Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 13 Αυγούστου 2022
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΣΤΟΝ ΕΣΠΕΡΙΝΌ ΎΜΝΟΣ ΣΤΟΝ ΕΣΠΕΡΙΝΌ.
Εὐλογητὸς εἶ μόνε ἀγαθέ, ἀκατάληπτε, ἀκατανόητε, ἀνεξερεύνητε τρισάγιε Κύριε Παντοκράτος· ὁ τῷ μεγάλῳ
ἐλέει ἀγαγὼν ἡμᾶς καὶ εἰς τὴν παροῦσαν ὥραν, καὶ ἐπὶ ἐν ὀφειλομένην σοι ἐν ταύτῃ δοξολογίαν προσκαλεσάμενος· ὁ ἐμβάλλων εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως τοῦ
ἀνυμνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· ὁ διὰ των μεγαλουργημάτων τῆς σῆς δημιουργίας ὑποδείξας
ἡμῖν τὴν ἀνέκφραστόν σου καὶ ἄπειρον δύναμιν.
Εὐλογητὸς εἶ Κύριε· ὁ τοῖς νοοῦσι τὸ καὶ νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν· ὁ τὴν ἄπειρον καὶ μεγαλοφυῆ τοῦ παντὸς διακόσμησιν, εὔληπτον, οἱ ὧν ἡμῖν ἐνέθηκας μικροτάτων ὀφθαλμῶν ποιησάμενος
ὁ χαρισάμενος ἡμῖν διάνοιαν ἐκ τῶν εὐτελεστάτων τῆς κτίσεως τὴν μεγάλην σου σοφίαν κατανοεῖν καὶ θαυμάζειν, εἰ
καὶ μὴ ἀξίως θαυμάζομεν· καὶ ἐν μικροῖς λόγοις τὰ μεγάλα σταθμίζεσθαι.
Εὐλογητὸς εἶ Κύριε· ὁ θαυμαστὸς ἐπὶ τῇ τῶν ἐναντίων φύσεων συμφυΐα, παγίως τε καὶ καλῶς ἐχόντων πρὸς ἄλληλα, εἰς ἑνὸς κόσμου περιοχὴν καὶ συμπλήρωσιν· ὁ τὴν
ἰδίαν ἑκάστου οὐσίαν ἀμιγῆ καὶ ἀσύμφυρτον ἀπὸ τῶν ἄλλων διορίζων, καὶ πάντα ἐφ᾽ ἑαυτῶν ἀμετάβλητα καὶ
ἀρρεπῆ πρὸς τὰ χείρω διαφυλάττων· ὁ ὁδηγῶν ἀγαθοπρεπῶς καὶ διεθύνων τὴν σύμπασαν κτίσιν σου, σοφίζων τὲ
ἅμα καὶ παρακαλῶν καὶ ἀγαθύνων· καὶ χαρίσματα ἴδια ἑκάστῃ φύσει ἀεὶ δωρούμενος.
Διαδοχὴ
Κατὰ τὸν χρόνον τῆς ἡμέρας τῇ θεωρίᾳ τῆς ἐν τῇ κτίσει δημιουργίας σου ἐπεντρυφήσαντες Κύριε, καὶ δι' αὐτῆς
σὲ τὸν γενεσιουργὸν τῶν ἁπάντων, καὶ τῶν ὑπερφυῶν θαυμάτων ποιητὴν ὑπερεκπλαγέντες καὶ ὑπερδοξάσαντες, καὶ
νῦν ἐν τῷ τέλει ταύτης, αἴνεσίν σοι προσάγομεν. Ἀλλὰ ποῖος νοῦς καὶ ποία γλῶσσα πρὸς εὐφημίαν ἰσχύσει τῆς
ἀφράστου δόξης τῆς βασιλείας σου ἀπερινόητε Δέσποτα, ὁ τῶν ἁπάντων ποιητὴς καὶ Θεός;
Τριαδικὸν
Ὁ ἐν τρισὶ προσώποις μοναδικῶς ἀνυμνούμενος, ὁμοοὖσιε καὶ ἰσουργὲ κατὰ βούλησιν·
Ἐν τρισὶν ἡλίοις μία φωτὸς αἴγλη·
Σύμμορφε Τριὰς καὶ μονὰς τρισυπόστατε· δύναμις,ἕνωσις, ὕπαρξις· ἄναρχε, ὑπερούσιε καὶ ἀνέκφραστε.
Στιγμὴ πρώτη.
(Ἐκ τῶν Χρυσοστόμου, Βασιλείου καὶ Διονυσίου)
Εὐλογημένον τὸ κράτος τῆς βασιλείας σου καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον· ὁ νέφεσιν ἀμφιεννὺς σπαργάνων δίκην τὴν ἄβυσσον, ἀνυπόστατον ποιήσας αὐτὴν καὶ
ἀπύθμαντον· ποῦ γὰρ στῆναι ὅλως μὴ ἔχουσα, πρὸς σὲ μόνον ἀεὶ ἀναστρεφομένη νηπιωδῶς ἐφορᾷ, δι' οὗ παρήχθη
καὶ φέρεται· ὁ τὴν γῆν, τὸ οὕτω βαρὺ σῶμα, τὴν τοσοῦτον βάρος τῶν ὀρέων ἐπὶ τῶν οἰκείων νώτων φέρουσαν, ἐπὶ
τῶν ὑδάτων θεμελιώσας· ὁ ἑνὶ ῥήματι πρὸς τοσούτων σπερμάτων καὶ φυτῶν βλάστην τὴν γῆν διεγείρας τὸν
ἀνθρώπινον λογισμὸν ὑπερβαίνουσαν.
Εὐλογημένον τὸ κράτος τῆς βασιλείας σου καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον· ὁ σύμμετρον τῷ ἡλίῳ ἐνθεὶς
τὴν θερμότητα· ὡς μήτε δι᾽ ὑπερβολὴν καταφλέγειν τὴν γῆν, μήτε δι᾽ ἔλλειψιν κατεψυγμένην αὐτὴν καὶ ἄγονον κα-
ταλείπειν· ὁ αὐξήσεις καὶ μειώσεις τῇ σελήνῃ ἐνθείς, καὶ τὰς περιόδους αὐτῆς εἰς σημεῖα καιρῶν ἀλλοιοῦσθαι διαταξάμενος· ὁ κιρνῶν ταῖς ὥραις τοὺς καιροὺς τοῦ ἐνιαυτοῦ· ὡς μήποτε τῇ ἐναλλάξει τὸ μέτρον αὐτῶν ἐν μιᾷ
στιγμῇ δύνασθαι παρελθεῖν ἢ ἐλλεῖπον ἢ περιττεῦον.
Εὐλογημένον τὸ κράτος τῆς βασιλείας σου καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον· ὁ κτίσας ἐκ μὴ ὄντων τὰ σύμπαντα καὶ μέτρα πᾶσιν ὁροθετῶν, καὶ τὰ πάντα μόνῳ νεύ-
ματι φέρων· ὁ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ὡς ἐν εἰκόνι τῇ θείᾳ σου προγνώσει θεασάμενος, πρὶν ἀγγέλους γενέσθαι καὶ πᾶσαν ἄλλην ὑπερκόσμιον ὕπαρξιν, καὶ ἕκαστον προορίσας κατὰ τὸν ἴδιον καὶ πρέποντα καιρὸν καὶ τόπον·
ὁ ἐν πᾶσιν αἰνούμενος καὶ διὰ πάντων δοξαζόμενος, καὶ διὰ
πάντα φρικτῶς ὑπερθαυμαζόμενος.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου