Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα, 24 Ιανουαρίου 2011

ΕΥΧΗ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ

ΣΠΑΝΙΑ ΡΩΣΙΚΗ ΕΙΚΟΝΑ ΜΕ ΤΗΝ ΔΗΜΙΟΥΡΓΙΑ ΤΟΥ ΑΝΘΡΩΠΟΥ
ΚΑΙ ΤΗΝ ΘΛΙΨΗ ΤΟΥ ΘΑΝΑΤΟΥ

Μετά τούτων τῶν μακαρίων Δυνάμεων, Δέσποτα
φιλάνθρωπε, καί ἡμεῖς οἱ ἁμαρτωλοί βοῶμεν καί λέγομεν·

Αγιος εἶ, ὡς ἀληθῶς, καί πανάγιος, καί οὐκ ἔστι
μέτρον τῇ μεγαλοπρεπείᾳ τῆς ἁγιωσύνης σου, καί ὅσιος
ἐν πᾶσι τοῖς ἔργοις σου, ὅτι ἐν δικαιοσύνῃ
καί κρίσει ἀληθινῇ πάντα ἐπήγαγες ἡμῖν·
πλάσας γάρ τόν ἄνθρωπον,

χοῦν λαβών ἀπό τῆς γῆς, καί εἰκόνι τῇ σῇ ὁ Θεός,
τιμήσας, τέθεικας αὐτόν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς,
ἀθανασίαν ζωῆς, καί ἀπόλαυσιν αἰωνίων ἀγαθῶν, ἐν τῇ
τηρήσει τῶν ἐντολῶν σου, ἐπαγγειλάμενος αὐτῷ· ἀλλά
παρακούσαντα σοῦ τοῦ ἀληθινοῦ Θεοῦ, τοῦ κτίσαντος
αὐτόν, καί τῇ ἀπάτῃ τοῦ ὄφεως ὑπαχθέντα, νεκρωθέντα
τε τοῖς οἰκείοις αὐτοῦ παραπτώμασιν, ἐξώρισας αὐτόν
ἐν τῇ δικαιοκρισίᾳ σου, ὁ Θεός, ἐκ τοῦ παραδείσου εἰς
τόν κόσμον τοῦτον,
καί ἀπέστρεψας εἰς τήν γῆν, ἐξ ἧς
ἐλήφθη, οἰκονομῶν αὐτῷ τήν ἐκ παλιγγενεσίας
σωτηρίαν, τήν ἐν αὐτῳ τῷ Χριστῷ σου. Οὐ γάρ ἀπεστράφης
τό πλάσμα σου εἰς τέλος, ὅ ἐποίησας, ἀγαθέ,
οὐδέ ἐπελάθου ἔργου χειρῶν σου,
ἀλλ᾿ ἐπεσκέψω πολυτρόπως,
διά σπλάγχνα ἐλέους σου.


Προφήτας ἐξαπέστειλας· ἐποίησας δυνάμεις
διά τῶν ἁγίων σου, τῶν καθ᾿ ἑκάστην
γενεάν εὐαρεστησάντων σοι· ἐλάλησας ἡμῖν διά στόμα-
τος τῶν δούλων σου τῶν προφητῶν, προκαταγγέλλων
ἡμῖν τήν μέλλουσαν ἔσεσθαι σωτηρίαν· νόμον ἔδωκας
εἰς βοήθειαν· Αγγέλους ἐπέστησας φύλακας.

῞Οτε δέ ἦλθε τό πλήρωμα τῶν καιρῶν, ἐλάλησας ἡμῖν ἐν αὐτῷ
τῷ Υἱῷ σου, δι᾿ οὗ καί τούς αἰῶνας ἐποίησας· ὅς, ὤν ἀ-
παύγασμα τῆς δόξης σου, καί χαρακτήρ τῆς ὑποστάσε-
ώς σου, φέρων τε τά πάντα τῷ ρήματι τῆς δυνάμεως
αὑτοῦ, οὐχ ἁρπαγμόν ἡγήσατο, τό εἶναι ἴσα σοί τῷ Θεῷ
καί Πατρί· ἀλλά, Θεός ὤν προαιώνιος, ἐπί τῆς γῆς ὤ-
φθη, καί τοῖς ἀνθρώποις συνανεστράφη· καί ἐκ Παρθέ-
νου ἁγίας σαρκωθείς, ἐκένωσεν ἑαυτόν, μορφήν δούλου
λαβών, σύμμορφος γενόμενος τῷ σώματι τῆς ταπεινώ-
σεως ἡμῶν, ἵνα ἡμᾶς συμμόρφους ποιήσῃ τῆς εἰκόνος
τῆς δόξης αὐτοῦ.

᾿Επειδή γάρ δι᾿ ἀνθρώπου ἡ ἁμαρτία
εἰσῆλθεν εἰς τόν κόσμον, καί διά τῆς ἁμαρτίας ὁ θάνα-
τος, ηὐδόκησεν ὁ μονογενής σου Υἱός, ὁ ὤν ἐν τοῖς
κόλποις σοῦ τοῦ Θεοῦ καί Πατρός, γενόμενος ἐκ γυναι-
κός, τῆς ἁγίας Θεοτόκου καί ἀειπαρθένου Μαρίας, γενό-
μενος ὑπό νόμον, κατακρῖναι τήν ἁμαρτίαν ἐν τῇ σαρκί
αὑτοῦ, ἵνα οἱ ἐν τῷ ᾿Αδάμ ἀποθνήσκοντες, ζωοποιηθῶ-
σιν ἐν αὐτῷ τῷ Χριστῷ σου· καί ἐμπολιτευσάμενος τῷ
κόσμῳ τούτῳ, δούς προστάγματα σωτηρίας, ἀποστήσας
ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, προσήγαγε τῇ ἐπιγνώσει
σοῦ τοῦ ἀληθινοῦ Θεοῦ καί Πατρός, κτησάμενος ἡμᾶς
ἑαυτῷ λαόν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅ-
γιον· καί καθαρίσας ἐν ὕδατι, καί ἁγιάσας τῷ Πνεύματι
τῷ ῾Αγίῳ, ἔδωκεν ἑαυτόν ἀντάλλαγμα τῷ θανάτῳ, ἐν ᾧ
κατειχόμεθα, πεπραμένοι ὑπό τήν ἁμαρτίαν· καί κατελ-
θών διά τοῦ σταυροῦ εἰς τόν ᾅδην, ἵνα πληρώσῃ ἑαυτοῦ
τά πάντα, ἔλυσε τάς ὀδύνας τοῦ θανάτου· καί ἀναστάς
τῇ τρίτῃ ἡμέρᾳ, καί ὁδοποιήσας πάσῃ σαρκί τήν ἐκ νε-
κρῶν ἀνάστασιν, καθότι οὐκ ἦν δυνατόν κρατεῖσθαι ὑ-
πό τῆς φθορᾶς τόν ἀρχηγόν τῆς ζωῆς, ἐγένετο ἀπαρχή
τῶν κεκοιμημένων, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα ᾗ
αὐτός τά πάντα ἐν πᾶσι πρωτεύων· καί ἀνελθών εἰς
τούς οὐρανούς, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης σου
ἐν ὑψηλοῖς· ὅς καί ἥξει, ἀποδοῦναι ἑκάστῳ
κατά τά ἔργα αὐτοῦ. Κατέλιπε δέ ἡμῖν ὑπομνήματα τοῦ σωτηρίου
αὑτοῦ πάθους ταῦτα, ἅ προτεθείκαμεν ἐνώπιόν σου, κα
τά τάς αὐτοῦ ἐντολάς.

Μέλλων γάρ ἐξιέναι ἐπί τόν ἑκούσιον, καί ἀοίδιμον,
καί ζωοποιόν αὐτοῦ θάνατον, τῇ
νυκτί, ᾗ παρεδίδου ἑυατόν ὑπέρ τῆς τοῦ κόσμου ζωῆς,
ρῶν, καί ἀναδείξας σοί τῷ Θεῷ καί Πατρί,
εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας

Δεν υπάρχουν σχόλια: