Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 13 Αυγούστου 2022
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΣΤΟΝ ΕΣΠΕΡΙΝΌ . ΣΤΙΓΜΉ ΔΕΎΤΕΡΗ ΕΚ ΤΟΎ ΔΙΟΝΥΣΊΟΥ
Στιγμὴ δευτέρα.
(Ἐκ τοῦ Διονυσίου)
Εὐλογημένος εἶ καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος· ὁ τὰς ἀνωτάτω καὶ πρώτας οὐσίας καὶ εἰς τὸ εἶναι παραγαγὼν καὶ τῇ περὶ αὐτὰς ἱδρύσει ἐν ἀσχέτῳ συνοχῇ περιδεδραγμένος· ὁ τὰς ὅλας αὐτῶν ἁγίας διακοσμήσεις ἐν
ζυγῷ καὶ μέτρῳ θεαρχικῷ νεύματι ἀγαθοειδῶς διακυβερνῶν καὶ διατηρῶν ἀτρέπτους καὶ ἀναλλοιώτους, καὶ τὸ
πρὸς τὴν βασιλείαν σου ὁρᾶν συμμέτρως αὐταῖς δωρούμενος· ὁ μόνος φύσει ἀγαθὸς καὶ ποιητὴς πάντων τῶν
ἀγαθῶν· ὁ ἀπὸ τῶν ὑπερουρανίων οὐσιῶν μέχρι τῶν ἐσχάτων τῆς γῆς, διεὶς τὴν ἀγαθοτάτην σου ἐπὶ πάντα τὰ ὄντα
πρόνοιαν.
Εὐλογημένος εἶ καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος· ὁ ἀρχίζωος καὶ ἀρχίφωτος καὶ ἀρχίσοφος· ὑπὲρ δὲ ζωὴν καὶ
ὑπὲρ φῶς καὶ ὑπὲρ σοφίαν ὑπεραρρήτως ὤν· ὑπερφυῶς ἔχων τὸ ὑπερφυές, ὑπερουσίως τὸ ὑπερούσιον, ὑπεραγνώ-
στως τὸ ὑπεράγνωστον· ὁ τῶν ἀοράτων ἀόρατος, καὶ τῶν ὑψίστων ὕψιστος, καὶ τῶν ἀπορρήτων ἀπόρρητος· καὶ πάντα τοῖς πᾶσιν ὤν· τοῖς φωτιζομένοις ἔλλαμψις· τοῖς τελουμένοις τελεταρχία“· τοῖς ἐκτεινομένοις ἔκτασις· τοῖς πλη-
θυνομένοις πληθυσμός· τοῖς θεουμένοις θεαρχία· καὶ πάσης
ἀρχῆς ὑπεράρχιος ἀρχή· ὁ τὸ προεῖναι καὶ ὑπερεῖναι προἔχων καὶ ὑπερέχων, καὶ τὰς ἀρχὰς τῶν ὄντων πάσας τοῦ
εἶναι, καὶ αὐτὸ τὸ εἶναι προϋποστήσας· ὁ ἀεὶ δι' ἀγαθότητα εἶναι τὰ ὄντα, καὶ ἀεὶ ὑπὸ τῆς σῆς ἀγαθότητος εὐεργετεῖσθαι βουλόμενος.
Εὐλογημένος εἶ καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος· ὁ
παντὸς μεγέθους ὑπερεπέκεινα ὑπὲρ κατάληψιν ὑπερεκχεόμενος, πάντα τόπον ὑπερέχων, πάντα ἀριθμὸν ὑπερβάλλων, πᾶσαν ἀπειρίαν διορίζων, παντὸς δὲ πέρατος ὑπερεκτεταμένος, καὶ ὑπεράνω πάσης ἀρχῆς καὶ τάξεως, καὶ
ὑπεράνω πάσης ὑπερουσιότητος, ἀπειράκις ὑπερεπέκεινα
ὑπεριδρυμένος· ὁ πᾶσι τοῖς οὖσι κατ᾽ ἀξίαν ἀπονέμων εὐμετρίαν καὶ κάλλος καὶ εὐταξίαν καὶ διακόσμησιν, καὶ αὖθις
τούτων ἑκάστῳ ἀφορίζων διαφορὰς καὶ τάξεις καὶ εἴδη, καὶ
πᾶσι τῆς αὐτῶν αὐτοπραγίας αἴτιος ὤν· ὁ πάντα σκοπῶν
ἀκοίμητος ὀφθαλμός, καὶ πάντων ἀεὶ ὡς δεῖ ἑκάστῳ ἐκπορίζων τὴν σωτηρίαν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου