Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 13 Αυγούστου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΣΤΟΝ ΕΣΠΕΡΙΝΌ . ΑΠΟΣΤΡΟΦΉ.


Ἀποστροφὴ


Ἐκ τῆς τούτων ἁπάντων μεγαλουργίας σου ἀκατάληπτε τρισυπόστατε Κύριε, καὶ τῆς ἐν αὐτοῖς διατάξεως καὶ καλλονῆς καὶ προνοίας σου, ὡς δι᾽ ἐσόπτρων ἡμεῖς οἱ πτωχοὶ τὴν φύσιν, τὴν ἄπειρόν σου δύναμιν καὶ σοφίαν καὶ ἀγαθότητα κατανοοῦντες, ὁδῷ καὶ τάξει κατὰ δύναμιν ἄνιμεν, ἐπὶ τῇ πάντων ὑπερεπέκεινα καὶ ὑπεράκρως ἀφαιρέσει καὶ ὑπεροχῇ, ἐπὶ σὲ τὸν ὑπὲρ πᾶσαν ὑπεράρχιον θέωσιν κατὰ πᾶσαν ὑπερούσιον ὑπεροχὴν ἐν ὑπερφώτοις γνό-
φοις ἀοράτως ὑπεριδρυμένον· καὶ πανταχοῦ ὄντα καὶ τὰ
σύμπαντα περιέχοντα καὶ οὐδαμοῦ καταλαμβανόμενον· τὸν
πάντων αἴτιον καὶ πάντων τῶν ὄντων καὶ τῶν αἰώνων αὐτοϋπερούσιον τρισσοφαῆ βασιλέα, καὶ μετὰ δέους καὶ ἀγαλλιάσεως προσκυνοῦντες, δοξάζομεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ μεγαλύνομεν, τὸ ὑπεράναρχον καὶ
ὑπεράπειρον καὶ παντοδύναμον κράτος τῆς βασιλείας σου.

Δεν υπάρχουν σχόλια: