Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 6 Μαΐου 2023

Εἰς τὴν ἐνάτην Ὠδὴν . Διαδοχή. ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.

 




Εἰς τὴν ἐνάτην Ὠδὴν

Διαδοχή

Ἄξιον ὡς ἀληθῶς καὶ δίκαιον καὶ πρέπον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σοὶ εὐχαριστεῖν, σὲ δοξάζειν, τὸν ὄντως ὄντα Θεόν· καὶ σοὶ προσφέρειν ἐν καρδίᾳ συντετριμμένη καὶ πνεύματι ταπεινώσεως τὴν λογικὴν ταύτην λατρείαν ἡμῶν.

Ὅτι σὺ εἶ ὁ χαρισάμενος ἡμῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τίς ἱκανὸς λαλῆσαι τὰς δυναστείας σου, ἀκουστὰς

ποιῆσαι πάσας τὰς αἰνέσεις σου, ἢ διηγήσασθαι πάντα τὰ

θαυμάσιά σου Δέσποτα τῶν ἁπάντων, Κύριε οὐρανοῦ καὶ τῆς καὶ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου;



Στιγμὴ πρώτη.


Εὐλογητὸς εἶ Κύριε· ὁ μόνου μόνος ἄναρχος ἀνάρχου Λόγου γεννήτωρ οὐσιωδῶς, καὶ μόνος μόνης ἀϊδίου ζωῆς

τοῦ ἁγίου Πνεύματος πηγή· ὁ διὰ τὴν σωτηρίαν ἡμῶν τῶν

ἁμαρτωλῶν ἐξαποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εἰς ἀφθαρσίαν δι᾿ αὐτοῦ ἐκ φθορᾶς μεταστήσας ἡμᾶς· ὁ ἀποστείλας τὸ Πνεῦμα σου τὸ ἅγιον εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν, τὸ συνετίζον καὶ

στηρίζον τὰς καρδίας ἡμῶν, καὶ φωτίζον ἡμῖν τῆς σωτηρίας τὴν ὁδόν.



Εὐλογητὸς εἶ Κύριε Ἰησοῦ Χριστέ· ὑπεράγαθε, μακρόθυμε, γλυκύτατε βασιλεῦ· χαρακτὴρ καὶ ἀπαύγασμα

τῆς δόξης τοῦ εὐλογημένου σου Πατρός· ὁ ἐξ αὐτῆς τῆς τοῦ

Πατρὸς οὐσίας ἐκλάμψας ἀχρόνως· ὁ ἀδιαστάτως τῷ Πατρὶ συνημμένος, ἴσος ὢν ἐν ἀγαθότητι, ἴσος ἐν δυνάμει·

σύνθρονος, ὁμότιμος, ὁμοούσιος αὐτῷ· ὁ οὐράνιος καὶ ζωοποιὸς ἄρτος, ἡ ἀληθινὴ τροφὴ τοῦ παντὸς κόσμου· ὁ φωτίσας τοὺς ἐν σκότει κειμένους ἡμᾶς καὶ ἀπεγνωσμένους·

δόξης ἀθανάτου Κύριε, Υἱὲ ἀΐδιε ἀϊδίου Πατρός.


Εὐλογητὸς εἶ Κύριε, τὸ Πανάγιον Πνεῦμα· ἡ ζωὴ τῶν ἁπάντων, ἡ πηγὴ τῶν ἀγαθῶν, ἡ αἰώνιος ἀγαλλίασις·Θεὸς καὶ θεοποιοῦν, ζωὴ καὶ ζωοποιόν, φῶς καὶ φωτὸς χορηγόν· εὐθές, ἀπειράγαθον καὶ πηγὴ ἀγαθότητος· ἡγεμονικόν, βασιλεῦον πάντα τὰ πέρατα· ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· ἐν ᾧ δυναμοῦται καὶ κινεῖται καὶ συντηρεῖται τὰ σύμπαντα ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ· ἐξ οὗ τὰ ῥεῖθρα βλύζει τῆς χάριτος, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν ἀρδεύοντα.


Δεν υπάρχουν σχόλια: