Εὐλογητὸς εἶ, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας· ἄναρχε, ἀόρατε, ἀκατάληπτε Θεέ
Ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος τῆς ἐλπίδος ἡμῶν· ὃς ἐστὶν εἰκὼν τῆς σῆς ἀγαθότητος, σφραγὶς ἰσότυπος, ἐν ἑαυτῷ δεικνὺς σὲ τὸν Πατέρα·
Λόγος ζῶν καὶ ζωοποιός, Θεὸς ἀληθινός· παρ᾽ οὗ τὸ Πνεῦμα τὸ ἅγιον ἐξεφάνη· τὸ τῆς ἀληθείας Πνεῦμα, τὸ τῆς υἱοθεσίας χάρισμα, ὁ ἀρραβὼν τῆς μελλούσης κληρονομίας·
Ἡ ἀπαρχὴ τῶν αἰωνίων ἀγαθῶν, ἡ ζωοποιὸς δύναμις, ἡ πηγὴ τοῦ ἁγιασμοῦ· παρ᾿ οὗ πᾶσα κτίσις ὑλική τε καὶ νοερὰ δυναμουμένη, σοὶ λατρεύει καὶ σοὶ τὴν ἀΐδιον ἀναπέμπει δοξολογίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου