Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 20 Σεπτεμβρίου 2026

Παρακλητικός Κανών εις τον Νεομάρτυρα Κοσμά τον Τρικκαῖον τον εν Προῦσσῃ μαρτυρίσαντα

 

 


 

Νεομάρτυς Κοσμς Τρικκαος

ν Προσσ μαρτυρήσας

τ 1490

 

( ̉Εορτάζει τὴν Κυριακὴν

μετὰ τὴν ῞Υψωσιν τοῦ Τιμίου Σταυροῦ.)

 

Νεομάρτυς Αγιος Κοσμς Τρικκαος

 

῾Ο ἅγιος Νεομάρτυς Κοσμᾶς γεννήθηκε στὰ Τρίκαλα στὶς ἀρχὲς τοῦ 15ου αἰ. γιὰ λόγους ποὺ δὲν γνω­ρίζουμε ἔφθασε στὴν Προῦσα τῆς Βιθυνί­ας.

   Σὲ χειρόγρα­φο τῆς ῾Ι. Μ. τῶν  ̉Ιβήρων τοῦ ῾Αγίου ῎Ορους, ὅπου βρέθηκε ὁ βίος του διαβάζουμε, ὅτι ἦταν σεμνός, εὐ­λαβής, ἔγγαμος καὶ ὅτι συκοφαντήθηκε ἀ­πὸ μία ἁμαρτω­λὴ μουσουλμάνα. ῾Οδηγήθηκε στὸν ἡ­γεμόνα τῆς Προύσης στὸν ὁποῖο ὁμολόγησε τὴν πί­στη του στὸ Χριστό. Κατά­δικάστηκε νὰ καεῖ ζωντα­νός. ̉Ενῶ ἔτρεχε πρὸς τὸν τόπο τοῦ μαρτυρίου του χα­ρούμενος ἕνας τούρκος τὸν μαχαί­ρωσε στὸ στῆθος κι ὅ­πως ἦταν αἱμόφυρτος τὸν ἔρριξαν στὴ φωτιά καὶ ἔλαβε ἐπάξια τὸ στεφάνι τοῦ μαρτυ­ρίου.

   ̉Εορτάζει τὴν Κυριακὴν μετὰ τὴν ῞Υψωσιν τοῦ Τιμίου Σταυροῦ καὶ εἰς τὰ Τρίκαλα τὴν 1ῃ Κυριακή τοῦ  ̉Οκτωβρίου.

 

 

Παρακλητικς Κανν

ες τν Νεομάρτυρα Κοσμ τν Τρικκαον

 τν ν Προσσ μαρτυρίσαντα

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τ Κύριε εἰσάκουσον, μεθ̉ τ Θες Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

 

Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν Νεομάρτυρα, Κοσμᾶ τὸν ἐκ Τρίκκης* εὐσεβο­φρόνως οἱ πιστοὶ δεῦτε πάντες,* ἐν κατανύξει κράζοντες θερμῶς ἐκ ψυχῆς,* ῥῦσαι τοὺς προστρέχο­ντας,* λοι­μικῆς ἀσθενείας,* πάσης περιστάσεως καὶ ποικί­λων κινδύνων,* ταῖς πρὸς   Χριστὸν λιταῖς σου θαυμαστέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.

 

Δόξα Πατρὶ... ̉ Απολυτίκιον Ηχος α’. Τῆς ἐρήμου…

Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύ­χημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πιστῶν καταφύγιον,* Κοσμᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντο­δαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξά­σαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δξα τ χο­ρηγοντι διὰ σο, μν παθν κλτρωσιν.

 

Καὶ νῦν ... Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

 

δὴ αʹ. Ἦχος πλ. δ'.  Ὑγρὰν διοδεύσας…

Θερμῶς ἱκετεύω σε, ἀθλητά,* λιταῖς σου πρὸς Πλά­στην κα τῶν πάντων Δημιουργόν* χάρισόν μοι, Κοσμᾶ νεομάρτυς,* ὑπομονὴν καὶ ἀγάπην, μα­κάριε.

 

Προσπίπτω ὁ τάλας γονυκλινῶς* καὶ χείρας μου αἴ­ρω, Νεομάρτυς θαυματουργέ,* ἀπάλλαξον, Κο­σμᾶ, σὸν ἱκέτην* ἐκ τῶν ποικίλων παθῶν, ἀ­ξιάγαστε.

 

Τὴν Τρίκκην προστάτευσον, ἀθλητά,* ἐκ τοῦ σει­σμοῦ τὴν μανίαν καὶ τοῦ πυρὸς ἀπειλήν,* εἰρή­νην παράσχου σοῦ ἱκέτας,* Κοσμᾶ Νεομαρτύρων, τὸ σέ­μνωμα.

 

Θεοτοκίον.

Προσπίπτω ἱκέτης σοι, Μαριάμ,* καὶ τὴν σὴν ἐξαι­τοῦμαι βοήθειαν, ̉Αγαθή,* ἣν τάχος παράσχου τῷ ἀχρείῳ,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως.

 

δὴ γʹ. Οὐρανίας ἁψῖδος…

῾Ικετεύω σε, μάρτυς,* τὸν ψυχικὸν τάραχον* κα τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξόν* συ, Κο­σμᾶ θαυμαστέ,* τὸν Λυτρωτὴν καὶ Σωτήρα,* ἐκ παιδὸς ἠ­γάπησας* Τρίκκης τὸ καύχημα.

 

̉Οφθαλμοὺς ἀλλοδόξων,* λιταῖς σου Κοσμᾶ, ἄνοι­ξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* τούτους ὁδήγη­σον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, πάτερ, ὑ­μνεῖσαι* καὶ λα­τρεύσαι δέομαί* συ καταξίωσον. 

 

Τῆς ὀσφίος τὰ ἄλγη,* ὁ Πλαστουργὸς Κύριος,* καὶ ποικίλους ὄγκους ἰάται, λιταῖς σου, ἔνδοξε,* διὸ πρὸς σε οἱ πιστοί* μετὰ δακρύων βοῶσιν* καὶ αἰ­τοῦ­σιν, ῞Αγιε,* τὴν μεσιτείαν σου. 

 

Θεοτοκίον.

̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πί­στει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρ­τυς* ὅτι πάντες ἱκετικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν. 

 

̉Επίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπ τήν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν κα ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐ­δεί­χθης, σεμνέ,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς βο­ῶμεν σοί,* Κοσμᾶ ἀξιάγαστε, πρόφθα­σον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* τοὺς  σοι  πόθῳ  καὶ  πί­στει  προσφεύγοντας.

 

δὴ δʹ. Εἰσακήκοα, Κύριε

Σὲ προστάτην καὶ πρόμαχον* τῶν ἐν κινδύνοις καὶ θλίψεσι ὄντων* ὀνομάζομεν ἱκέταις σου·* διὸ εἰς σέ, Κοσμᾶ, καταφεύγομεν.  

 

Τέκνα τάχος συ δώρησον* τοῖς ποθοῦσι, Κοσμᾶ θεο­ειδέστατε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποι­εῖν κα­λὰς διαγνώσεις πάντοτε.

 

Θεοτοκίον.

῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη Θεονύμφευτε.

 

δὴ εʹ. Φώτισον ἡμᾶς…

῎Ιασαι, Κοσμᾶ,* τῶν παθῶν μου τὴν ἀσθένειαν* καὶ ταῖς πρεσβείαις σου παράσχου καμοὶ* ὑγιεί­αν ὡς καὶ μετάνοιαν, Θεοδόξαστε.

 

Δέομαι θερμῶς* ὁ ἀνάξιος ἱκέτης σου* τὴν νεότη­τα προστάτευσον, Κοσμᾶ,* ἐκ τῶν χειρῶν τοῦ ἀλά­στορος, πανευφρόσυνε.

 

Φύλαττε ἀεὶ* τοὺς προστρέχοντας τῇ σκέπῃ σου* ἐκ τῶν ποικίλων λοιμώξεων, ἔνδοξε,* καὶ ἐκ τῶν ὄ­γκων, Κοσμᾶ,* πιστῶν καταφύγιον. 

 

Θεοτοκίον.

῎Αχραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν πα­γίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύ­στως Μαριάμ, προστάτευσον.

 

δὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Τὰ τέκνα τῶν  ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Κοσμᾶ Νεομάρτυς,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁ­δήγη­σον˙* δεόμεθά σου ταπεινῶς,* τὴν ῾Ελλάδα προστἀτευσον, ῞Αγιε.

 

῾Ως τεῖχος, καταφυγῆς καλοῦμέν σε,*  ̉Ορθοδό­ξων οἱ χοροὶ, Νεομάρτυς,* καὶ ἰατρὸν ἐν τοῖς νό­σοις παμμάκαρ,* σὲ ὀνομάζομεν, Κοσμᾶ θεοδόξα­στε,* δε­όμεθά σου ἀγαθέ,* ἡμᾶς ἐκ τῶν κινδύνων διάσω­σον.

 

Τὰ τέκνα τῶν ̉Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Τρικ­καίων τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδή­γη­σον˙* δεόμεθά σου ταπεινῶς,* τῶν πιστῶν σὺ γε­νοῦ κα­ταφύ­γιον.

 

Θεοτοκίον.

̉Ορθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀ­κοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ βέ­λη διώ­κεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε,* διὸ μονα­ζόντων χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέ­σποινα.  

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρ­τυς* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν. 

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία.

Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθα­σον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου.* ῾Ρῦσαι τάχος ἐκ νόσων* καὶ σῶ­σον ἐκ τῶν κινδύνων* τοὺς καταφεύγο­ντας πρὸς σε,* Κοσμᾶ θεοδόξαστε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται. (δίς)

 

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀ­ποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνε­σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ πε­ριστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώ­σουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συνα­γω­γαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμό­νας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρ­τύρι­ον αὐ­τοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶ­σιν ὑ­μᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθή­σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡ­μῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παρα­δώσει δὲ ἀδελφὸς ἀδελ­φὸν εἰς θά­νατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσο­νται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσου­σιν αὐτούς. Καὶ ἔσεσθε μι­σούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομεί­νας εἰς τέλος, οὗτος σωθή­σεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ …

Ταῖς τοῦ  ̉Αθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

 

Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…

Μὴ ἐγκαταλείπῃς με τῶν  ̉Ορθοδόξων τὸ κλέος* τὸν πρὸς σε προστρέχοντα, καὶ καθικετεύοντα, ὁ ἀνάξιος˙* θλῖψις γὰρ ἔχοιμε, φέρειν οὐ δύνα­μαι, ἀρ­χεκάκου τὰ τοξεύματα,* σκέπην οὐ κέκτη­μαι,* οὐδὲ κα­ταφύγιον, Πάντιμε,* πάντοθέν εἰμι δέσμιος,* ἐκ ποι­κίλων παθῶν ὁ πανάθλιος,* Κοσμᾶ ἀ­θλοφόρε,* θησαύρισμα τῆς Τρίκκης καὶ Προύσσης χαρμονή,* μὴ παραβλέπῃς τὴν δέησιν,* ἐμοῦ τοῦ τρι­σάθλιου.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς δὰς .

 

δὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

Τοῦ σεισμοῦ τὴν μανίαν* ταῖς λιταῖς σου, Κοσμᾶ κα­ταπαύει ὁ Κύριος,* διὸ σου ἱκεσίας* αἰτούμε­θα ἀ­παύστως* καὶ μετὰ πόθου ᾄδωμεν˙* τὸν Πλαστουρ­γὸν τοῦ παντός* εὐμένησον, Θεόφρων.

 

Οὐρανῶν Κυβερνήτην,* Κοσμᾶ ἀξιάγαστε, σφο­δρῶς ἠγάπησας˙* διὸ καὶ τὴν ζωήν σου,* ὡς  ἄ­κακον ἀρ­νίον,* Αὐτῷ προσενήνοχας,˙* ὦ Νεομάρτυς Χριστοῦ,* προστάτευσον ἱκέτας.

 

Λυτρωτὴν κα Σωτήρα* καθικέτευε πάντες, Κο­σμᾶ, δεόμεθα* παράσχει τοῖς ποθοῦσι* χαρὰν τε καὶ εἰ­ρήνην,* ἵνα πόθῳ σοι ᾄδωμεν˙* χαῖρε, τῆς Τρίκκης βλαστέ* καὶ δόξα  ̉Ορθοδόξων.

 

Θεοτοκίον.

Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερ­μῶς δεόμενοι* παράσχου σου ἱκέταις* θάῤῥος ὁ­μολογίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξά­ζωμεν Σέ,* τὸ εὔχος τῶν ̉Αγγέλων.

 

δὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα* κα τῶν ἁπάντων Δεσπότην,* Νέο­μάρτυς Κοσμᾶ, ἐξαιτοῦμεν* ἀπαύστως δυσώπει,* ἵνα μὴ κολασθῶμεν.

 

Σέ, Νεομάρτυς,* καθικετεύομεν πάντες* τὸν Δε­σπότην τῶν ὅλων δυσώπει,* ὅπως τὴν πατρίδα* ἡ­μῶν περιφρουρήσῃ.

 

Τὸν Κύριόν μας* καὶ Λυτρωτὴν τῶν ψυχῶν μας* κα­θικέτευε, Κοσμᾶ Νεομάρτυς,* ὅπως οἱ ἀχρεί­οι* ῥυ­σθῶμεν τῆς γεένης.

 

Θεοτοκίον.

̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκ­δι­ώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας* ἐλ­πίδαν ἐμφυτεύεις.

 

δὴ θʹ. Κυρίως Θεοτόκον…

̉Εν Προύσσῃ, ἀθλοφόρε* ἤθλησας νομίμως* καὶ τῶν μαρτύρων στεφάνους κατέκτησας˙* διὸ ἡ­μεῖς, θαυ­μαστέ,* τὴν σκέπην σου αἰτοῦμεν. 

 

Τὴν ἀνεργίαν, μάρτυς* Πλάστης καταπαύει* καὶ τοῖς ἱκέταις παρέχει τὰ κρείττονα,* διὸ πρὸς σε οἱ πιστοὶ* προσφεύγουσι ἀπαύστως.

 

Κοσμᾶ, σὲ ἱκετεύω* χείραν βοηθείας* παράσχου τοῖς σοι εἰκόνι προστρέχουσι,* ὅπως τὰ τέλη τοῦ βίου εἰσὶ ἀνώδυνα.

 

Θεοτοκίον.

Πανάχραντε Μαρία,* σὲ καθικετεύω* τοὺς ὀφθαλ­μοὺς ἀλλοδόξων διάνοιξον,* καὶ ἐν τῆ πί­στει ἡ­μῶν* ὁδήγησον ταχέως. 

 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον* καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σε­ρα­φείμ,* τὴν  ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον  τε­κοῦ­σαν,* τὴν ὄντως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

Χαίροις, ὁ ἐν Τρίκκῃ ἰδῶν τὸ φῶς* κα ἐν Προύσσῃ πάλαι* μαρτυρήσας διὰ Χριστόν˙* χαίροις,  ̉Ορθο­δόξων* ἀγλάϊσμα καὶ κλέος* κα πάντων τῶν νοσοῦ­ντων* θεράπων, ἔνδοξε. 

 

Τὸν Κοσμᾶν, ὑμνήσωμεν ἀδελφοὶ* τῶν πιστῶν τὸ κλέος* καὶ νοσοῦντων τὸν ἰατρόν,* τὸν τῆς Τρίκ­κης γόνον* καὶ Προύσσης, ἀθλοφόρον,* ἔνθα μάρτυ­ρος τὴν χλαίναν* οὖτος παρέλαβε.

 

Τῶν Νεομαρτύρων τὴν καλλονήν* καὶ τῶν ἐν ἀ­νά­γκαις ἀντιλήπτορα ταχυνόν.* Τῆς Τρίκκης τὸν γό­νον* καὶ Προύσσης τὸ κλέος* Κοσμᾶν τὸν ἀ­θλοφό­ρον,* πάντες τιμήσωμεν.

 

Τὸν Χριστὸν ἠγάπησας ἐκ παιδός,* Κοσμᾶ Νεομάρ­τυς* τῶν Τρικκαίων ἡ χαρμονή,* διὸ καὶ ἐν τῇ Προύσ­σῃ* ἐνήθλισας γενναίως* καὶ ἔλαβες ἐκ Πλά­στου* στεφάνους, ἔνδοξε. 

 

Χαίρουν καὶ ἀγάλλονται, θαυμαστέ,* ἡ Τρίκκη καὶ ἡ Προῦσσα* ὡς καὶ πάντες οἱ εὐσεβεῖς* ἔχο­ντες προστάτην,* φύλακαν καὶ ῥύστην* σέ, τῶν Νέομαρ­τύρων,* Κοσμᾶ, τὸ καύχημα.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ Ἱ­ε­ρεύς: Ο­τι Σοῦ...  

 

Εἶ­τα τ ̉̉̉Απολυτίκιον. Ηχος α’. Τῆς ἐρήμου…

Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύ­χημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πι­στῶν καταφύγιον,* Κοσμᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντο­δαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ σὲ δοξά­σαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δξα τ χο­ρηγοντι διὰ σο,* μν παθν κλτρωσιν.

 

Δέησις. ̉ Απόλυσις καὶ  τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκό­νας ψάλλομεν τὰ ἑξῆς:

 

Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Πάντων συ προστάτης καὶ φρουρὸς* τῶν καταφευ­γόντων ἐν πίστει τῇ προστασίᾳ τῇ σῇ* ἄλλον γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεὸν* ἐν κινδύ­νοις καὶ θλίψεσιν* ἀεὶ σε μεσίτην* οἱ κατακαμπτόμε­νοι ὑπὸ ποικίλων παθῶν.* Μάκαρ,  ̉Ορθοδόξων τὸ κλέος,* ὅθεν σοι προσπίπτομεν ῥῦσαι* πάσης πε­ριστάσεως ἱκέτας σου.  

 

Ηχος πλ. δ’.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

 

Ηχος β’.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπ τὴν σκέπην σου.

 

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

 

̉Α­μήν.

 

Δεν υπάρχουν σχόλια: