Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 2 Μαΐου 2023

Παρακλητικός Κανών εις την Οσίαν και Θεοφόρον Μητέρα ημών Ματρώνα την Αόμματον Σύγχρονον Ρωσίδα Ασκήσασαν εν Κόσμω



Παρακλητικός Κανών εις την Οσίαν και Θεοφόρον Μητέρα ημών Ματρώνα την Αόμματον Σύγχρονον Ρωσίδα Ασκήσασαν εν Κόσμω
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας


†Εορτάζεται στις 2 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὴν ἐν Ῥωσία διαλάμψασαν ἄρτι ὑπομονῇ ἐν τοῖς ἑκάστοτε πόνοις, ἀγάπη πρός τοὺς πάσχοντας καὶ πρός τὸν Θεόν, ταπεινώσει, μέλψωμεν, ἀπαθείᾳ καὶ νήψει μελιρρύτοις ἄσμασι, θεοφόρον Ματρώναν, αὑτῆς λιτὰς ἀόκνους εὐλαβῶς πρός τὸν Δεσπότην Χριστὸν ἐξαιτούμενοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Kαὶ ὁ Κανών, οὐ ἡ Ἀκροστιχὶς·
Ματρώνα, λιταῖς Σου σκότη μου διάλυσον. Χ.

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ματρώνα, δικαίως ὑπὸ σεπτοῦ ἡ ὀνομασθεῖσα, στῦλος ὄγδοος ἀχανοῦς, Ῥωσίας, Κροστάνδης Ἰωάννου, ἐν εὐσεβείᾳ ἡμᾶς πάντας στήριξον.

Ἁγίασον πάντας σὲ εὐλαβῶς, Ματρώνα, τιμῶντας ὥσπερ κρήνην ἁγιασμοῦ θεόβρυτον καὶ πηγὴν θαυμάτων τὴν ἐν Ῥωσία ἀρτίως ἐκβλύσασαν.

Τοῦ κόσμου ἀσκήστρια θαυμαστῇ, Ματρώνα ὁσία, δυσχειμέροις ἐν τοῖς καιροῖς δεινῆς ἀθεΐας ἐν Ῥωσία ἡ διαλάμψασα ῥῦσαι με θλίψεων.

Θεοτοκίον.
Ῥοαῖς, Μητροπάρθενε, ῥυπτικῶν εὐχῶν σου πρὸς Κτίστην καὶ Υἱόν σου ἡμῶν παθῶν κατάσβεσον φλόγα χαμαιζήλων, Θεόγεννητορ, μερόπων διάσωσμα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς πυξίον σοφίας καὶ ἀρετῆς μέλπομέν σε τῶν εὐσεβῶν αἱ χορεῖαι, χάριτος σκήνωμα, Ματρώνα, καὶ δωρεῶν παντοδαπῶν ἐκμαγεῖον οἱ ἐν δίναις σπεύδοντες τῇ μεσιτείᾳ σου.

Νῦν, ἀόμματε μήτερ ἢ τῆς ψυχῆς ὄμματα ἔχουσα σαφῶς ἐστραμμένα πρὸς τὸν οὐράνιον Νυμφίον καὶ Λυτρωτήν, Ματρώνα ἄνοιξον κόρας τὰς ἡμῶν θεάσασθαι τὰ ὑπὲρ ἔννοιαν.

Ἀσκουμένων γυναίων θεοειδὲς ἔκτυπον, ἡ ὀφθεῖσα Πνεύματος θείου κατοικητήριον, τῷ σῷ Νυμφίῳ Χριστῷ, Ματρώνα πρέσβευε, σῶφρον, δοῦναι τοῖς τιμῶσι σὲ χάριν καὶ ἔλεος.

Θεοτοκίον.
Λυμεῶνος ἀΰλου γένους βροτῶν, Δέσποινα, Κεχαριτωμένη Μαρία, θεία ὀλέτειρα, ἐξ ἐπηρείας αὐτοῦ, ἀπάλλαξόν με ἐν τάχει τὸν ψυχὴ καὶ χείλεσι σε μακαρίζοντα.

Διάσωσον, ἀπὸ κινδύνων, Ματρώνα τοὺς σὲ τιμῶντας ὡς νεόφωτον ἀρετῶν παντοίων ἀπαύγασμα, καὶ ἄστρον πρὸς στένοντας συμπαθείας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, επί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν ὑπομονῇ καὶ ταπεινώσει λάμψασαν ἐν χρόνοις δεινοῖς Ῥωσίας ἀνυμνήσωμεν ἀσκήτριαν κράζοντες τιμαλφὲς ἀρετῶν ἀνακτόριον, Μάτρωνα, χάριν εὕρηκας Χριστῷ πρεσβεύειν ὑπέρ τῶν εὐφημούντών σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱκετῶν εἰς βοήθειαν σπεῦσον σῶν, Ματρώνα θεοχαρίτωτε, σαρκοφόρος ὥσπερ ἄγγελος ἐν Ῥωσία ἄρτι διαλάμψασα.

Ταπεινώσεως σκήνωμα καὶ εἰκών, πανεύφημε προοράσεως, τηρεῖ πάντας τοὺς τιμῶντάς σε ἐν ὑπομονῇ καὶ νήψει πάντοτε.

Ἀσινεῖς διατήρησον νόσων κατωδύνων τοὺς ἐκζητοῦντας σου τὰς πρεσβείας πρὸς τὸν Ὕψιστον, θεαυγές Ματρώνα, ὑπερένδοξε.

Θεοτοκίον.
Ἱλαστήριον ἄμεσον κόσμου, ἀπολύτρωσαι, Μητροπάρθενε, τούς πιστῶς σε μακαρίζοντας καὶ ἐκδεχομένους τὴν σὴν εὔνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σοῦ τὴν εὐαγῆ, πολιτείαν ἀναμέλποντες ἐν τῷ κόσμῳ ἐξαιτούμεθα εὐχὰς πρὸς τὸν Κύριον, Ματρώνα, τὰς ἀόκνους σου.

Στήριξον ἡμᾶς, ἐν τῇ πίστει τοὺς προστρέχοντας σή, Ματρώνα γεραρὰ ἐπισκοπὴ καὶ ὑμνοῦντας σε ὡς στῦλον θεοφώτιστον.

Ὄλβε τῆς Χριστοῦ, Ἐκκλησίας πολυτίμητε, θησαυρόν, Ματρώνα, ὥσπερ τιμαλφῆ θείας Σκέπης μάνδρα ἔχει τὰ σὰ λείψανα.

Θεοτοκίον.
Ὕμνοις σε ἀεί, σωτηρίας ὡς κρηπίδωμα καταστέφομεν βροτῶν, Μῆτερ Θεοῦ, καὶ χαρὰς ἡμῶν ἀλήκτου θείαν πρόξενον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Στηρίζουσα, δῆμον ἐμπερίστατον, δυσχειμέροις ἀθεΐας ἐν χρονοῖς, μῆτερ Ματρώνα, οὐκ ἔπαυσας Ῥώσων, ἐπιζητούντων ἀλήθειαν πίστεως, ἡ νῦν στηρίζουσα εὐχαῖς σαῖς πρὸς Κύριον πάντας ἱκέτας σου.

Κραυγάζει σοί, εὐσεβῶν ὁμήγυρις καταφεύγουσα, Ματρώνα, σὴ σκέπη καὶ ἀκλινῆ προστασίᾳ ὑψόθεν, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, Κυρίου νύμφη, τοὺς πιστῶς, μελῳδοῦντας ἀσκήσεως πόνους σου.

Ὀμμάτών μου, τῆς ψυχῆς διάνοιξον, θεοφόρητε Ματρώνα, τὰς κόρας τοῦ βλέπειν πάντα συμφέροντα, κράζω, ἡ ἀόμματος τὸν βίον ἀνύσασα καὶ παρειμένη ἐν καιροῖς, τοῖς ἐσχάτοις, Ῥωσίας ὡράισμα.

Θεοτοκίον.
Τὴν δέησιν, Θεοτόκε Δέσποινα, ἡ τεκοῦσα ὑπὲρ λόγον τὸν Λόγον Θεοῦ Ὑψίστου, προσδέχου σου δούλου πανευμενῶς τοῦ ζητοῦντος τὴν χάριν σου καὶ ἀνυμνούντως εὐλαβῶς τὸν Υἱόν σου καὶ Κτίστην τοῦ σύμπαντος.

Διάσωσον, ἀπὸ κινδύνων, Ματρώνα τοὺς σε τιμῶντας ὡς νεόφωτον ἀρετῶν παντοίων ἀπαύγασμα καὶ ἄστρον πρὸς στένοντας συμπαθείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν δυναμένην τοῦ Πνεύματος χάριτι προβλέπειν πάντα ἐσόμενα μέλψωμεν, Ματρώναν, Ῥωσίας ἀγλάϊσμα ὡς γυναικῶν θεαυγών ἰσοστάσιον καὶ κόσμου μεσίτριαν ἔνθερμον.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματα μου

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. η΄34 – θ΄1).

Εἶπεν ὁ Κύριος ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σώσαι, ἀπολέσῃ αὐτήν ὃς δ’ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν Ἐμοῦ καί τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τι γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἡ τι δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καί τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεὰ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς Αὐτοῦ μετά τῶν ἀγγέλων τῶν αγίων. Και ἔλεγεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι εἰσι τινές τῶν ᾠδὲ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἐῷς ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς Σὴς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὴν παραμυθήσασαν ἐμπεριστάτων χορείας, Ῥώσων ἐν τοῖς ἔτεσι τοῖς ἐσχάτοις μέλψωμεν ὕμνοις πρέπουσι, τοῦ Θεοῦ χάριτι, θεαυγή Ματρώναν, τὴν ἀόμμματον ἀσκήτριαν, ἧσπερ ὁ Κύριος τῆς ψυχῆς τὰ ὄμματα ἤνοιξεν, ὁρᾶν τὰ ἐν τῷ μέλλοντι καί τῶν καρδιῶν τὰ ἐνδότερα, καὶ ἐν κατανύξει, κραυγάσωμεν διάνοιξον ἡμῶν, ψυχῶν εὐχαῖς σου τὰ βλέφαρα, βλέπειν τὰ σωτήρια.

Σῶσον ὁ Θεός τὸν λαὸν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ ἐν κόσμῳ ὁσίως καὶ ἀμέμπτως τὸν βίον ἐκδαπανήσασα, Ματρώνα καὶ ἀρθεῖσα πρὸς δόμους ἀφθαρσίας, μὴ ἐλλίπῃς ἑκάστοτε, ὑπέρ τῶν σῶν ἱκετῶν , πρεσβεύουσα Κυρίῳ.

Μῆτερ πνευματοφόρε, τῆς Ῥωσίας, Ματρώνα, τὸ νέον σέμνωμα, ἐπάκουσον φωνῆς μου, δεήσεως καὶ ῥῦσαι, συμφορῶν καὶ κακώσεων, καί τῆς γεένης πυρός, τὸν καταφεύγοντα σοι.

Οὐρανόφωτος στήλη ταπεινώσεως, μῆτερ, εὐχῆς καὶ νήψεως ἐπώφθης, ἐκ κοιλίας μητρὸς προορισθείσα, καταυγάσαι πυσρσεύμασιν, σῶν διδαχῶν τὸν λαὸν, ἐν ἀθεΐας χρόνοις.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, σὴν ἁγίαν εἰκόνα ὡς ὄλβον ἄσυλον, ἐπονομαζομένην, ἁμαρτωλῶν ἁπάντων σωτηρία, ἡ πάνσεπτος, Ματρώνα ἔσχεν παντί, ἐν βίῳ, Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δακρυῤῥοοῦντες, τὰς σὰς λιτὰς ἐκζητοῦμεν, οἱ ἐν θλίψεσιν ὄντες, Ματρώνα, πρὸς τὸν σὸν Νυμφίον καὶ Λυτρωτήν τοῦ κόσμου.

Ἴσθι ἀκέστωρ, τῶν σε ὑμνούντων, Ματρώνα, ταπεινώσεως ὡς μυροθήκην, καὶ δοχεῖον πλῆρες, ὑπομονῆς ἐν βίῳ.

Ἁγίων νέων, συνηριθμήθης χορείαις, μεθῶν χαίρῃ ἀπαύστως ἐν πόλῳ καὶ Χριστῷ πρεσβεύεις, ὑπὲρ ἡμῶν, Ματρώνα.

Θεοτοκίον.
Λειμὼν εὐώδης, Μῆτερ Θεοῦ, παρθενίας καὶ ἡδύπνοος κῆπος ἁγνείας, πέλουσα, σοὺς δούλους, καθήδυνον ὀδμαῖς σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπέρ τῶν σε τιμώντων, καὶ ἀσπαζομένων, ἐν τῇ μονὴ θείας Σκέπης σὰ λείψανα, Χριστὸν δυσώπει, Ματρώνα, Τὸν σε δοξάσαντα.

Στηρίζουσα μὴ παύσῃ, στῦλε τῆς Ῥωσίας, τοὺς κλονουμένους, Ματρώνα, ἑκάστοτε εὐχῶν σου ῥάβδῳ πρὸς Κτίστην τὸν πανευϊλατον.

Ὀρθοφρονούντων πάντων, Ῥώσων ἀντιλῆπτορ, Ματρώνα, πλάνης ὀμίχλην ἐκδίωξον, καί τὴν ἀχλύν τὴν ζοφώδη, λῦσον αἱρέσεων.

Ναὲ χρηστοηθείας, πάγχρυσε Ματρώνα, ναοὺς ἡμᾶς ἐγρηγόρσεως πάντιμε, δεῖξον τοὺς μνήμην τιμῶντας, σὴν ἀεισέβαστον.

Θεοτοκίον.
Χαρίτων θεοσδότων, Κεχαριτωμένη, ἁγνὴ Παρθένε, ταμεῖον ἀσύλητον, τοὺς Σὲ γεραίροντας πόθῳ ἀεὶ χαρίτωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τῶν ἐν κόσμῳ ἀσκητριῶν καύχημα, Ματρώνα, τῶν ἀσκήσει θεοτερπεί, ἀρετῶν εἰς ὕψος καταντησάντων μέγα, νεόφυτον Ῥωσίας, ἄνθος ἡδύπνοον.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς σοῦ ταῖς ἱκεσίαις πρὸς τὸν Κύριον Ἰησοῦν, σὸν σεπτὸν Νυμφίον, ἐν οὐρανοῖς Ματρώνα, συντήρει ἐπηρείας πλάνου ἀπήμονας.

Χαίροις, διοράσεως ὁ κανῶν, χαίροις ἡ ἀκρότης τῆς ἐν βίῳ ὑπομονῆς, χαίροις, τῆς Ῥωσίας ὁ ὄγδοος ὁ στῦλος, Ματρώνα θεοφόρε, πίστεως πρόβολε.

Χαίροις, ἡ ἀόμματος ἐκ γαστρός, ἡ χαριτωθεῖσα Παρακλήτου αὔραις τερπναῖς, χαίροις, συμπαθείας πρὸς πάσχοντας, Ματρώνα, καὶ πρὸς ἐμπεριστάτους στῦλος ἀκράδαντος.

Δίδου τοῖς τιμῶσι σὲ ἀκλινῶς, εὐκλεὲς Ματρώνα, ἐν τῷ βίῳ ὑπομονὴν καὶ ἰσχὺν πατήσαι τὸ φρύαγμα τοῦ πλάνου, ἡ στέρησιν ὀμμάτων καθυπομείνασα.

Φῶς τὴν στερηθεῖσαν ἐκ γενετῆς, ὀφθαλμῶν, Ματρώναν, εὐφημήσωμεν εὐλαβῶς ὡς πνευματοφόρων ἀσκητριῶν Ῥωσίας, ἀγλάϊσμα τὸ νέον καὶ σκεῦος χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀδιάσειστον στῦλον Ῥωσίας ὄγδοον, τὴν στερουμένην ὀμμάτων ἐκ γενετῆς, εὐλαβῶς ἀνυμνήσωμεν Ματρώναν τὴν ἀοίδιμον, ὡς σκεῦος θείων δωρεῶν καὶ ἀγάπης ἀκραιφνοῦς πρὸς πάντας ἐμπεριστάτους, βοῶντες σκέδασον ζόφον, παθῶν ἡμῶν φωτὶ σὴς χάριτος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων ἐν ἐσχάτοις τοῖς καιροῖς, κεκλεισμένων, Μῆτερ, ἐχόντων τοὺς ὀφθαλμούς τῆς ψυχῆς, καὶ αὑτῆς συμφέροντα, Ματρώνα πάνσεμνε, παρορώντων διάνοιξον , καὶ δεῖξον τὴν τρίβον, πρὸς ζωὴν ἀπάγουσαν τὴν αἰωνίζουσαν, τοῖς εἰλικρινῶς σε τιμῶσιν ὡς Ρωσίδος πάνσεπτον γόνον, καὶ ταμεῖον χάριτος ἀκένωτον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα·
Ματρώνα, ἄνοιξον ὀφθαλμούς μου βλέπειν
ψυχῆς τὸ συμφέρον, βοᾷ Χαραλάμπης.

Φιλοθέου διάνοιξον ἔτι κόρας
ψυχῆς, Ματρώνα, ὁρᾶν ἀγήρω μόνον.

Ματρώνα, μετάνοιαν δίδου μοι καὶ
ῥῦσαι με τῆς ὑπερηφανείας, βοᾷ Σοι Ἠλίας.

 




Δεν υπάρχουν σχόλια: