Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 9 Οκτωβρίου 2024

Παρακλητικός Κανών εις τον Όσιο Αμβρόσιο της Όπτινας του Ρώσσου.


Παρακλητικός Κανών εις τον Όσιο Αμβρόσιο της Όπτινας του Ρώσσου



†Εορτάζεται 10 Οκτωβρίου


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.


Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος α΄. 

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.


Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος. β΄. 

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος. γ΄. 


Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τἀ παρόντα τροπάρια·


Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τὸ θεοφόρον τοῦ Κυρίου δοχεῖον, τὸ εὐωδίαν χαρισμάτων ἐκπνέον, καὶ γλυκασμὸν ἀείζωον ἐκβλύζον δαψιλῶς, τὸν σοφὸν Ἀμβρόσιον, ἐπαινέσωμεν ὕμνοις, ῥῶσιν ἐξαιτούμενοι καὶ ψυχῶν καὶ σωμάτων, αὐτῷ βοῶντες Πάτερ θαυμαστέ, ταῖς σαῖς πρεσβείαις, ἡμᾶς περισκέπασον.


Δόξα. Καὶ νῦν.Θεοτοκίον.


Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανὼν

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. 
Ὑγρὰν διοδεύσας.


Ἀμβρόσιε πάτερ παρὰ Θεῷ, εὑρὼν παῤῥησίαν μὴ ἐλλείπεις ὑπὲρ ἡμῶν, δεήσεις προσάγων ὑπὲρ πάντων, τῶν ἀνυμνούντων ἐν πόθῳ τὴν μνήμην σου.


Νοός μου τὸ ἄστατον καθορῶν, γλυκύτατε πάτερ στήριξόν μου τὸν λογισμόν, τὸν ὄλισθον φυγεῖν τῆς ἀνομίας, καὶ σταθηρῶς με βαδίζειν πρὸς Κύριον.


Τὴν χάριν ἀπώλεσα τοῦ Χριστοῦ, Ἀμβρόσιε μάκαρ τῇ δουλείᾳ τῶν ἡδονῶν, διὸ μὲ πρεσβείαις σου τὸν πλοῦτον, τοῦ θείου Πνεύματος ἄφθονον δώρησαι.

Θεοτοκίον.

Θεόνυμφε Μῆτερ τοῦ Ποιητοῦ, ἐκτείνασα χεῖρας αἷς ἐβάστασας τὸν Χριστόν, αὐτὸν ὑπὲρ ἡμῶν ἐκδυσωποῦσα, μὴ διαλίπῃς Παρθένε ἑκάστοτε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἐκ νυκτὸς ἀγνωσίας θαυματουργὲ Ὅσιε, ἄρας τὴν ἀθλίαν ψυχήν μου ταῖς ἱκεσίαις σου, πρὸς φῶς τὸ ἄδυτον, τῶν τοῦ Χριστοῦ προσταγμάτων, μυστικῶς εἰσάγαγε καὶ καταλάμπρυνον.


Ἑλλαμφθεὶς τῆς Τριάδος ταῖς ἀστραπαῖς Ὅσιε, καὶ κατατρυφῶν τοῦ Κυρίου, μέμνησο πάντοτε, τῶν δεομένων σου, καὶ ταῖς θερμαῖς προσευχαῖς σου, λύτρωσαι κακώσεων καὶ περιστάσεων.


Ὁ ἐχθρὸς μὲ ἐμπαίζει καταδουλῶν πάθεσι, καὶ βυθῷ τοῦ ᾍδου κατάγει καὶ καταισχύνει με, θεῖε Ἀμβρόσιε, τῇ κραταιᾷ σου πρεσβείᾳ, τούτου με ἐξάρπασον καὶ σῶσον δέομαι.


Θεοτοκίον.

Παντευλόγητε Κόρη πρὸ γενεῶν Κύριος, ὡς περικαλλέστατον σκῆνος σὲ ἐξελέξατο· ἐν ᾧ κατῴκησε καὶ ἀπροσμάχητον τεῖχος, ἔθετό σε Πάναγνε τῶν ἀνυμνούντων σε.


Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης, τοὺς σὲ ὑμνοῦντας νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε καὶ πλήρωσον τῶν πιστῶν, τὰς αἰτήσεις.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.Ἦχος 

Πρεσβεία θερμή.Φρυάγματα ἐχθροῦ, μὴ πτήξας ἱερώτατε, ἀγῶσι κρυπτοῖς, σατὰν τὸν κακομήχανον, ἐνικήσω τέλεον, καὶ αἰτήσεις πληροῖς νῦν τῶν δούλων σου, τῶν ἐν γονάτων κλίσεσι πιστῶς, ἀσπαζομένων τὴν θείαν εἰκόνα σου.


ᾨδὴ δ΄. 

Εἰσακήκοα Κύριε.

Ἰατρεῖον ἀνάργυρον, ἱερὲ Ἀμβρόσιε τὸ κελλίον σου, ἀνεδείχθη καὶ προσφύγιον, πάντων τῶν θερμῶς παρακαλούντων σε.


Ῥαθυμίᾳ συνέχομαι, καὶ ταῖς ἁμαρτίαις καταποντίζομαι· τῇ ὁλκάδι τῆς ἀγάπης σου, ναυαγίου λύτρωσαί με Ὅσιε.

Ὁ πειράζων οὐ παύεται, θλίβειν καὶ μαστίζειν με ἀξιάγαστε, ταῖς ἁγίαις σοy αἰτήσεσι, κουφισμόν μοι δώρησαι Ἀμβρόσιε.

Θεοτοκίον.

Ἐκ πανάγνων αἱμάτων σου, τὸν Δεσπότην πάντων ἐκύησας, ὃν δυσώπει Παναμώμητε, λύτρωσιν δωρήσασθαι τοῖς κάμνουσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Νέκρωσον σαρκός, τὰ ὀλέθρια κινήματα, τοῦ Ἰησοῦ μου πάτερ Ὅσιε, ζωὴν τὴν θείαν, ἐμφυτεύων τῇ καρδίᾳ μου.


Φεῖσαί μου δεινῶς, καθ᾿ ἑκάστην κινδυνεύοντος, καὶ κλονιζόμενον στερέωσον, λιταῖς σου θείαις, πρὸς τὸν Κύριον Ἀμβρόσιε.


Θλίψεσι πολλαῖς, πειρασμοῖς καὶ ἀῤῥωστήμασι, δοκιμαζόμενον θεόσοφε, ταῖς προσευχαῖς σου, ὑπομένειν με ἐνίσχυσον.
Θεοτοκίον.

Μήτηρ ἀληθῶς, τοῦ Θεοῦ Ἁγνὴ γεγένησαι, ὦ καὶ παρίστασαι λατρεύουσα· καὶ τοὺς σοὺς δούλους, ἐν ἀγάπῃ περιέπουσα.


ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.

Τραυμάτων μοι, ἰατρὸς νῦν φάνηθι, τῇ προσψαύσει τῶν ἁγίων σου λειψάνων, τὰ τῆς σαρκὸς ἰατρεύων μου πάθη, καὶ τῆς ψυχῆς κατευνάζων οἰδήματα, Ἀμβρόσιε θαυματουργέ, παῤῥησίᾳ πρὸς Κύριον χρώμενος.


Ἀμβρόσιε, ταραχήν μου κόπασον, καὶ δειλίας μου διάλυσον τὰ νέφη· καὶ θυρεὸς ἀσφαλὴς γίνου πάτερ, κατὰ τοῦ νῦν ἀπειλοῦντός με δράκοντος, καὶ ταῖς ἁγίαις σου εὐχαῖς, τὴν ψυχήν μου ἀλώβητον φύλαξον


Ὑπνώττοντα, ἀμελείᾳ Ὅσιε, διεγείρεις με τῇ μνήμῃ τῶν σῶν ἄθλων, οὓς ἐν χαρᾷ ἐπετέλεσας πάτερ, τὴν τοῦ Κυρίου ἀγάπην κτησάμενος· οἰκείωσον κἀμὲ Χριστῷ, ταῖς θερμαῖς καὶ ἀπαύστοις δεήσεσι.


Θεοτοκίον.Πανύμνητε, 

Θεοτόκε πρόφθασον, καὶ θηράτρων τοῦ δολίου λύτρωσαί με, καὶ τῇ θερμῇ καὶ στεῤῥᾷ προστασίᾳ, ἐπιβουλῆς τοῦ ἐχθροῦ διαφύλαξον, καὶ πλήρωσόν με τῆς χαρᾶς, τοῦ Υἱοῦ καὶ Θεοῦ σου Ἀπείρανδρε.


Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης τοὺς σὲ ὑμνοῦντας νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε, καὶ πλήρωσον τῶν πιστῶν τὰς αἰτήσεις.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ Κοντάκιον.Ἦχος β

Τοῖς τῶν αἱμάτων σου.Τοῖς τῶν καμάτων ἱδρῶσι μακάριε, τὸν τῆς ψυχῆς σου χιτῶνα ἐκάθηρας, καὶ λάμψας φωτὶ τῷ τῆς χάριτος, τῶν προστρεχόντων σοι, πρέσβυς γεγένησαι νοσούντων τε ῥύστης, Ἀμβρόσιε.

Προκείμενον

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.


Εὐαγγέλιον,Ἐκ τοῦ κατὰ Ματθαῖον(Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.


Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.Ἦχος πλ. β΄. 


Ὅλην ἀποθέμενοι.Πάτερ ἀξιάγαστε, τοῖς οἰκτιρμοῖς σου προστρέχω, θαῤῥῶν τῷ ἐλέει σου, δάκρυα προσάγω σοι ὁ ἀνάξιος, ῥῦσαί με τοῦ δράκοντος, τοῦ δεινοῦ θεσπέσιε, καὶ Χριστοῦ τοῦ Παντοκράτορος δοῦλόν με ποίησον, ταῖς ἁγιωτάταις πρεσβείαις σου, καὶ νόσων ἐλευθέρωσον, πάθους τε παντοίου με κάθαρον, καὶ τῶν ὀρθοδόξων, τὴν ποίμνην ἐξ ἐχθρῶν ἐπιβουλῆς, καὶ ἐξ αἱρέσεων λύτρωσαι, ἱερὲ Ἀμβρόσιε.


Σῶσον ὁ Θεὸς τὸν λαόν σου…


ᾨδὴ ζ΄. 

Οἱ ἐκ τῆς Ἰουδαίας.Τυραννούμενος νόσοις, ὥσπερ μάρτυς πολύαθλος καθυπέμεινας, τὰ ἄλγη καὶ θεράπων, παντοίων νοσημάτων, πεφανέρωσαι χάριτι, τῇ δωρηθείσῃ ἐκ Θεοῦ, Ἀμβρόσιε θεόφρον.


Τοῦ στομάχου τοὺς πόνους, καὶ αἱμόῤῥοιαν πᾶσαν πάτερ Ἀμβρόσιε, καὶ νόσους ἀνιάτους, φυγάδευσον ἐν τάχει, τῇ ἀφῇ τῶν λειψάνων σου, καὶ παραμύθησον καλῶς, ψυχὰς τῶν θλιβομένων.


Τὴν Μονὴν Συμεῶνος, Θεολόγου τοῦ Νέου μάκαρ Ἀμβρόσιε, λειψάνων σου τὴν θήκην, τιμῶσαν πάσης βλάβης, καὶ πυρὸς διαφύλαξον, σὺν Θεολόγῳ τὰς εὐχάς, προσάγων τῷ Κυρίῳ.

Θεοτοκίον.

Πρὸ τοῦ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος Μαρία ἔμεινας, καὶ πάλιν μετὰ τόκον, παρθένος οὖσα Κόρη, τὴν καρδίαν μου φώτισον, καὶ ἐνθυμήσεων αἰσχρῶν, ἀπάλλαξόν με τάχει.


ᾨδὴ η΄. Τὸν Βασιλέα.

Καταποθέντα, τῇ ἀκηδίᾳ θεόφρον, καὶ ταῖς θλίψεσι δεινῶς ἀπεγνωσμένον, πτέρυξι ἀγάπης, τῆς σῆς περίβαλλόν με.

Ἀτοπημάτων, καὶ ἐκ βαράθρων κακίας, ἡμᾶς λύτρωσαι Ἀμβρόσιε τρισμάκαρ, στίφη τῶν δαιμόνων, μακρύνων ταῖς εὐχαῖς σου.

Δακρύων ὄμβρους, καὶ κατανύξεως πόμα, πότισόν με ταῖς θερμαῖς σου ἱκεσίαις, πρὸς τὸν Ζωοδότην, Ἀμβρόσιε παμμάκαρ.

Θεοτοκίον.
Ἀπειρογάμως, τὸν Θεὸν Λόγον τεκοῦσα, περισκέπασόν με ἅχραντε Μαρία, καὶ καταύγασόν με, φωτὶ θεογνωσίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Τὰ ἕλκη τῆς ψυχῆς μου, καὶ μώλωπας σαρκός μου, τῇ ἐνεργείᾳ τῆς χάριτος ἴασαι, τὸν Ἰησοῦν ἱκετεύων πάτερ Ἀμβρόσιε.

Τὴν ἄκτιστον σοφίαν, κτησάμενος θεόφρον, τὸν σοφιστὴν τῆς κακίας ἐκνεύρισον, αὐτοῦ παγίδας ἐκφεύγειν, καλῶς διδάσκων με.
Χριστοῦ με δεῖξον παῖδα, Ἀμβρόσιε παμμάκαρ, ταῖς εὐπροσδέκτοις πρεσβείαις πρὸς Κύριον, καὶ κληρονόμον τῆς δόξης, αὐτοῦ μὲ ποίησον.


Αἱρέσεων ἀθέων, διάλυσον ἐφόδους, καὶ ὀρθοδόξων τὸ κέρας κραταίωσον, τῷ Ἰησοῦ προσεδρεύων, κλεινὲ Ἀμβρόσιε.

Θεοτοκίον.

Τιμῶμέν σε Παρθένε, ὡς τέξασαν τὸν Λόγον, καὶ ὑπερτέραν Ἀγγέλων ὑπάρχουσαν, τῇ ἀνυστάκτῳ πρεσβεία σου στερεούμενοι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Δάκρυσιν προσπέσωμεν εὐλαβῶς, εἰκόνι τῇ θείᾳ Ἀμβροσίου τοῦ θαυμαστοῦ, αἰτούμενοι πάντες, χαρίσματα ποικίλα, ψυχῆς εἰς σωτηρίαν ἀεὶ συντείνοντα.

Χαίροις τοῦ Δεσπότου δοῦλε πιστέ, ταλάντων τὸν πλοῦτον ἐπαυξήσας πόνοις πολλοῖς· χαίροις ὁ σκορπίζων, τοῖς πένησι τὴν χάριν, καὶ πάντας ἁγιάζων μάκαρ Ἀμβρόσιε.


Χαίροις τῆς Ῥωσίας ὁ θησαυρός, ἐκκλησίας πάσης τὸ ἀγλάισμα τὸ τερπνόν· χαίροις θλιβομένων, στεῤῥὰ παραμυθία, νοσούντων ὁ θεράπων πάτερ Ἀμβρόσιε.


Δεῦτε Συμεῶνος οἱ Μονασταί, εὐσεβῶν οἱ δῆμοι συνελθόντες χαρμονικῶς, τιμήσωμεν ἀξίως, Ἀμβρόσιον τὸν μέγα, τῇ θήκῃ τῶν λειψάνων αὐτοῦ προσπίπτοντες.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ ΤρισάγιονἍγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶτοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.


Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. 
Ὅτε ἐκ τὸν ξύλου.Φέγγος, τοῦ Χριστοῦ χαροποιόν, ἅλας οἰκουμένης ὑπάρχεις, θεῖε Ἀμβρόσιε, πᾶσι φαίνων ἄριστα λύχνῳ τοῦ βίου σου, καὶ ἀρτύων τοῖς λόγοις σου τοὺς σοὶ προσιόντας, πιστοὺς δὲ πρεσβείαις σου δεινῶν λυτρούμενος, πάντων τὰς καρδίας γινώσκων, πάθη δὲ ψυχῶν θεραπεύων, καὶ τὰ τῶν σωμάτων ἀῤῥωστήματα.


Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.Ἀμήν.

Δεν υπάρχουν σχόλια: