Νεομάρτυς ῞Αγιος Εὐγένιος ῾Ροντιόνωφ
ὁ ῾Ρῶσος
(23 Μαΐου)
῾O Νεομάρτυς Εὐγένιος Ροντιόνωφ ἦταν στρατιώτης στὸν
πρῶτο πόλεμο τῆς Τσετσενίας. Συνελήφθη ἀπὸ τσετσένους ἀντάρτες, βασανίστηκε καὶ
σφάχτηκε σὰν ἀρνί ὅταν ἀρνήθηκε νὰ γίνει μουσουλμάνος καὶ νὰ πολεμήσει ἐναντίον
τῆς Ρωσίας Μαρτύρησε τὸ 1996 τὴ μέρα ποὺ γινόταν 19 ἐτῶν. Παρόλο ὅτι δὲν
μεγάλωσε σὲ εὐσεβὲς περιβάλλον δὲν ἀποχωριζόταν ποτὲ τὸν μικρὸ Σταυρὸ ποὺ τοῦ
χάρισε ἡ γιαγιά του. ̉Απὸ αὐτὸ τὸν σταυρὸ ἀναγνώρισε ἡ μητέρα του τὸ σῶμα του
ποὺ κειτόταν σὲ ἕναν ὁμαδικὸ τάφο μαζί μὲ ἄλλους συστρατιῶτες του. ῾Η κομμένη
κεφαλὴ του εἶχε ταφεῖ ἀπὸ τοὺς ἰσλαμιστὲς
ἀλλοῦ. ῾Η μητέρα του ἄρχισε νὰ ψάχνει γιὰ νὰ βρεῖ τὸ γιὸ της μόλις ἔμαθε
ὅτι ἦταν αἰχμάλωτος στὰ μέσα Φεβρουαρίου τοῦ 1996 καὶ ἐπὶ 9 συνεχεῖς μῆνες. ῞Οτι
ἦταν νεκρὸς τὸ ἔμαθε τὸν Σεπτέμβριο τοῦ 1996. Τότε ἔβαλε ὑποθήκη τὸ σπίτι
της στὴ Μόσχα γιὰ νὰ ἐξασφαλίσει χρήματα, ἀπαραίτητα γιὰ τὶς συναλλαγὲς μὲ
τοὺς ἀντάρτες καὶ ἄρχισε νὰ ψάχνει τὸν τόπο ποὺ ἐτάφη ὁ γιὸς της. ̉Απὸ τὴν ἀρχὴ τῆς ἀναζήτησης της ἦλθε σὲ ἐπαφὴ
μὲ τοὺς ἰσλαμιστές, ταλαιπωρήθηκε πολὺ καὶ ἀπειλήθηκε ἡ ζωὴ της ἀλλὰ τελικὰ
κατάφερε νὰ μιλήσει μὲ τὸν ἴδιο τὸν φονιὰ τοῦ γιοῦ της. Αὐτὸς τῆς εἶπε ὅτι
ὁ Εὐγένιος εἶχε τὴ δυνατότητα νὰ σώσει τὴ ζωὴ του ἀλλὰ ἀρνήθηκε νὰ βγάλει τὸν
Σταυρὸ του καὶ νὰ γίνει μουσουλμάνος κι ὅτι προσπάθησε νὰ δραπετεύσει. ῾Η
μητέρα ἀρνεῖτο νὰ πιστέψει ὅτι ὁ γιὸς της δὲν ζεῖ, ἀκόμα κι ὅταν ἀναγνώρισε τὶς
μπότες του κατὰ τὴν ἐκταφή. ῞Οταν εἶδε ὅμως τὸν Σταυρὸ του στὸ ἀκέφαλο σῶμα του
δὲν ἄντεξε καὶ λιποθύμησε. Τέλος κατάφερε καταβάλλοντας «λύτρα» νὰ τῆς ἐπιτρέψουν
νὰ πάρει τὰ σώματα τοῦ Εὐγένιου καὶ τῶν συντρόφων του καὶ νὰ τὰ μεταφέρει
στὴ Μόσχα ὅπου ἔγινε ἡ κηδεία τους.
Παρακλητικὸς Κανὼν
εἰς τὸν Νεομάρτυρα Εὐγένιον ῾Ροντιόνωφ τὸν ῾Ρῶσον
Ποίημα
τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον,
μεθ̉ ὃ τὸ Θεὸς
Κύριος (τετράκις) καὶ τὰ ἑξής:
῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ… Ἦχος δ´.
Τὸν στρατιώτην τοῦ Χριστοῦ δεῦτε πάντες*
τῶν ̉Ορθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν*
ἐν κατανύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, ὦ Εὐγένιε,* τῆς ̉Εκκλησίας τὸ εὖχος,* ἡμᾶς τοὺς σοὶ
προστρέχοντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου,
θαυμαστέ,* σὺ τῆς ῾Ρωσίας ἀνθὸς ὁ μυρίπνοος.
Δόξα Πατρὶ…
̉ Απολυτίκιον. Ἦχος γʹ. Τῆς ἐρήμου πολίτης.
Τῆς ῾Ρωσίας τὸν
γόνον* ̉Ορθοδόξων τὸ καύχημα,* τῶν Νεομαρτύρων τὸ κλέος*
καὶ πιστῶν τὸ ἀγλάϊσμα,* Εὐγένιον, ὑμνήσωμεν πιστοί,* τὸν νέον
τοῦ Σωτῆρος ἀθλητήν,* τὸν
παρέχοντα ἰάσεις παντοδαπᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ ἀναδείξαντι* πάντων τῶν νόσων ἰατρὸν*
ἀνάργυρον, πανεύφημε
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους
σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος)
Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]
ᾨδὴ α´. Ὺγράν
διοδεύσας…
Προσπίπτω
ὁ τάλας δεητικῶς* πρὸς σὲ Νεομάρτυς* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,*
ἣν τάχος παράσχου σῷ ἱκέτῃ* καὶ ἐκ παγίδων τοῦ ὄφεως ῥῦσαι με.
Τὰς
χείρας μου αἴρω ἱκετικῶς* πρὸς σὲ ὁ ἀχρεῖος
καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν
τάχος, Εὐγένιε, παράσχου,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.
Φιλάνθρωπον Κύριον
καὶ Θεὸν* ἡμῶν τῶν ἀνθρώπων* καθικέτευε ἐκτενῶς* δεόμεθα,
Εὐγένιε, πάντες,* ὅπως ῥυσθῶμεν ἐκ νόσων καὶ θλίψεων.
Θεοτόκιον.
Χαῖρε,
Πανάχραντε Μαριάμ,* ̉Αγγέλων ἡ
δόξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δεόμεθά σου ἀπαύστως οἱ ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου, ἱκέτευε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος ...
Τοῦ πυρὸς τὴν μανίαν*
λιταῖς σου κατάσβεσον,* ἀγρούς, Εὐγένιε, καὶ οἰκίας* σὺ διαφύλαξον,*
ἵνα ὑμνοῦμεν σὲ* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ
στήριγμα* καὶ καταφύγιον.
̉Ορθοδόξων
τὰ τέκνα* καλῶς διαφύλαττε* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* ταῦτα
σὺ τήρησον,* ἵνα πορεύονται* ἐν τῇ ὁδῷ τοῦ Κυρίου* καὶ Αὐτὸν
δοξάζουσι* διὰ τοῦ βίου των.
̉Εκκλησίας
ποιμένας* ταῖς σαῖς λιταῖς φύλαττε* ἐκ τῶν τοῦ ἐχθροῦ τὰς παγίδας*
καὶ τὰ προσκόμματα·* τὰς ἐπιθέσεις δὲ* τῶν κακοτρόπων ἀνθρώπων*
διάλυσον ἅπαντες* σὲ ἱκετεύομεν.
̉Εκ τροχαίου,
Παρθένε,* σὺ διαφύλαττε* πάντας τοὺς
προστρέχοντας πόθῳ* τῇ προστασίᾳ Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν
σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,*
Θεομακάριστε.
Διάσωσον* ἀπὸ κινδύνων, Εὐγένιε, σοῦ ἱκέτας*
ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν ̉Ορθοδόξων
προστάτην.
̉Επίβλεψον*
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,*
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...
Σὺ
πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέους πηγὴ* καὶ
πιστῶν καταφύγιον,* ἐκτενῶς βοῶμεν σοι,* Νεομάρτυς Χριστοῦ Εὐγένιε,
πρόφθασον* καὶ παράσχου ὑγείαν ἀκλινὴν* τοῖς σοι πίστει προσφέγουσι.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...
̉Ορθοδόξους
προστάτευσον,* Νεομάρτυς Εὐγένιε Θεοδόξαστε,* καὶ δεόμεθά σου φύλαττε* ἐκ τῆς ἀνεργίας τοὺς ἱκέτας
σου.
Τὴν
νεότητα φύλαττε* θερμῶς ἱκετεύομεν οἱ ἀνάξιοι* ἐκ παγίδων τοῦ ἀλάστορος,*
Νεομάρτυς ἔνδοξε Εὐγένιε.
̉Εκ τῶν ὄγκων
θεράπευσον* ἡμᾶς τοὺς σοι προσπίπτοντας, Εύγένιε,* καὶ εἰρήνης
καταξίωσον* ̉Ορθοδόξους χώρας,*
χριστοφώτιστε.
Θεοτόκε
Πανάχραντε,* τὸν Υἱὸν Σου πάντες σε ἱκετεύομεν* ἐξευμένησον καὶ
πράϋνον* καὶ ἡμᾶς σωθῆναι καταξίωσον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς...
Στήριξον ἡμᾶς*
ἐν τῇ πίστει, ἱερώτατε,* καὶ τεθλιμένους παραμύθησον* τοὺς πρός
σε πόθῳ καταφεύγοντας.
῎Ελεος αἰτῶ*
καὶ εἰρήνην, ἀξιάγαστε,* καὶ σὲ προβάλλω πρέσβυν πρὸς Θεόν,* ὃν ἐξευμένισον,
Νέομάρτυς Εὐγένιε.
῎Αναρχον
Θεὸν* ἐξευμένησον, Εὐγένιε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,*
ἵνα δοξάζω σε, Μαρτύρων ἀκροθίνιον.
Θεοτοκίον.
Χαῖρε,
Μαριάμ,* Θεοτόκε ̉Αειπάρθενε,*
ὃν ἐγέννησας Χριστὸν διὰ
παντὸς* μὴ ἐλλείπῃς, ἐκμειλίττουσα
ἱκέτας Σου.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
̉Εκ
βλάβης τῶν φρενῶν διαφύλαττε* τὸν ἱκέτην σου, Εὐγένιε μάρτυς,* καὶ
ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* σοῦ
δέομαι γονυκλινῶς* ὁ ἀχρεῖος καὶ δόλιος, πάντιμε.
Στειρώσεις
τῶν γυναικῶν, Εὐγένιε,* θεραπεύει λιταῖς σου ὁ Κτίστης* καὶ ταῖς
ἀτέκναις παρέχει ταχέως* τέκνα, χαράν, ὑγιείαν καὶ δύναμιν˙* διὸ
σὺν σοι, μάρτυς, πιστοὶ* ἀνυμνοῦσι, Χριστὸν τὸν Δομήτορα.
Διστάζω
τούς οὐρανούς, Εὐγένιε,* ἀτενίσαι ὁ ἀχρεῖος καὶ τάλας,* ὅτι ἐποίησα
πάντα προθύμως* ἃ ὁ σατὰν μὲ ὑπέδειξε, ἅγιε,* διὸ σοι προσπίπτω
θερμῶς* καὶ αἰτῶ σαῖς πρεσβείαις, ὁ ἄθλιος.
Θεοτοκίον.
̉Απαύστως
σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδης σὸν ἱκέτην, Παρθένε,* ἀλλὰ
παράσχου ἐμοὶ τῷ ἀθλίῳ* ὑπομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ
δίδου μοι εὐθυπορεῖν* πρὸς ὁδοὺς τοῦ Υἱοῦ Σου, Θεόνυμφε.
Διάσωσον*
ἀπὸ κινδύνων, Εὐγένιε, σοῦ ἱκέτας* ὅτι πάντες δεητικῶς πρὸς σε
καταφεύγομεν* τὸν μέγαν τῶν
̉Ορθοδόξων προστάτην.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα*
δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως, ῾Ο Χορός:
Κύριε, ἐλέησον. (δωδεκάκις). ῾Ο ῾Ιερεύς: ῞Οτι ἐλεήμων… καὶ τὸ
Κοντάκιον. Ἦχος βʹ. Προστασία...
|
Σ |
ὺ
προστάτης τῶν ̉Ορθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Πλαστουργὸν
ἀμετάθετος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλλὰ πρόφθασον,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι˙*
δέχου τὰς παρακλήσεις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ προστάτης
θερμός,* Εὐγένιε, τῶν τιμῶντών σε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Ἦχος δʹ.
ίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται. (δίς)
Στίχος: Πεφυτευμένος ἐν τῷ
οἴκῳ Κυρίου.
|
Δ |
ίκαιος ὡς φοῖνιξ ἀνθήσει
καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ ̉Ιωάννην.(Κεφ.
ιεʹ 17-27, ιςʹ
1-2)
῾Ο Χορός: Δόξα σοι, Κύριε,
δόξα σοι.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλλομαι ὑμῖν,
ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν
μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου
οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ.
Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν˙ εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον
τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι
τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ
πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέρα μου
μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ
εἶχον˙ νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ̉Αλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ
νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω
ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος
μαρτυρήσει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ̉ ἐμοῦ ἐστε.
Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. ̉Αποσυναγώγους ποιήσουσιν ὑμᾶς˙ ἀλλ̉ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν
προσφέρειν τῷ Θεῷ.
Δόξα Πατρὶ καὶ Υἱῷ…
|
Τ |
αῖς τοῦ
Εὐγενίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
|
Τ |
αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,*
ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ
ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...
ὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστάτα*
τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλινῶς αἰτοῦντα βοήθειαν˙*
νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυσίατα*
ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ
ἔχω πλήν σου,* Εὐγένιε μάρτυς,* προπύργιον ἁπάντων τῶν πιστῶν*
καὶ τῆς νεότητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν
λαὸν σου...
῾Ο Χορός: Κύριε ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς...
῾Ο Χορός: ̉Αμήν.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
|
Τ |
ὸν
Χριστὸν ἀπὸ βρέφος* σὺ ἠγάπησας, ἀθλοφόρε Εὐγένιε,* διὸ καὶ τὸν
Σταυρὸν Του* στὸν τράχηλόν σου ἔσχες* καὶ αὐτὸν καθομολόγησας* εἰς
τοὺς ἀπίστους στεῤῥῶς* καὶ μάρτυς ἀνεδείχθης.
υναικῶν
ἀτεκνίαν* θεραπεύεις ταχέως,* πανευωδέστατε,* διὸ καὶ αἱ
ποθοῦσαι* υἱοὺς καὶ θυγατέρας* πρὸς σὲ σπεύδουσι ᾄδουσαι˙* Χαῖρε, πιστῶν ἡ χαρὰ*
καὶ τῆς ῾Ρωσίας δόξα.
ργατῶν τοῦ Κυρίου* ἀνεδείχθης
προστάτης,* Εὐγένιε ἔνδοξε,* καὶ τούτοις σὺ παρέχεις* ὑγείαν
καὶ σοφίαν,* ἵνα πᾶσι κηρύττουσι* τὰ μεγαλεῖα Χριστοῦ* πρὸς
δόξαν τοῦ Δεσπότου.
ητροπάρθενε
Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δεόμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων*
καὶ σὲ δοξολογοῦντων* καὶ ἁπαύστως βοῶντων
σοι˙* Χαῖρε, λιμὴν ἀσφαλὴς* ἡμῶν τῶν ̉Ορθοδόξων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
ὸν Βασιλέα καὶ Ποιητὴν ἐκδυσώπει* τοῦ δοθεῖναι ἱκέταις εἰρήνην,* ἵνα σὺν ̉Αγγέλοις* δοξάζωμεν Τριάδαν.
̒Ελλήνων χώρα*
ἐκ τῶν κυκλοῦντων ἐχθρῶν της* σὺ προστάτευσον, μάρτυς, λιταῖς σου*
καὶ πᾶσι παράσχου* εἰρήνην καὶ γαλήνην.
̉Αδυναμίας* τῶν
μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς
γονέας* χαρὰν παρέχει, μάρτυς.
Θεοτοκίον.
ὴν Θεοτόκον* τῶν ̉Ορθοδόξων τὰ πλήθη*
ἀνυμνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε, Θεομῆτωρ,* πιστῶν χαρὰ καὶ
κλέος.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...
εράπευσον
τὰ πάθη,* τὰς ἀδυναμίας* καὶ τῆς ψυχῆς μου τὰ ἔλκη, σεμνέ˙*
ἵνα ἁπαύστως δοξαζω* σέ, μάρτυς Εὐγένιε.
|
Μ |
ετάνοιαν
οὐκ ἔχω* διὸ καὶ πτοοῦμαι* καὶ κατάφεύγω τῇ σκέπῃ σου, ἔνδοξε,*
ἣν σὺ ταῖς λιταῖς σου παράσχου,*
μάρτυς Εὐγένιε.
|
Π |
αράσχου
σῷ ἱκέτῃ* πίστιν καὶ ἀγάπην* ὡς καὶ ἐλπίδαν, Εὐγένιε πάντιμε,*
καὶ τοῖς νοσοῦσι σὺ δίδου* ὑγείαν, ἔνδοξε.
Θεοτοκίον.
̒Ημᾶς τοὺς
̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον*
ἰδεῖν οἱ ἀχρείοι,* Θεομακάριστε.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,*
τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν
τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν
Λόγον τεκοῦσαν,* τὴν ὄντως
Θεοτόκον σὲ μεγαλύνομεν.
Χαίροις
Νεομάρτυς, τοῦ ̉Ιησοῦ˙* ῾Ρωσίας κλέος* καὶ ῾Ελλήνων καταφυγή.*
Χαίροις τῶν νοσούντων* ἀνάργυρος θεράπων,* Εὐγένιε τρισμάκαρ,*
πιστῶν τὸ στήριγμα.
Διὰ τὴν ἀγάπην τοῦ
̉Ιησοῦ* διωγμοὺς ὑπέστης* καὶ μαρτύρια πολλαπλά˙* σὺ καὶ τὴν
ζωὴν σου* προσέφερες τῷ Κτίστῃ* διὸ σὺν τοῖς ̉Αγγέλοις* νῦν
κατευφρένεσαι.
Πάντες οἱ ̉Ορθόδοξοι, θαυμαστέ,* Εὐγένιε μάρτυς*
σου δεόμεθα ταπεινῶς˙* καὶ πόθῳ αἰτοῦμεν* χαρὰν τε καὶ εἰρήνην*
ἃ διὰ σοῦ, ὁ Κτίστης,* παρέχει, ἔνδοξε.
Δύναμιν ἀντλοῦσι
Χριστιανοὶ* προσπίπτοντες πόθῳ* πρὸ εἰκόνος σου τῆς σεπτῆς,*
Εὐγένιε μάκαρ,* τῶν ὀρφανῶν προστάτα*
καὶ πάντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου*
̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,*
ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: ῞Αγιος ὁ Θεός, ... (τρίς). Δόξα Πατρὶ... Παναγία Τριάς,..., Κύριε, ἐλέησον (τρίς). Δόξα Πατρὶ...
Πάτερ ἡμῶν,... ὁ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν... Ὁ Χορός: ̉Αμήν.
Καὶ τὸ ̉Απολυτίκιον. Ἦχος γʹ. Τῆς ἐρήμου πολίτης.
|
Τ |
ῆς ῾Ρωσίας τὸν γόνον* ̉Ορθοδόξων τὸ
καύχημα,* τῶν Νεομαρτύρων τὸ κλέος καὶ πιστῶν τὸ ἀγλάϊσμα,* Εὐγένιον,
ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοὺς
πίστει ἀνακράζοντας·* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ ἀναδείξαντι* πάντων τῶν νόσων ἰατρὸν* ἀνάργυρον,
πανεύφημε
Δέησις ὑπό τοῦ ῾Ιερέως καί ἐν συνεχείᾳ μικρὰ ἀπόλυσις.
Τῶν πιστῶν ἀσπαζομένων
τὰς ἱερὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.
Δέχου παρακλήσεις ἱκετῶν,*
δέχου ̉Ορθοδόξων δεήσεις* ὦ, Νεομάρτυς Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔχομεν*
πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως,
φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε Εὐγένιε, σπεῦσον*
ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου*
καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ
τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ
Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉ Αμήν
[1]. Εἰς τὰ δύο πρῶτα
τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα:
Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου