Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 27 Ιουλίου 2024

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. Συναξάριον Τοῦ Μηναίου. Τῇ ΚΗʹ(28ῃ) τοῦ μηνὸς Ἰουλίου.


δαιμονισμένων των Γεργεσηνών ή 'Γαδαρηνών'vindecarea_demonizatilor_din_tinutul_gherghesenilor_1256Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον Τοῦ Μηναίου.
Τῇ ΚΗʹ(28ῃ) τοῦ μηνὸς Ἰουλίου, μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. (1ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ. (316)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου τοῦ ἐν Μιλήτῳ (321)· καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Παύλου τοῦ Ξηροποταμηνοῦ, κτίτορος τῶν ἐν Ἁγίῳ Ὄρει Ἄθῳ μονῶν, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ Ἁγίου Παύλου, ἤτοι τὴν τοῦ Ἁγίου Γεωργίου, ἐν ἔτει ωκ΄ (820/996) ἐν εἰρήνῃ τελειοῦται.
Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ Μονῇ τοῦ Χρυσοβαλάντου. (912)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐξεντίου τοῦ ἐν Λαοδικείᾳ τῆς Φρυγίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σαμψών, ἐπισκόπου Δόλης (Dol) τῆς ἐν Βρετάνῃ τῆς Γαλλίας, τοῦ θαυματουργοῦ. (~†565)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ θαυματουργοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μωϋσέως τοῦ θαυματουργοῦ, τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου (14ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀντωνίου, ἐπισκόπου Ῥοστόφ, Ὑαροσλάβλ, καὶ Βελοζέρσκ. (1336)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Δαυΐδ Al-Halabi ἐν Χαλεπίῳ τῆς Συρίας ἀθλήσαντος ἐν ἔτει 1660ῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Πιτιρίμ, ἐπισκόπου Ταμπώφ. (1698)
Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Δαρείας ἐν τῇ Μονῇ τοῦ Σεζένοβο Ῥωσίας (1858)
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι νεο-ἱερομάρτυρες καὶ Ὁμολογητές: Ἀνατόλια Βιντιακίνα, Κωνσταντίνος Μπελόνογκοφ, Κωνσταντίνος Γκαβρίλκοφ, Νικόλαος Γκορμπουντσόφ, Νίκολας Πονομάρεφ, Ἰβάν Ελαγκίν, Ἰωβ Kundrya, Βλαντιμίρ Καμένσκι, Λεωνίδας Λομπατσόφ ἐν πολλαῖς βασάνοις, φυλακαῖς καὶ διωγμοῖς ὑπὸ τῶν ἀθέων μπολσεβίκων τελειωθέντες ἐν Ῥωσίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπονομαζομένης “Umilenie” (Οὐμιλένιε) [δηλαδὴ Εὐσπλαγχνία, τρυφερότητα], ἐνώπιον τῆς ὁποίας ἐκοιμήθη γονατιστὸς ὁ Ὅσιος Σεραφείμ τοῦ Σάρωφ, τὴν 2ᾳ Ἰανουαρίου 1833], καὶ εὑρισκομένης ἐν τῇ Ἱερᾷ Μονῇ Ντιβέγιεβο Ῥωσίας
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, τῆς Ὑπεραγίας Θεοτόκου τῆς Ὁδηγητρίας τοῦ Σμολένσκ (1046) καὶ τὰ θαυματουργὰ ἀντίγραφα αυτης τοῦ Οὔστιουγκ (1290), τοῦ Ἰγκρίτς (1624), τοῦ Γιαροσλάβ (1642), τοῦ Σουϊσκ (1654), τῆς Κοστρόμας (1672), τῆς Λαύρας τοῦ ἁγ. Σεργίου (1730), τοῦ Σουπράζλ Πολωνίας (16ος αἰ.) καὶ τὰ λεγόμενα «τοῦ Χριστοφόρου» (16ος αἰ.) καὶ «τοῦ Νότου».

Δεν υπάρχουν σχόλια: