῶν Χριστωνύμων ὀχύρωμα τὸ ἀσφαλές· ὅθεν ἀεὶ ἡμῶν ἴσθι προστάτης Ὅσιε.


Θεοτοκίον.

Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον, ὁμολογοῦντάς σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.


Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Χαίροις εὐσεβείας φάρος λαμπρός, ὁ κρουνὸς χαρίτων, τῶν Πατμίων ὁ ὁδηγός, πίστεως ὁ στῦλος, τροφὴ τῶν πενομένων, φωστὴρ τῆς Ἐκκλησίας, ὦ Ἀμφιλόχιε.


Ποίησον τρισμάκαρ σαῖς προσευχαῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, καὶ ἐντολῶν Ὑψίστου, τηρεῖν προστάγματα.


Δὸς ἡμῖν τὰ κρείττω ταῖς σαῖς λιταῖς, πανένδοξε πάτερ Ἀμφιλόχιε ἱερέ, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ καὶ πίστιν, βίου διόρθωσιν.


Ποίει ποίμνην νήσου σου ἱερᾶς, σαῖς πρεσβείαις Πάτερ, εἶναι ἄμπελον τοῦ Χριστοῦ· ἵν’ ἀεὶ γεραίρει, τὰ ἆθλά σου καὶ μνήμην, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.


Τοὺς ἀνευφημοῦντάς σε ἀσκητά, μέλεσι καὶ ὕμνοις, χαῖρε λέγοντας Ἱερεῦ, ῥῦσαι ἐκ κινδύνων, σεισμοῦ καὶ πάσης βλάβης, κατακλυσμοῦ ἀνάγκης, πυρὸς καὶ θλίψεων.


Σκόρπισον φρυάγματα τῶν ἐθνῶν, παῦσον τοὺς πολέμους, καὶ αἱρέσεων τὴν ὀρφύν, κόπασον ὦ Πάτερ, τῇ σῇ ἐπιστασίᾳ, φρουρῶν πιστοὺς ἀγραύλως, ὥσπερ τὴν ποίμνην σου.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.


Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ

τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.


Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πέλεις Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, πάτερ Ἀμφιλόχιε, Χριστοῦ σεπτὲ ἱερεῦ, ἐμπλουτίζεις χαρίτων δέ, τοὺς πόθῳ δραμόντας, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σῶζων ἐκ φθορᾶς νοσημάτων, τοὺς σὴν θείαν μνήμην μεγαλύνοντας.


Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.


 

https://www.proseyxi.com/paraklisi-eis-ton-osio-amfiloxio-ton-en-patmo/


Δεν υπάρχουν σχόλια: