ΕΙΣ ΤΗΝ ΕΝΑΤΗ ΩΔΗ
Εὐλόγησις τῇ Τετράδι καὶ τῷ Σαββάτῳ
Διαδοχή
Σὲ αἰνοῦσιν Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες· Ἀρχαί, Εξουσίαι, Δυνάμεις· τὰ πολυόμματα Χερουβίμ.
Σοὶ παρίστανται φόβῳ τὰ ἑξαπτέρυγα Σεραφίμ· ταῖς μὲν δυσὶ πτέρυξι καλύπτοντα τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ
δυσὶ τοὺς πόδας καὶ ταῖς δυσὶ πετόμενα, κέκραγεν ἕτερον πρὸς ἕτερον ἀκαταπαύστοις θεολογίαις, ἀσιγήτοις δοξολογίαις.
Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα· σοὶ καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ τῷ προνοητῇ καὶ κηδεμόνι πάντων,
καὶ εὐεργέτῃ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, τὴν δόξαν ἀναξίοις χείλεσι καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ
καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· τῇ μιᾷ θεότητι, τῇ μιᾷ δυνάμει, τῇ μιᾷ
βασιλείᾳ· τῷ μόνῳ ὑπερανάρχῳ καὶ ὑπερουσίῳ καὶ δημιουργῷ τῶν ἁπάντων ἐν Τριάδι Θεῷ· πάντοτε, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ σῶσον με (γ´).
Κύριε ἐλέησον (γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου