῾Ιερὰ Μονὴ Κοιμήσεως Θεοτόκου Σταγιάδων Τρικάλων.
Εἰς τὴν περιοχὴ τῶν Χασίων
βρίσκεται ἡ ῾Ι. Μ. Σταγιάδων, βορειοδυτικὰ τῆς Καλαμπάκας, ποὺ εἶναι κτισμένη
σὲ ὑψόμετρο 750 μ. Τὸ μοναστήρι ἀρχικὰ ἦταν ἀνδρικὸ ἀλλὰ τὸ 1968 μὲ ἐνέργειες
τοῦ τότε ἁγίου Μητροπολίτου Τρίκκης καὶ Σταγῶν κυροῦ Διονυσίου μετατράπηκε σὲ
γυναικεῖο, ἐπειδὴ κοιμήθηκε καὶ ὁ τελευταῖος μοναχὸς του.
Πρώτη καθηγουμένη ἦταν ἡ μοναχὴ Θεονύμφη ἡ ὁποία
μὲ τὴν βοήθεια τῶν ἀδελφῶν τὸ ἔδωσαν νέα ζωὴ καὶ τὸ ἔκαναν γνωστὸ πέρα ἀπὸ τὴν περιοχὴ
του. Σήμερα ἡ μονὴ δέχεται προσκυνητὲς ἀπὸ ὅλα τὰ μέρη τῆς πατρίδας μας ποὺ
καταφεύγουν σ̉ αὐτὴν γιὰ νὰ προσκυνήσουν τὴν θαυματουργὸ εἰκόνα τῆς Θεοτόκου καὶ
νὰ ζητήσουν ἀπὸ τὴν χάρη Της ὑγεία καὶ ὅτι ἄλλο ἐπιθυμοῦν.
Τὸ καθολικὸ τῆς Μονῆς, ποὺ εἶναι στὸ κέντρο
τοῦ περιβόλου της, εἶναι ἀφιερωμένο στὴν Μητέρα τοῦ Κυρίου μας, εἶναι σταυροειδὴς
τετράστυλος μὲ ἀρίστης τέχνης τοιχογραφίες. ῾Ο νάρθηκας τοῦ καθολικοῦ εἶναι διακοσμημένος
μὲ τοιχογραφίες τῶν μέσων τοῦ 18ου αἰ, ἀπὸ τὸν Χιοναδίτη ζωγράφο Μιχαὴλ τοῦ
Μιχαήλ.
Κατὰ τὴν
παράδοση τὸ μοναστήρι χτίστηκε τὸ 1004, γι̉ αὐτὸ τὸ 2004 τὸ μοναστήρι γιόρτασε πανηγυρικὰ τὰ χίλια
χρόνια τῆς παρουσίας του.
Τὸ μοναστήρι πανηγυρίζει στὶς 15 Αὐγούστου .
Παρακλητικὸς Κανὼν
εἰς τὴν ῾Υπεραγίαν Θεοτόκον
τῆς ῾Ιερᾶς Μονῆς Σταγιάδων Τρικάλων.
Ποίημα Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται
ὁ Ψαλμὸς ρμβ´ (142ος) Κύριε, εἰσάκου-σον ...
εἶτα ὁ Χορὸς λέγει τὸ : Θεὸς Κύριος, ... (τετράκις) Ἦχος δ´, ἐν συνεχείᾳ τὰ
παρόντα Τροπάρια.
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
̉Εν τῇ Μονῇ τῶν Σταγιάδων πάντες προσέλθωμεν* καὶ τῇ εἰκόνι
τῆς Θεοτόκου προσπέσωμεν* ἐν μετανοίᾳ κράζοντες ἐκ μέσης ψυχῆς,* Πάναγνε, θεράπευσον* σοὺς ἀχρείους ἱκέτας,*
σπεῦσον καὶ βοήθησον* τοὺς θερμῶς σὲ βοῶντας* μὴ ἀποστρέψῃς ἱκέτας κενοὺς*
σὲ γὰρ προστάτιν καὶ φύλακα ἔχομεν.
Δόξα Πατρὶ …
Ἀπολυτίκιον. Ἦχος
α’. Τῆς ἐρήμου πολίτης ...
Σταγιάδων
Μονὴ χαῖρε,* ἐν τοῖς κόλποις κατέχουσα,* ὥσπερ θησαυρὸν μέγα σφόδρα* Θεοτόκου
εἰκόνισμα* πρὸς ὃ καταφεύγουσι πιστοὶ* αἰτοῦντες ὑγιείαν δαψιλή,* ὡς καὶ
τέκνα ἀναθρέψαι θεοφιλῶς* διὸ πάντες βοῶμεν σοι˙* Χαῖρε, ῎Αχραντε Μῆτερ τοῦ
Θεοῦ˙* Χαῖρε, ̉Αγγέλων τὸ καύχημα˙* Χαῖρε,
τῶν ̉Ορθοδόξων σὺ φρουρὸς ὁ ἀνύστακτος.
Καὶ νῦν καὶ ἀεὶ … Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε,
Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,*
τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;*
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ Ὑγρὰν
διοδεύσας…
Τὰς
χείρας μου αἵρω ἱκετικῶς* πρὸς σέ, Θεοτόκε,* καὶ αἰτοῦμαι
σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ* Μονῆς Σταγιάδων, φρουρὲ ἀκατάβλητε.
Τὴν σήν, Θεοδόξαστε Μαριάμ,* θερμὴν
προστασίαν* ὁ ἀχρεῖος θερμῶς ποθῶ* ἣν σὺ παράσχου
τῷ σῷ ἱκέτῃ,* Μονῆς Σταγιάδων, κλέος καὶ καύχημα.
Τὰ πάθη ἐκύκλωσαν τὴν ψυχήν, * ἐμοῦ
τοῦ ἀθλίου,* διό τρέμω καὶ δηλιῶ* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρός τῆς
κολάσεως.
Μονὴν Σταγιάδων, Θεοῦ τροφέ,*
κατέστησας, Κόρη, ἰατρεῖον ἀσθενειῶν,* διὸ οἱ ποθοῦντες ὑγιείαν* μετὰ δακρύων
ἐν ταύτῃ προσέρχονται.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
Προστασίαν οὐκ ἔχω παρ̉ οὐδενός, ῎Αχραντε,* διὸ σοι καταφεύγω ὁ
τάλας,* Κόρη πανύμνητε,* καὶ
ταπεινῶς ἐκζητῶ * τὴν σὴν βοήθειαν, Μῆτερ,* ἣν σὺ παράσχου, Δέσποινα,* τάχος ἱκέτῃ
Σου.
̉Εν Μονῇ Σταγιάδων* ἱκετικῶς ἅπαντες*
καὶ γονυκλινῶς,
Θεοτόκε,* πόθῳ προσφεύγουσι* καὶ
ἐκζητοῦσι θερμῶς* ἀμπλακημάτων τὴν λύσιν* καὶ δεσμῶν τοῦ ὄφεως,* Κόρη Πανύμνητε.
Τὴν μονὴν σου, Παρθένε,*
ἐκ πειρασμῶν φύλαττε* καὶ τὰς ἐν αὐτῇ ἀσκουμένας*
σκέπε, Φιλάγαθε.* Τοὺς δὲ εἰσιόντας ἐν αὐτῇ* τέλη ἀνώδυνα δίδου* καὶ εἰρήνην δώρησαι,* ὤ Θεοδόξαστε.
Θεοτοκίον.
῾Ραθυμίας
ἐργάτης,* κατέστην ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω*
καὶ πόθῳ δέομαι,* σπεῦσον ταχὺ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν
Σου, ῎Αχραντε, Σὺ ἐξευμένισον.
Διασωσον* ἐκ πάσης
νόσου ἱκέτας Σου, Θεομήτωρ,* ὅτι πάντες πρὸς Σὲ καταφεύγομεν* ὡς ἔχουσα
τῷ Θεῷ παῤῥησίαν.
̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις ὑπὸ τοῦ Ἱερέως καὶ
τὸ κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ.
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ κόσμου
καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* Θεοδόξαστε κόρη, πρόφθασον* καὶ ἐκ κινδύνων
λύτρωσαι ἡμᾶς,* Παρθένε, Σταγιάδων τὸ
καύχημα.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Τῶν
παθῶν μου τὸν τάραχον,* Θεοτόκε ῎Αχραντε, καταπράϋνον* καὶ τὸν κλείδωνα κατεύνασον*
τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.
Τὴν Μονὴν Σου ἀνάδειξον* τῆς
̉Ορθοδοξίας τεῖχος ἀπόρθητον* καὶ τὰς ἐν αὐτῇ ἀσκουμένας* μετὰ Σου
οἰκίσαι καταξίωσον.
῾Υπὲρ πάντων ἱκέτευε* τὸν
Υἱὸν σου, κόρη ἀξιοτίμητε,* καὶ τὰς τύψεις μου κατεύνασον* διὰ μετανοίας,
Θεονύμφευτε.
Θεοτοκίον.
Θεοτόκε
πανάχραντε,* τὸν υἱὸν σου σκέπε καὶ διαφύλαττε* καὶ τὸ στόμα μου διάνοιξον,*
τοῦ δοξάζειν Σε Θεοκοινώνητε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Δώρησον καμέ* ὑγιείαν
καὶ ταπείνωσιν,* πνεῦμα συνέσεως καὶ φόβον Θεοῦ*, ἵνα ὑμνῶ σὲ ἀπαύστως, Παρθένε
Δέσποινα.
῾Ρήματα Θεοῦ* διετήρεις
ἐν τῇ καρδίᾳ σου,* Παρθενομῆτερ ἀξιάγαστε,* τοῦτο ἀξίωσον
κἀγώ ποιῆσαι δέομαι.
῞Υπνον
ἐλαφρὸν* καὶ
ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
Θεοτοκίον.
῎Αχραντε
θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,*
ἀπαύστως Μαριάμ, προστάτευσον.
ᾨδὴ στʹ. Τὴν δέησιν.
Παρθένε, τῶν Σταγιάδων
προστάτα* σοὶ προσέρχομαι ἐν πόθω καὶ πίστει* καὶ ἐκζητῶ σὴν βοήθειαν, Μῆτερ,*
ἵνα ρυσθῶ ἐκ τῶν θλίψεων τάχυον,* ἐκ νόσων τὲ καὶ πειρασμῶν* καὶ ποικίλων παγίδων
τοῦ ὄφεως.
Θανάτου τοῦ αἰφνιδίου
ρῦσαι με* τὸν ἀνάξιον ἱκέτην σου, Μῆτερ,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων*
τοῦ ἀρχεκάκου ἐχθροῦ τάχος μὲ λύτρωσον,* ὦ κλέος τῶν χριστιανῶν,* ἐκ τῶν παθῶν λιταῖς σου διάσωσον.
Παρθένε, σοι καταφεύγομεν
πάντες* καὶ πρὸς σὲ χείρας αἴρομεν πόθῳ* τὸν σὸν Υἱὸν καθικέτευε, κόρη,* ἵνα ῥυσθῶμεν
ἡμεῖς οἱ ἀχρείοι ἱκέται σου* ἐκ πάντων τῶν
διαπλοκῶν,* ἃς ὁ ὄφις ἐκφαίνει, Πανύμνητε.
Θεοτοκίον.
Νευρώσεις
Σύ, ἀπελαύνεις, Ἄχραντε,* καὶ
τὰς νόσους θεραπεύεις Σῶν δούλων,* καὶ ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις,* ἀκαταπαύστως
βοήθειαν ἔνδοξε˙* Σοῦ δέομαι ὁ δυσμενής,*
τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.
Διάσωσον* ἐκ πάσης
νόσου ἱκέτας Σου, Θεομήτωρ,* ὅτι πάντες πρὸς σὲ καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ
παῤῥησίαν.
῎Αχραντε,*
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ εἶτα τὸ
Κοντάκιον. Ἦχος β´. Προστασία.
Σὺ προστάτις τῶν
χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς Θεὸν, Παρθένε, ταχύτατος,* μὴ παρίδης
ἁμαρτωλῶν ἱκέτιδας φωνᾶς,* ἀλλὰ πρόφθασον, ὦ Μαριάμ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν
θερμῶς δεομένων σοί.* Λῦσον σὺ τὰς στειρώσεις* καὶ τέκνα πιστοῖς παράσχου,*
Μονῆς Σταγιάδων φρουρὲ* καὶ πιστῶν δόξα καὶ καύχημα.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ’.
Μνησθήσομαι
τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου,
καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους
σου.
Τοῦ
ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
῾Ο ῾Ιερεύς:
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως …
῾Ο Χορός:
Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Ἐκ
τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ ̉Ανάγνωσμα.
Πρόσχωμεν.
῾Ο Χορός:
Δόξα σοι, Κύριε δόξα σοι.
̉Εν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη
εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον
Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ˙ καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν
τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου
ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξί,
καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ
τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά
μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα,
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει
ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι
ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ˙ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
῾Ο Χορός:
Δόξα σοι, Κύριε δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ… Ἦχος β´.
Ταῖς τῆς Παναχράντου,
πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου,
πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός
σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπης μέ,* Μονῆς
Σταγιάδων τὸ κλέος* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους
σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι ἀρχεκάκου τὰ τοξεύματα˙*
σκέπην οὐ κέκτημαι,* οὐδὲ ποὺ προσφύγω, Θεόνυμφε,* πάντοθεν πολεμούμενος*
καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοτόκε,* ἀκοίμητε προστάτα καὶ
φρουρὲ* τῶν δεομένων σοί, εὔσημε,* καὶ εὐχὰς ἐκπλήρωσον.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν
σου …
Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).
Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…
Καὶ αἱ λοιπαὶ ᾨδαὶ τοῦ Κανόνος
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Θεοτόκε Παρθένε* σοι προσπίπτομεν
πάντες θερμῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤῥος ὁμολογίας* ὡς καὶ
πίστιν ἀκλόνητον˙* ἵνα δοξάζωμεν Σέ* τό εὔχος τῶν ̉Αγγέλων.
̉Ατεκνία γυναίων* σὺ παρέχεις τὴν
λύσιν, πανευωδέστατε,* διὸ καὶ αἱ ποθοῦσαι υἱοὺς καὶ θυγατέρας πρὸς σὲ ἔρχονται ᾄδουσαι˙* Χαῖρε, Μῆτερ Θεοῦ,*
Μονῆς Σταγιάδων κλέος.
̉ Εκ τροχαίου ἱκέτας* σὺ
προστάτευσον, Μῆτερ ἀειμακάριστε* καὶ πᾶσι τοῖς αἰτοῦσι* μετάνοιαν παράσχου,*
ἵνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Θεοτοκίον.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, θερμῶς
δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ βοῶμεν σοι˙* Χαῖρε Παρθένε ἁγνή* πιστῶν ἡ βακτηρία.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Παρθενομῆτερ,*
τῶν Σταγιάδων τὸ κλέος* μοναζόντων τὰ πλήθη ὑμνοῦσι* καὶ θερμῶς αἰτοῦσι* λιταῖς
Σου πρὸς τὸν Κτίστην.
Σὲ Θεοτόκε* τοῦ Πλαστουργοῦ τὴν
Μητέρα* ἱκετεύομεν πάντες βοῶντες* παράσχου ἱκέταις* τὴν ἄνωθεν εἰρήνην.
Τοὺς ̉Ορθοδόξους* ἐκ τῶν χειρῶν ἀρχεκάκου,*
Θεοτόκε, διάσωσον τάχος* αἰτούμεθα πίστει* καὶ πόθῳ, Χριστονύμφη.
Θεοτοκίον.
Τῶν Σταγιάδων* τὴν Μονήν,
Δεδοξασμένη,* Σὺ ἀνάδειξον, Κόρη, λιμένα*
ἡμῶν τῶν εἰσιόντων* ἐν ταύτῃ μετὰ δέους.
ᾨδὴ θʹ. Κυρίως
Θεοτόκον.
Πανάχραντε
Παρθένε* Μῆτερ τοῦ ῾Υψίστου,* σὲ ἱκετεύομεν πάντες δεόμενοι* ἐκ τῶν χειρῶν τῶν
δαιμόνων* ῥῦσαι ἱκέτας σου.
῾Ημῶν
τῶν ἐν ἀνάγκαις* ὄντων Θεοτόκε,* σὺ εἶ προστάτις ἀκοίμητος, κόρη σεμνή,* καὶ τῶν
ἀλγοῦντων θεράπων,* σὺ ὁ ἀλάνθαστος.
Τὰ τέκνα ̉Ορθοδόξων* σὲ
καθικετεύω* ἐκ τῆς ἀπιστίας, Μῆτερ, διάσωσον* καὶ εἰς νομὰς τοῦ
Κυρίου* ταύτα ὁδήγησον.
Θεοτοκίον.
̉Αμόλυντε
Μαρία,* Μῆτερ, τοῦ ῾Υψίστου* τοὺς ὀφθαλμοὺς ἀλλοδόξων διάνοιξον,* καὶ ἐν τῆ
πίστει ἡμῶν* ὁδήγησον,
Παρθένε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,*
μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ
Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
῎Εφορος
προστάτις τε καὶ φρουρὸς*
Μονῆς Σταγιάδων* ἀνεδείχθης σύ, Μαριάμ,* διὸ πιστῶν τὰ πλήθη*
προσέρχονται ἐκεῖσε* καὶ πόθῳ ἀνυμνοῦσι* τὰ μεγαλεῖα Σου.
Πάντων τῶν νοσοῦντων ἡ
ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις ἡ προστάτις καὶ βοηθός˙* χηρῶν τε καὶ πενήτων* ἀνύστακτος
τροφέας* καὶ ̉Ορθοδόξων δόξα,* ἐδείχθης,
Δέσποινα.
̉Εκτενῶς ἱκέτευε τὸν Θεὸν*
ὑπὲρ τῆς Ἑλλάδος* εἰρηναίαν αὐτὴν τηρεῖν* καὶ λυτροῦσθαι πάντων* δεινῶν τὲ
καὶ κινδύνων,* μοναζουσῶν τὸ κλέος,* Μαρία ἔνδοξε.
̉Ατεκνίαν λύεις τῶν
γυναικῶν,* ῎Αχραντε Μαρία,* ̉Ορθοδόξων καταφυγή,* σὺ καὶ τὰς ἰάσεις* παρέχεις
ἀδαπάνως* τοῖς πίστει προσιοῦσι* εἰς τὴν εἰκόνα σου.
Δέσποινα
καὶ Μῆτερ τοῦ ̉Ιησοῦ* πάντων παρακλήσεις* σὺ προσάγαγε σῷ Υἱῷ*
καὶ ἐκ τῶν κινδύνων* διάσωσον Σὴν μάνδραν* τὴν ἐν τοῖς Σταγιάδες*
κειμένην, ἔνδοξε.
Πᾶσαι
τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι
Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε
πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα
ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί, Πάτερ ἡμῶν, καὶ ὁ Ἱερεύς: Ὅτι
Σοῦ ... καὶ
τό Ἀπολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης...
Σταγιάδων Μονὴ χαῖρε, ἐν τοῖς
κόλποις κατέχουσα,* ὥσπερ θησαυρὸν μέγα σφόδρα* Θεοτόκου εἰκόνισμα* πρὸς ὃ
καταφεύγουσι πιστοὶ* αἰτοῦντες ὑγιείαν δαψιλή,* ὡς καὶ τέκνα ἀναθρέψαι θεοφιλῶς*
διὸ πάντες βοῶμεν σοι˙* Χαῖρε, ῎Αχραντε Μῆτερ τοῦ Θεοῦ˙*
Χαῖρε, ̉Αγγέλων τὸ καύχημα˙*
Χαῖρε, τῶν ̉Ορθοδόξων σὺ φρουρὸς ὁ ἀνύστακτος.
Δέησις καὶ ἐν συνεχείᾳ ̉Απόλυσις, τῶν δὲ πιστῶν ἀσπαζομένων
τὰς εἰκόνας ψάλλομεν:
Χαῖρε, Θεοτόκε
Μαριάμ,* Χαῖρε, ὀρθοδόξων προστάτα* καὶ τῶν πιστῶν ἡ φρουρός,* ἄλλην γὰρ οὐκ ἔχομεν
ἁμαρτωλοὶ πρὸς Θεὸν* ἐν κινδύνοις καὶ θλίψεσιν* ἀεὶ
μεσιτείαν* οἱ κατατρυχόμενοι ὑπό ποικίλων παθῶν* σπεῦσον καὶ ἀτέκνοις παράσχου,*
τέκνα, Θεοδόξαστε κόρη,* ὡς καί ὑγιείαν, Θεονύμφευτε.
Ἦχος πλ. δʹ.
Δέσποινα προσδεξαι,* τὰς
δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἠμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος βʹ.
Τὴν πάσαν ἐλπίδα μου,*
εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δί ̉̉ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
[1]. Εἰς τὰ δύο πρῶτα
τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς, εἰς δὲ τὰ
δύο τε-λευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου