Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 6 Μαΐου 2023
ΎΜΝΟΣ ΜΕΤΆ ΤΗΝ ΟΓΔΟΗΝ ΩΔΗΝ .ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.
Μέγας εἶ Κύριε καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου·
Εἰς τὴν ὀγδόην Ωδὴν
Μέγας εἶ Κύριε καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς
λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου·
Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ
διοικεῖς τὸν κόσμον· σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν
συναρμόσας, τέτρασι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστε
κάνωσας.
Τριαδικὸν
Τρισυπόστατον ἁγίαν μονάδα καὶ ὁμοούσιον Τριάδα Θεὸν ἕνα, σέβομέν σε καὶ προσκυνοῦμεν· τὸν Πατέρα τὸν
ἄναρχον· τὸν Λόγον τὸν τῷ Πατρὶ συνάναρχον· τὸ Πνεῦμα τὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ συμφυὲς καὶ συναΐδιον.
Τρία φῶτα καὶ φῶς.
Φῶς γὰρ ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἓν τὰ τρία φῶς ἀκατάληπτον.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου