Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 1 Ιουλίου 2025

Παρακλητικός Κανών εις τον Αγιον Ιωάννην Μαξίμοβιτς .Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.





 ῞Αγιος Ιωάννης Μαξίμοβιτς

(2 Ιουλίου)

῾Ο ῞Αγιος Ιωάννης Μαξίμοβιτς γεννήθηκε στὶς 4Ιουνίου τοῦ 1896 στὸ χωριὸ

Αντάμοβκα τῆς Νότιας Ρωσίας. Τὸ βαπτιστικὸ του ὄνομα ἦταν Μιχαήλ. Οἱ γονεῖς του,

Μπόρις καὶ Γλαφύρα, τὸν μεγάλωσαν μὲ τὴν πίστη στὸ Θεὸ καὶ τὴν εὐλάβεια στὴν

Ορθοδοξία.Αλλὰ καὶ ὁ ἴδιος ἔδειχνε ἀπὸ μικρὸς μία ἀσυνήθιστη ἀγάπη γιὰ τὸ Θεὸ καὶ

ἰσχυρὴ ροπὴ νὰ ζεῖ τὴν ἐκκλησιαστικὴ ζωή.Αν καὶ φιλάσθενος, ἔτρωγε λίγο καὶ τηροῦσε

ὅλες τὶς νηστείες τῆςΕκκλησίας. Στὰ 1907 οἱ γονεῖς του τὸν ἔστειλαν νὰ σπουδάσει στὴν

Στρατιωτικὴ Σχολὴ τῆς πόλης Πολτάβα.Εκεῖ γνώρισε τὸνΕπίσκοπο Πολτάβας

Θεοφάνη, ὁ ὁποῖος ἐνθουσίασε τὸν Μιχαήλ. Μετὰ τὴν ἀποφοίτησή του ἀπὸ τὴ σχολὴ

σπούδασε νομικά. Τὸ 1921 ἡ οἰκογένειά του ἐγκαταστάθηκε στὴ Γιουγκοσλαβία κι ἐκεὶ

γράφηκε στὴ Θεολογικὴ Σχολὴ τοῦ Βελιγραδίου. Τὸ 1926 χειροτονήθηκε διάκονος καὶ

πρεσβύτερος καὶ τὸ 1934 ἐκλέχτηκεΕπίσκοπος Σαγκάης ὅπου ρίχτηκε μὲ πάθος στὸν

ἀγώνα νὰ ὀργανώσει τὴνΟρθόδοξηΕκκλησία. ῞Ιδρυσε ὀρφανοτροφεῖο ὅπου

περιμάζεψε περὶ τὰ 3.500 παιδιά. Λειτουργοῦσε, κήρυττε καὶ μετέστρεφε στὴν

Ορθοδοξία πλῆθος ἀνθρώπων.Αργότερα μετετέθει στὴνΕπισκοπὴ τοῦ Παρισιοῦ. Τέλος

ἐξελέγει μητροπολίτης τοῦ Σὰν Φραντσίσκο τῶν ΗΠΑ, ὅπου ἀνέπτυξε μεγάλη

ἱεραποστολικὴ δράση. Τὸ 1962 ἡ ἁγιασμένη ψυχὴ του πέταξε στὸν ουρανὸ γιὰ νὰ

συναντήσει τὸ Χριστό, ποὺ τόσο ἀγάπησε στὴν ἐπίγεια ζωὴ του. Τὸ φθινόπωρο τοῦ 1993

ἔγινε ἡ ἐκταφὴ του καὶ τὸ ἱερὸ λείψανό του βρέθηκε ἄφθαρτο.


Παρακλητικὸς Κανὼν

εἰς τὸν ῞Αγιον Ιωάννην Μαξίμοβιτς


Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.


Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ

τὰ ἑξής:


Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…


ΤὸνΑρχιποίμενα ὑμνήσωμεν πάντες* τῶνΟρθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν

κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας,*Ιωάννη Θεόφρων,*

πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, Θαυμαστέ,*

σὲ γὰρ προστάτην* καὶ φύλακα ἔχομεν.


Δόξα Πατρὶ καὶ Υἱῷ…


Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.


Τῆς ῾Ρωσίας τὸν γόνον καὶ Σαγκάης τὸν πρόεδρον,* τοῦ Σὰν Φρανσίσκου τὸ κλέος καὶ

πιστῶν καταφύγιον,*Ιωάννην Μαξίμοβιτς, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος

ἀθλητὴν* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ

δοξάσαντι Χριστῷ.* Δόξα τῷ σὲ στεφανώσαντι.* Δόξα τῷ σὲ δωρήσαντι ἡμῖν πρέσβυν

ἀκοίμητον.


Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.


Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ

προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ

δούλους σώζεις αεὶ* ἐκ παντοίων δεινῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος. 1

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...


Προσπίπτω ὁ τάλας δεητικῶς* πρὸς σεΑρχιθύτα καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος

παράσχου, Ιωάννη,* ἐμοὶ τῷ ἀχρείῳ καὶ τάλανι.

Βοήθει θεράποντας ἰατροὺς* ποιεῖν διαγνώσεις εὐστόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς

νοσοῦντας χορηγῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.

Νεότητα δέομαι ταπεινῶς* προστάτευσον, μάκαρ*Ιωάννη θαυματουργέ,* ἐξ ἐθισμῶν

ποικίλων τε καὶ νόσων* καὶ ἐκ χειρῶν ἀρχεκάκου λιταῖς σου διάσωσον.


Θεοτοκίον.


Τὰ γόνατα κλίνω ἱκετικῶς* καὶ χείρας μου αἴρω, Θεοτόκε, δεητικῶς* καὶ τὴν σὴν βοήθειαν

αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.


ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος...


Τὴν νεότητα, πάτερ, σὺ πατρικῶς φρούρησον* καὶ εἰς τὴν ὁδὸν τοῦ Κυρίου* ταύτην

ὁδήγησον,* ἵνα προθύμως τηρῇ* τὰς ἐντολὰς τοῦ Κυρίου* καὶ Αὐτοῦ τὸ πρόσωπον ἰδεῖν

ἀξίωσον.

Τὴν ῾Αγίαν Τριάδαν, θαυματουργὲ ῞Αγιε,* καὶ τὴν Θεοτόκον Μαρίαν* σὺ καθικέτευε,* ἵνα

πάντες ταχὺ* ἐκ τῶν κινδύνων ῥυσθῶμεν* καὶ ἐκ τῆς κολάσεως,* ὦ θαυματόβρυτε.

Παραδείσου πολίτης, θαυματουργέ, γέγονας* καὶ τῶν οὐρανίων ταγμάτων* σὺ εἶ

συνόμιλος* διὸ σε, θαυμαστέ,* καθικετεύομεν πάντες* ἡμᾶς τοὺς σοι προσπίπτοντας*

ῥῦσαι ἐκ θλίψεων.


1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ

δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


Θεοτοκίον.


Ε ν τῇ κλίνῃ τοῦ πόνου εἰμὶ κατακείμενος* καὶ παρηγορίαν οὐκ ἔχω* ὁ τάλας, ῎Αχραντε,*

διὸ πρὸς Σε ταπεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοήθειαν,* Νύμφη

ἀνύμφευτε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,Ιωάννη,* ὅτι πάντες δεητικῶς* εἰς σὲ

καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.

Ε πίβλεψον* ἐν εὐμενείᾳ,* πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος

κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Δέησις καὶ τὸ Κάθισμα Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...


Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον·* ἐλέους πηγὴ καὶ πιστῶν καταφύγιον*

ἐκτενῶς βοῶμεν σοί,*Ιωάννη Μαξίμοβιτς, πρόφθασον˙* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς*

τοὺς πρὸς σε πίστει καταφεύγοντας.


ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε…


Τοὺς ποιμένας προστάτευσον,*Ιωάννη ἔνδοξε, σοῦ δεόμεθα* καὶ τοὺς κόπους των

ἀντάμειψον* διὰ τῶν λιτῶν σου πρὸς τὸν Κύριον.

Τὰ λοιμώδη νοσήματα* καὶ τοὺς ὄγκους θεραπεύει ὁ ῞Υψιστος* ταῖς πρεσβείαις σου,

Ιωάννη,* τῶν πιστῶν ἰατρὸς ὁ ἀνάργυρος.

Ο ρθοδόξους προστάτευσον* καὶ ἐκ χειρῶν λαοπλάνου διάσωσον,*Ιωάννη Μαξίμοβιτς,*

τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος.


Θεοτοκίον.


Θεοτόκε Πανάχραντε,* ὃν ἐκυοφόρησας καταπράϋνον* καὶ εὐμένισον σοῦ δεόμεθα,* ἵνα

φύγωμεν τὸ πῦρ τῆς κολάσεως.


ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…


Παῦσον τὰς ὁρμὰς* τῶν παθῶν μου, Θεοδόξαστε,* καὶ τὴν καρδίαν μου πλήρωσον

χαρᾶς* ταῖς πρὸς τὸν Κύριον ἐντεύξεσι, Πανάριστε.

Δέομαι θερμῶς,*Ιωάννη Μαξίμοβιτς,* σὺ τὴν μανίαν τοῦ πυρός, θαυματουργέ,* ταῖς

πρὸς τὸν Κύριον ἐντεύξεσι κατάπαυσον.

Τέκνα, θαυμαστέ,* τοῖς ποθοῦσι δίδου τάχυον* καὶ ἀξίωσον,Ιωάννη σεμνέ,* αὐξηθῆναι*

τοῖς Χριστοῦ θείοις διδάγμασι.


Θεοτοκίον.


Δέσποινα, θερμῶς* ἱκετεύω σὲ ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαρὰν* τοῖς οἶκοις

πάντων ἡμῶν* παράσχου, Θεόνυμφε.


ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…


Προστάτην σε τῶν πιστῶν ἐπίσταμαι* καὶ φρουρόν, ΜαξίμοβιτςΙωάννη,* τοὺς

πειρασμοὺς διαλύεις ταχέως* σὺ καὶ τὰ ἄλγη διώκεις, ἀνάργυρε,* σοῦ δέομαι ἐκ τοῦ

πυρὸς* τοῦ ἀσβέστου λιταῖς σου διάσωσον.

Θανάτου τοῦ αἰφνιδίου ῥῦσαι με* καὶ μετάνοιαν παράσχου λιταῖς σου,* ἵνα σωθῶ ὁ

ἀχρεῖος ἱκέτης* καὶ παραδείσου τὴν πύλην σοῦ δέομαι*Ιωάννη θαυματουργέ,* διαβεῖναι

ὁ τάλας καὶ ἄθλιος.


Προστάτην τῶν ὀρφανῶν καλοῦμεν σε* καὶ χηρῶν ἀπροσμάχητον τεῖχος* τῶν δὲ

ποθοῦντων ὑγείαν καὶ ῥώμην* ἰατρὸν ἀλάνθαστον καὶ ἀνάργυρον,*Ιωάννη

θαυματουργέ,* Ορθοδόξων φρουρὸς ὁ ἀκοίμητος.

Θεοτοκίον.


Ο ρθὀδοξοι σὲ προστάτιν ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων

τὰ στίφη διώκεις* σὺ καὶ ἰώσεις ἰᾶ, Θεοδόξαστε,* διὸ τῶν πιστῶν οἱ χοροὶ* ἀνυμνοῦσιν

ἀπαύστως σὲ, ῎Αχραντε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,Ιωάννη,* ὅτι πάντες δεητικῶς* εἰς σὲ

καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.

Α῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα*

δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…


Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν

ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ,

θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν

πρεσβείαις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* Ιωάννη, ἰσχυρὸν* τῶν Ορθοδόξων καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: Ε κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν (Κεφ. ιʹ

9–16).

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος˙ ἐγὼ εἰμι ἡ θύρα˙ δι᾽ ἐμοῦ ἐὰν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ

ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ

ἀπολέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλός˙ ὁ

ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων˙ ὁ μισθωτὸς καὶ οὐκ ὢν

ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ

πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἀρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.῾Ο δὲ μισθωτὸς

φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.Εγὼ εἰμι ὁ ποιμὴν ὁ

καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν˙ καθὼς γινώσκει με ὁ Πατὴρ,

κἀγὼ γινώσκω τὸν Πατέρα˙ καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα

πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς

μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ…


Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν καὶ ἀεὶ…


Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν

οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.


Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…


Μή ἐγκαταλείπης με* τῶνΟρθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι

δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ

τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν

πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον,Ιωάννη* Μαξίμοβιτς,

προστάτα καὶ φρουρὲ* τῶν δεομένων σοι, ἔνδοξε,* καὶ εὐχὰς ἐκπλήρωσον.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε ἐλέησον. (δωδεκάκις)

῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας...


Τὸν Δεσπότην τῶν ὅλων* θερμῶς πάντες δεόμεθα, Θεοδόξαστε,* ἱκέτευε εἰρήνην*

παράσχει καὶ ὑγείαν* τοῖς ἐν πίστει κραυγάζουσι˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεὸς,

εὐλογητός εἷ.

Ποιητὴν τῶν ἁπάντων* καὶ Σωτήρα ἀνθρώπων σὺ καθικέτευε,* παμμάκαρΙωάννη,*

μετάνοιαν παράσχει* τοὺς ἐν πόθῳ κραυγάζοντας˙* ὦΑρχιθύτα Χριστοῦ* σέ ῎Αγγελοι

ὑμνοῦσιν.

Υ῾γιείαν παρέχει* ὁ Σωτὴρ τε καὶ Κτίστης λιταῖς σου, ἔνδοξε,* ΘεόφρωνΙωάννη,* τοὺς

πίστει προσκυνοῦντας* τὴν εἰκόνα σου ᾄδοντας˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεὸς,

εὐλογητός εἷ.


Θεοτοκίον.


Θεοτόκε Παρθένε*Ορθοδόξων τὸ καύχημα καὶ προπύργιον* μὴ μὲ ἐγκαταλείπεις* εἰς

χείρας τῶν δαιμόνων,* ἵνα πόθω κραυγάζω σοι˙* Χαῖρε, ὦ Μῆτερ Θεοῦ,* πιστῶν χαρὰ

καὶ κλέος.


ᾨδὴ ηʹ. Τόν Βασιλέα...


Τὸν Βασιλέα* σὺ καθικέτευε πάντες* σοῦ δεόμεθα, μάκαρΙωάννη,* ὅπως καταπαύσῃ*

τὴν τοῦ πυρὸς μανίαν.

Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς,Αρχιθύτα,* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς

παρέχει* ταχέως ἐργασίαν.

Τὴν νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλάνης* διαφύλαττε, μάκαρΙωάννη,* καὶ ὁδήγησέ την*

εἰς τὰς αὐλὰς τοῦ Κτίστου.


Θεοτοκίον.


Σέ, Θεοτόκε,* καθικετεύομεν πάντες*Ορθοδόξους φύλαττε λιταῖς σου* ἐξ ἰῶν ποικίλων*

καὶ πάσης ἄλλης νόσου.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.


Λιταῖς σου ἐξαιτοῦμεν* πάντες,Αρχιθύτα,* ὦΙωάννη Μαξίμοβιτς ἔνδοξε,* ὅπως

ῥυσθῶμεν ἱκέται* ἐκ πάσης θλίψεως.

Ε ργάτας τοῦ Κυρίου* μὴ ἐγκαταλείπεις* ἀλλὰ παράσχου ὑγείαν καὶ σύνεσιν,* ἵνα

Χριστόν, Αρχιθύτα,* πάντες δοξάζωμεν.


Τὸ πῦρ τὸ κατακαίον* δάση καὶ οἰκίας, σὺΑρχιθύτα, λιταῖς σου κατάσβεσον* καὶ Ποιητὴν

τῶν ἁπάντων* τάχος εὐμένισον.


Θεοτοκίον.


Πανάχραντε Παρθένε,* φύλαττε ἐκ πλάνης καὶ ἐκ παντοίων κινδύνων ἱκέτας Σου* καὶ τὸν

Υἱὸν Σου δυσώπει* θερμῶς δεόμεθα.


Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.


Α ῎ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ

παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ

ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν

ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Τοὺς πόθῳ προστρέχοντας ἐπὶ σε* μὴ ἐγκαταλείπεις εἰς τὰς χείρας τοῦ πτερνιστοῦ,*

ἀλλὰ σὺ παράσχου* ἀκλόνητον ὑγείαν,* ἀγάπην, Ιωάννη,* ὡς καὶ μετάνοιαν.

Κ ριμαίας ἐδείχθης ἄστρον λαμπρὸν* καὶ τῶν ἐν ἀνάγκαις* ἀντιλήπτωρ καὶ βοηθός,* τῶν

δὲ ἀσθενοῦντων* ἀνάργυρος θεράπων,* Ιωάννη μάκαρ,* καὶ κατάφύγιον.

Μὴ ἐγκαταλείπεις πάντας ἡμᾶς*Ιωάννη Μαξίμοβιτς, δόξα Χριστιανῶν* ἀλλὰ σὺ λιταῖς

σου* παράσχου σοῦ ἱκέτας* χριστιανὰ τὰ τέλη καὶ ἀνεπαίσχυντα.

Χαίροις, τῆς ῾Ρωσίας γόνος λαμπρὸς* καὶ τῶνΟρθοδόξων ἀντιλήπτωρ καὶ βοηθός.*

Χαίροις, τῶν ἐν θλίψει καὶ ἐν στενοχωρίᾳ* ἀκοίμητος προστάτης καὶ καταφύγιον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* Ἀποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι

πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός:Τὸ Τρισάγιον, Δόξα Πατρὶ..., Πάτερ ἡμῶν... καὶ ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν...


Εἶτα τὸ Ἀπολυτίκιον Ἦχος αʹ. Τῆς ἐρήμου.


Τῆς ῾Ρωσίας τὸν γόνον καὶ Σαγκάης τὸν πρόεδρον,* τοῦ Σὰν Φρανσίσκου τὸ κλέος καὶ

πιστῶν καταφύγιον,*Ιωάννην Μαξίμοβιτς, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος

ἀθλητὴν* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ

δοξάσαντι Χριστῷ.* Δόξα τῷ σὲ στεφανώσαντι.* Δόξα τῷ σὲ δωρήσαντι ἡμῖν πρέσβυν

ἀκοίμητον.

Δέησις ὑπό τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις, τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας

ψάλλομεν:


῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου...


Δέχου παρακλήσεις μοναστῶν,* δέχουΟρθοδόξων δεήσεις,* ὦΑρχιθύτα Χριστοῦ,*

ἄλλον γὰρ οὐκ ἔχομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι*

ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞ΑγιεΙωάννη, σπεῦσον,* καὶ ῥῦσαι

ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.

῏Ηχος πλ. δʹ.


Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης

ἀνάγκης καὶ θλίψεως.


῏Ηχος βʹ.


Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν

σκέπην σου.

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς. Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,* ΚύριεΙησοῦ Χριστὲ ὁ

Θεός,* ἐλέησον καὶ σῶσον ἡμᾶς. Αμήν

Δεν υπάρχουν σχόλια: