Παρακλητικός Κανών εις τον Δεσπότην Κύριο ημών Ιησού Χριστόν δια την Δευτέρα Αυτού Παρουσία
Ποίημα Μοναχής Μελάνης Μπούρα
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῶ.
Τῷ φοβερῷ Κριτῇ νεκρῶν τε καί ζώντων, ἐλευσομένῳ ἐπί γῆς ἐκ δευτέρου, ἐν μετανοίᾳ κράξωμεν ἐκ βάθους ψυχῆς· Δέσποτα φιλάνθρωπε, μή παρίδης Σόν γένος, ἔπειδε Σῷ ὄμματι, ἱλαρῷ καί εὐσπλάχνῳ, ὡς ἄν εὐκταίας τύχωμεν φωνῆς, ἐκ δεξιῶν Σου, καλούσης τούς δούλους Σου.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΙΛΕΩΝ ΣΟΙ ΤΟΝ ΚΡΙΤΗΝ ΑΠΕΡΓΑΣΑΙ ΨΥΧΗ ΜΟΥ. Μ .Μ.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Μετά στίχου εἰς ἕκαστον Τροπάριον· Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.
Ἱλάρυνον ὄμμα Σου, ὦ Κριτά, ἐν φρικτῇ ἡμέρᾳ, τῆς Δευτέρας Σου ἐπί γῆς, μελλούσης ἀρρήτου Παρουσίας, ἐπί τῷ τάλανι δούλῳ Σου δέομαι.
Λαμπρῷ τῶν ἐλπίδων Σου τῷ φωτί, στήριξον ψυχήν μου, ἐν τῇ ᾥρα τῇ φοβερᾷ, ὦ Ἄγγελε φύλαξ τῆς ψυχῆς μου, ἀπολογίαν εἰς Κρίσιν τήν μέλλουσαν.
Ἐλέους κρουνοῖς Σου, ὦ Ἀγαθέ, κατάσβεσον φλόγα, τοῦ πυρίνου δέ ποταμοῦ, ἥ πρό τοῦ Σοῦ Βήματος καθέλκει, εὐωνυμούσας ψυχάς πρός ἀπώλειαν.
Ὦ Πρῶτε καί Ἔσχατε τῆς ζωῆς, Ἄλφα καί Ὠμέγα, εὐσπλαχνίσου με Ἰησοῦ· Σοί γάρ ὡς Υἱῷ τῶ τοῦ ἀνθρώπου, Πατήρ καί Πνεῦμα τήν Κρίσιν παρέδωκαν.
Θεοτοκίον.
Ναέ καθαρώτατε τοῦ Θεοῦ, ποίησόν με στῦλον, αἰωνίως ἐν τῷ Ναῷ, ἐν ᾧ φῶς καί λύχνος τό Ἀρνίον, Οὗ ἡ σφαγή Σήν καρδίαν διήλασαν.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Σιωπῶν τῇ καρδίᾳ, καί δειλιῶν ἵσταμαι, προσευχητικῇ θεωρίᾳ, μελλούσης Κρίσεως, στένων καί τρέμων ἀεί, καί πρός Θεόν μου κραυγάζω, Ἐλεῆμον ἴλαθι, Σόν παῖδα ἄθλιον.
Οὐρανίων ἁψίδων, ἀνοιγειςῶν Κύριε, καί ἐμφανισθέντος ἐν δόξῃ, θείας λαμπρότητος, Σοῦ ζωηφόρου Σταυροῦ, τότε προσπτίπτουσι πάντες, οἱ χαρᾶ ἐλπίζοντες Αὐτοῦ τῇ χάριτι.
Ἱκεσίαν ποιοῦμαι, ἐν στεναγμοῖς Δέσποτα, πάσῃ ἀφροσύνῃ σκορπίσας, ψυχῆς τά τάλαντα, ἵν’ ἐπιστρέψω πρός Σέ, πρό τῆς μελλούσης Σου Δίκης, καί δεῦρο ἀκούσομαι, δοῦλε εἰς οἶκον μου.
Θεοτοκίον.
Τετοκυΐα Θεάνθρωπον, ὦ Μαριάμ πάναγνε, γέγονας καθάρσιον ῥύπου πάσης τῆς κτίσεως· ὅθεν Σοῦ δέομαι, ὥρᾳ τῆς Κρίσεως Μῆτερ, ἱλαρῷ Σου ὄμματι, θάρρος παράσχου μοι.
Διάσωσον, Τριαδική πανταρχοῦσα Μόνη Θεότης, τούς ἐν ὅλῳ αὐτῶν τῶ βίῳ ὁμολογοῦντας Σε, ἐτάσεως ᾥρα τῆς καταδίκης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Γλυκεῖα ἐλπίς, καρδίας ἀπέλπιδος, χορεία κλεινή, οὐρανίων Δυνάμεων, ἐκτενῶς Σου δέομαι, ἐν τῷ κρίνεσθαί με πρόφθασον, ἐξιλεοῦσα τόν Δίκαιον Κριτήν, ὑπέρ ψυχῆς μου, ποθούσης Παράδεισον.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ὁλοφύρομαι Δέσποτα, ὅταν κατά νοῦν λαμβάνω τήν βάσανον, ἥν ὑποίσουσιν οἱ τάλανες, οἱ καταφρονήσαντες τήν Κρίσιν Σου.
Νοερῶς κατευφραίνομαι, ὅταν κατά νοῦν λαμβάνω τήν ἄνεσιν, τῶν Δικαίων τήν αἰώνιον, ὧν Χριστῷ ὁ βίος συνεσταύρωται.
Καταξίωσον Πρόδρομε, κατιδεῖν τήν δόξαν σῆς παραστάσεως, τοῦ Νυμφίου μου ἐγγύτατα, ἀρχηγέτης μοναζόντων ὁπτανόμενος.
Θεοτοκίον.
Ῥυπωθεῖσαν καρδίαν μου, ἐκ ῥαθυμοτόκου μερίμνης Ἄσπιλε, ἐναπόπλυνον πρό τέλους μου, ὅπως καθαρά ὀφθῆ τῷ Κρίνοντι.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἵνα τῷ λουτρῷ, μετανοίας ἀπονίψωμεν, ἁμαρτιῶν ἡμῶν ῥύπον ἐναγῆ, τήν ἐν δακρύοις μνήμην Κρίσεως κατέχομεν.
Τρῶσον μου ψυχήν, πρός τήν θέαν θείας Κρίσεως, Δωδεκάς τῶν Ἀποστόλων ἡ σπεπτή, ἵνα θαῤῥήσω ἐπ’ ἐλπίδι σωτηρίας μου.
Ἥματι φρικτῷ, τῆς Δευτέρας Παρουσίας Σου, καταξίωσον ἡμᾶς τυχεῖν Χριστέ, τῆς ἐν τῷ δείπνῳ μετά Σοῦ συνεστιάσεως.
Θεοτοκίον.
Νόσου ψυχικῆς, ῥαθυμίας με ἀπάλαξον, μονοτρόπων γλυκυτάτη ἡ ἐλπίς, ὡς ἄν βασάνων αἰωνίων λυτρωθήσομαι.
ᾨδή στ΄. Την δέησιν ἐκχεῶ.
Ἀπέργασαι, λογισμόν εὐφρόσυνον, νοερᾷ ἐν ἐργασίᾳ καί νύψει, τήν ἡμέραν Χριστοῦ Παρουσίας, ὡς ἄν ψυχή μου ἀντλήσῃς τήν ἔφεσιν, Σωτῆρι κράζειν ἐκτενῶς· ὦ Κριτά μου Παντάναξ δοξάζω Σε.
Πρεσβεύσατε, δι’ ἡμᾶς πρός Κύριον, τῶν Μαρτύρων τά φωτόμορφα νέφη, τά ἐν χαρᾷ ἀλαλάζοντα τότε, δικαιοσύνης ὁρῶντα ἀπόδοσιν, ἵνα βοῶμεν μεθ’ ἡμῶν, ὦ Κριτά δικαιότατε δόξα Σοι.
Ἐλέγχομαι, συνειδήσει Δέσποτα, καθορῶν μου καθ’ ἑκάστην ἡμέραν, ἀναισθησίας ἀπύθμενον βαθος, πρός θεωρίαν μελλούσης Σου Κρίσεως· διό φωνῶ Σοι ἐκτενῶς, ὦ Κριτά τόν ἀχρεῖον με οἴκτιρον.
Ῥανάτωσαν, γλυκασμόν οἱ Ἄγγελοι, εὐφροσύνην ψαλμικῶς μελωδοῦντες, ἑτοιμασία τοῦ Θρόνου τῆς Δόξης, ἐν ᾧ Υἱός τοῦ Ἀνθρώπου καθέζεται, καί κρίσιν ἅπασαν ποιεῖ, καινουργῶν τήν Ὀγδόην τῆς κτίσεως.
Θεοτοκίον.
Γηθόμενοι, ἐπί γῆς οἱ ἄνθρωποι, ἀνυμνοῦσι Σε φαιδρῶς Θεοτόκε, καί ἐπί Σέ ἐπερίδονται πίστει, ἵνα Κριτήν ἱλεώσῃς ὡς Ἄνασσα, καί Μήτηρ ὄντως τῆς Ζωῆς, καί τοῦ γενους βροτῶν ἡ ἀνάπλασις.
Διάσωσον, Τριαδική πανταρχοῦσα Μόνη Θεότης, τούς ἐν ὅλῳ αὐτῶν τῶ βίῳ ὁμολογοῦντας Σε, ἐτάσεως ᾥρα τῆς καταδίκης.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου ῥείθροις.
Οἱ τοῦ Νυμφίου τήν δόξαν ὀψόμενοι, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς Κρίσεως, εὐθύς ἐν χαρᾷ ἀλαλάξουσιν, ὅταν γλυκείας φωνῆς ἐπακού σονται· εἰς τόν Νυμφῶνα μου δεῦτε εἰσέλθετε.
Προκείμενον.
Ὁ Θεός ἐν τῷ ὀνόματί Σου σῶσον με καί ἐν τῇ δυνάμει Σου κρινεῖς με.
Στιχ. Ὁ Θεός εἰσάκουσον τῆς προσευχῆς μου.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. κε΄ 31 – 46).
Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ ἐποτίσατέ με· ξένος ἤμην καὶ συνηγάγετέ με· γυμνός καὶ περιεβάλετέ με· ἠσθένησα καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν ἢ διψῶντα καὶ ἐποτίσαμεν; Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν ἢ γυμνὸν καὶ περιεβάλομεν; Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην καὶ οὐ συνηγάγετέ με· γυμνός καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἀξίωσόν με μοίρας, δεξιᾶς σωζομένων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἀπάλλαξόν με δίκης, οἰκτρῶν εὐωνυμούντων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κριτά δικαιότατε, Σοῦ ἐρχομένου ἐν δόξῃ, τότε ἀναστήσεται, ἡ νῦν στενάζουσα, κτίσις ἅπασα, καί φόβῳ στήσονται, πρό τοῦ Σοῦ Βήματος, τῶν ἀνθρώπων τά στρατεύματα· βίβλοι ἀνοίγονται, καί βίου κρυπτά ἐμφανίζονται, καί ὄψεται Σόν πρόσωπον, πᾶσα κρινομένη δέ ὕπαρξις· Κύριε τοῦ Θρόνου, δεόμεθα Σου τάλανες ἡμεῖς, ὡς ἄν τῆς στάσεως τύχωμεν, τῶν ἠγαπηκότων Σε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅδην χαίνοντα ἤδη, καθορῶντες ἐν φόβῳ οἱ ἁμαρτήσαντες, ἀπέλπιδα τόν θρῆνον, προσφέρουσι τῷ Κτίστῃ, καί ἀνθρώποις κραυγάζουσι· μετανοήσατε νῦν, οἱ κόσμῳ ἔτι ζῶντες.
Σαλπισάσης ἐν δόξῃ, καί θριάμβῳ ἑβδόμης ἐσχάτης σάλπιγγος, ἀκούσονται οἱ πάντες, καί σπεύσουσιν ἐν τρόμῳ, πρός Κυρίου ὑπάντησιν· ἵλεως τότε γενοῦ, Κριτά τοῖς Σέ ὑμνοῦσιν.
Ἁγιόλεκτον τάγμα, Λειτουργῶν τοῦ Ὑψίστου θυσιαστήριον, οὐράνιον κυκλοῖ τε, ἱκετεῦον Ἀρνίον, ὑπέρ σύμπαντος τρέμοντος· ἵλεως τότε γενοῦ, Κριτά τοῖς Σέ ὑμνοῦσιν.
Θεοτοκίον.
Ἱκεσίαν ποιοῦμαι, πρός πηγήν τοῦ ἐλέους τήν Θεομήτορα, ἐν ᾥρα με τῆς Δίκης, ἁρπᾶσαι με καί στῆναι, δεξιοῖς τοῦ Παντάνακτος, ἵνα ὀλβίως οἰκῶ, χαρᾷ ἐν χώρᾳ ζώντων.
ᾨδή η΄. Τόν Βασιλέα.
Ψυχῶν Σωτῆρα, καθικετεύει χορεία, λευχειμόνων ἐκ θλίψεως μεγάλης, ἵνα ἀπαντήσῃ, Αὐτόν ἐν ταῖς νεφέλαις.
Ὑμνωδιῶν μου, νῦν τούς στεφάνους προσδέχου, ὦ χορεία τῶν Ὁσίων καί Παρθένων, ἀνταποδιδοῦσα, πρεσβείαν σου ἐν Κρίσει.
Χαριστηρίοις, νῦν ἐκφράζεται καρδίᾳ, πρός τόν Κτίστην διδόμενον ἀνθρώποις, τρόπους μετανοίας, καιρῷ τῆς ἐργασίας.
Θεοτοκίον.
Ἡ πρός Νυμφίον, νυμφαγωγοῦσα Παρθένος, ἀσματίζουσα Ἀνύμφευτε ὦ Νύμφη, νύμφευσον ψυχήν μου, Νυμφίῳ εἰς αἰῶνας.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Μελαίνας τάς ἐσθῆτας, φέρομεν ἐν βίῳ, χαροποιόν ἐνδυσάμενοι νέκρωσιν, ἐπαπολαῦσαι ζητοῦντες ζωήν ἀθάνατον.
Ὁλότης τῶν Ἁγίων, Πάντων οὐρανίων, καί ἔτι ζώντων Χριστόν ἱκετέυσατε, ἵνα καί κρίνει ἐλέει, πᾶν γένος βρότειον.
Ὑάκινθον εὐώδη, μύρων μετανοίας, τῶν μοναζόντων χοροί Σοί προσφέρουσιν, Ἠγαπημένε Νυμφίε ὑπέρ τοῦ συμπαντος.
Μεμέλασμαι ὁ τάλας, ἐξ’ ἀπελπισίας, τάς γάρ Θεῷ μου συνθήκας ἠλόγησα, καί ἐκ βαθέων κραυγάζω, Σῶτερ μου σῶσον με.
Θεοτοκίον.
Μελώδημά δέξαι, ἱκέσιον Παρθένε, καί πρό ποδῶν τοῦ Υἱοῦ Σου προσάγαγε, ἵνα ἐν Κρίσει προσφέρω ψυχῆς ἐξίλασμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ἄξιον ἐστίν ὡς ἀληθῶς, τήν ὑπέρθεον ὑμνεῖν Τριάδα, ἄναρχον Πατέρα καί Παντουργόν, Συνάναρχον Λόγον πρό αἰώνων ἐκ τοῦ Πατρός, καί Πνεῦμα τό Θεῖον, τρισυπόστατον κράτος, τήν Μίαν Βασιλείαν καί Κυριότητα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν Σε τόν Θεόν Λόγον, Ὅν φρίττει καί τρέμει τά Χερουβείμ, καί δοξολογοῦσιν, αἱ Δυνάμεις τῶν οὐρανῶν, τόν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστόν τόν Ζωοδότην, φόβῳ δοξάσωμεν.
Ὑμνήσωμεν πάντες θεοπρεπῶς, Κρίσεως Ἡμέραν, τήν ἐσχάτην τε καί φρικτήν, ἐν ᾗ φανεροῦται, ἐν δόξῃ μετ’ Ἀγγέλων, Χριστός ἐκ τοῦ δευτέρου, κρίναι τά σύμπαντα.
Προσπέσωμεν πάντες οἱ γηγενεῖς, Χριστῷ τῷ καλοῦντι, τούς οἰκείους πρός προπομπήν, ἐν Εὐαγγελίοις δηλώσαντι ἀψεύστως, παραβολαῖς καί λόγοις, Κρίσιν τήν μέλλουσαν.
Δεῦτε θεωρήσωμεν χαρμονήν, ἡμέραν τιμίαν, ἐμφανίσεως τοῦ Χριστοῦ, ἐν ᾗ καί ἀποδίδων, πᾶσαν δικαιοσύνην, καινήν ποιήσει πάλιν, κτίσιν ὑπέρκαλλον.
Δεῦτε ἀνακύψατε ἐν χαρᾷ, Ἅγιοι οἱ Πάντες,, συσταυρώσαντες τῷ Χριστῷ, σάρκα τε καί κόσμον, καί θέλημα καί βίον, ὁρῶντες πρό ὀμμάτων, Κρίσιν τήν μέλλουσαν.
Δεῦτε ὑπαντήσωμεν τῷ Χριστῷ, Ὀρθόδοξοι πάντες, ἐν τῷ βίῳ καί τῷ νοΐ, λαμπαδηφορίᾳ δογμάτων τε καί ἤθους, ὀψόμεθενοι χαρίεν, Κριτοῦ τό πρόσωπον.
Κράτει ἐν τῷ Ἅδῃ σόν λογισμόν, ψυχή παναθλία, ἡ ποθοῦσα τούς οὐρανούς, καί μή ἀπελπίζου ὡς ἔφη ἐπ’ ἐσχάτων, Σιλουανῷ Ὁσίῳ, Χριστός ὁ Κύριος.
Δεῦτε Ἀειπάρθενε Μαριάμ, πόθον τῆς ψυχῆς μου, ὅπως ἴδω Σου τόν Υἱόν, ἐρχόμενον δόξῃ καί πρός ἐμέ στραφέντα, ἀκούσω ἡ πλησίον, ἐλθέ εἰς οἴκον μου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Τό κριτήριον τρέμω τό φοβερότατον, καί τῷ Δεσπότῃ προσπίπτω, κλαυθμῷ δεόμενος· δικαιότατε Κριτά Σόν πλάσμα ἴλαθι, καί καταξίωσον ἡμᾶς, τῆς εὐκταίας Σου φωνῆς, καλούσης ἐκ δεξιῶν Σου, τούς ποθοῦντας συναυλισθῆναι, ἐν ταῖς χορείαις τῶν Ἁγίων Σου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥᾶνον Παρακλήτου δροσισμόν, τῇ ἀγωνιώσῃ ψυχῇ μου, Πάτερ οὐράνιε· φρίττει γάρ ὑπάντησιν τοῦ ἀδεκάστου Κριτοῦ, εἰς Οὗ χεῖρας παρέδωκας, Υἱόν ὡς ἀνθρώπου, Κρίσιν ὅλην μέλλουσαν, διό Σοῦ δέομαι, ἵνα ἀξιώσῃς με ζῆσαι, βίον μετανοίας καί τύχω, τῆς ἐκ δεξιῶν Σου παραστάσεως.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι.
Ὦ πάντων Ἄναξ ἐλέους Σου θύραν,
Ἄνοιξον Μελάνῃ, Σέ δυσωπούση.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου