Συναξάριον.
Τῇ Ι´(10ῃ) τοῦ μηνὸς Νοεμβρίου, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Καππαδόκου, κοιμηθέντος ἐν ἔτει ͵αϠκδ´ (1924).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων πέντε Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα· Ὀλυμπᾶ, Ῥοδίωνος ἐπισκόπου Νέων Πατρῶν(Ὑπάτης Λαμίας), Σωσιπάτρου ἐπισκόπου Ἰκονίου καὶ Ταρσοῦ, Τερτίου ἐπισκόπου Ἰκονίου, Ἐράστου ἐπισκόπου Πανεάδος Παλαιστίνης καὶ Κουάρτου ἐπισκόπου Βηρυττοῦ Λιβάνου (1ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Ὀρέστου τοῦ Καππαδόκου ἀναργύρου ἰατροῦ, ἐκ Τυάνων Καππαδοκίας (304)
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Δημητριανοῦ, ἐπισκόπου Ἀντιοχείας, ἐν Περσία (†256)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μίλου ἐπισκόπου Τελεπόλεως τῆς Περσίδος, τοῦ Θαυματουργοῦ καὶ τῶν δύο μαθητῶν αὐτοῦ (341), Ἐβόρη πρεσβυτερου καὶ Σενοεί (Σεβόη) διακόνου, ἱερομαρτυρων ἐν Μιλιγέρδα Περσίας (341)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου καὶ Ὁμολογητοῦ Γεδίου τοῦ ἐπισκόπου, τοῦ καὶ χειροτήσαντος τὸν Ἅγιον Μῖλον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις τοῦ ὄρους Ὀλύμπου Βιθυνίας (η´ αἰ.) · καὶ τοῦ Ὁσίου πατρὸς ἡμῶν Νόνου ἐπισκόπου Ἡλιουπόλεως, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν. (3ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Μαρτίνου ἐπισκόπου Ταρακίνης.(4ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Καλλιόπιος καὶ Νῖρος ξίφει τελειοῦνται, καὶ ὁ Ἅγιος μάρτυς Ὠρίων, ζῶν ἐμβληθεὶς τῇ γῇ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων δέκα μαρτύρων, Καλλινίου, Ἰμερίου, Διασήμου, Θεοδώρου, Στεφάνου, Πέτρου, Παύλου, Θεοδώρου, Ἰωάννου καὶ Ἰωάννου, τῶν ἐκ Γάζης καὶ ἐν Ἱεροσολύμοις ἀθλησάντων. (†638)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Κωνσταντίνου-Κάχι τοῦ Ἴβηρος, πρίγκιπος τοῦ Κάρτλι τῆς Γεωργίας (852)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐφραὶμ τοῦ ὁμολογητοῦ, ἐπισκόπου Οὐνίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Πρόβου α´, Ϛ´ ἐπισκόπου Ῥαβέννης. (~†175)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Τιβερίου, Μοδέστου καὶ Φλωρεντίας, ἐν Ἀγάθῃ (Agde) τῆς νοτίου Γαλλίας ἐπὶ Διοκλητιανοῦ ἀθλησάντων. (†303)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μονίτορος (Monitor), ιβ´ ἐπισκόπου Ὀρλεάνης, τοῦ ὁμολογητοῦ. (~†490)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐπισκόπου Ἄεδου (Áed mac Bricc), μαθητοῦ τοῦ ἁγίου Ἰλλαδάνου (Illadan) ἐν Ράθλιχεν (Rathlihen) Ὀφφαλίας (Offaly) ἐν Ἰρλανδίᾳ. (†589)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἐλέθου (Elaeth) τοῦ τὸ πρῶτον βασιλέως ἐν Βρεττανίᾳ, εἶτα συμμοναστοῦ τοῦ ἁγίου Σειριόλου (Seiriol) ἐν Ἀγγλεσέῃ (Anglesey) τῆς Οὑαλίας. (Ϛ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἰούστου (Justus), δ´ ἐπισκόπου Καντερβουρίας, τοῦ ὁμολογητοῦ. (†634)
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ Ὁσίου πατρός ἡμῶν Ἐπιφανίου Θεοδωρόπουλου (1989), μαθητοῦ τοῦ Ὁσίου πατρός ἡμῶν Φιλοθέου Ζερβάκου τῆς Λογγοβάρδας Πάρου
Τῇ αὐτῇ ἡμέρᾳ ἀνάμνησιν ποιούμεθα τοῦ φρικτοῦ θαύματος τῆς ἀναστάσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου κατὰ τὸ μαρτύριον αὐτοῦ ἐν τῷ τροχῷ, κατὰ τὴν ἀρχαίαν γεωργιανὴν παράδοσιν, καθιερωθεῖσα ὑπὸ τῆς Ἁγίας Ἰσαποστόλου Νίνας, Φωτιστρίας τῆς Γεωργίας, συγγενοῦς τοῦ Ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου