Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 6 Μαΐου 2023
ΕΙΣ ΤΗΝ ΕΝΑΤΗΝ ΩΔΗ.ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.
ΕΙΣ ΤΗΝ ΕΝΑΤΗΝ ΩΔΗ
Τριαδικὸν
Μίαν σε φύσιν
ἀνυμνῶ ἐν τρισὶ χαρακτῆρσι·
Μίαν σε δύναμιν προσκυνῶ ἐν τρισὶν ὑποστάσεσι·
Σύνθρονον, ἀσύγχυτον, ἀπαράλλακτον Τριάδα, σὲ τοῖς
προσώποις Θεὸν ἕνα, πιστεύω καὶ ὁμολογῶ καὶ λατρεύω.
Στιγμὴ δευτέρα.
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ἡμῶν· ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν· ὁ συνιεὶς εἰς πάντας τοὺς διαλογισμοὺς ἡμῶν, καὶ τὰ κρύφια πάντων ἀκριβῶς ἐπιστάμενος·
ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου καὶ δεικνύων ὄρθρον
καὶ φωτίζων ἡμέραν.
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ἡμῶν· ὁ λυτρωτὴς τῶν
ψυχῶν ἡμῶν· ὁ θεμελιωτὴς τῶν φρονημάτων καὶ φύλαξ
τῶν καρδιῶν ἡμῶν· ὁ παραγαγὼν τὴν σκιὰν τῆς νυκτὸς καὶ
δείξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας.
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ἡμῶν· ὁ πηγάζων χαρὰν
καὶ εἰρήνην καὶ ἁγιασμὸν καὶ ἐλπίδα ἀγαθήν, καὶ ἀπείρους
χαρίτων διαφορὰς τοῖς ἐν ἀληθείᾳ ἐκζητοῦσι σε καὶ φυλάσσουσι τὰ προστάγματά σου· ὁ ἐν μακροθυμίᾳ ἀνείκαστος, καὶ ἐν ἐλέει ἀνυπέρβλητος, καὶ ἐν ἀγαθωσύνῃ ἀνεξιχνίαστος· ὁ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ
πᾶσαν τὴν κτίσιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τῇ ἐμφύτῳ σου
εὐσπλαγχνίᾳ καὶ ἀγαθότητι δυσωπούμενος.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου