Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 6 Μαΐου 2023

ΎΜΝΟΣ ΜΕΤΆ ΤΗΝ ΟΓΔΟΗΝ ΩΔΗΝ .ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.


Eὐλογοῦμεν σε Κύριε· τὸν ἐν τρισὶ χαρακτῆρσι ὁμοούσιον, ἕνα καὶ μόνον Θεόν· τὸν δημιουργὸν τοῦ φωτός·
τὸν χορηγὸν τῆς ζωῆς· τὸν ἀρχηγὸν τῆς εἰρήνης· τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς δημιουργηθέντα.
Εὐλογοῦμεν σε Κύριε· τὸν ἐπὶ ὑδάτων κρεμάσαντα
πᾶσαν τὴν γῆν ἀσχέτως· τὸν κρατοῦντα τὴν ζωὴν πάντων
τῶν ζώντων· τὸν ἀρρήτῳ σοφίᾳ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
τὰ σύμπαντα συστησάμενον.
Εὐλογοῦμεν σε Κύριε· τὸν ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐπὶ νεφέλης φωτεινῆς ἀπεριόριστα ἐποχούμενον καὶ
κραταιᾷ χειρὶ τὰ σύμπαντα περιέχοντα· τὸν ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ ὑπερπλούτῳ προνοίᾳ οἰκονομοῦντα τὴν
ἁπάντων ζωήν, ὅσα ζωῆς μετέχει καὶ πνοῆς καὶ κινήσεως· τὸν ἐκχέοντα τὰ ἐλέη σου πλουσίως ἐπὶ πάντα τὰ ἔργα  σου.

Δεν υπάρχουν σχόλια: