Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον τοῦ Μηναίου.
Τῇ Θ´ (9ῃ) τοῦ μηνὸς Ἰουνίου, μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. (444).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων πέντε ἐνδόξων Μαρτύρων καὶ κανονικῶν παρθένων· Θέκλης, Μαριάμνης, Μαρίας, Μάρθας καὶ Ἐνναθᾶ τῶν ἐν Περσίδι, ὑπὸ τοῦ πρεσβυτέρου αὐτῶν ἀποτμηθεισῶν. (346) [Αἱ δὲ σαρκοφάγοι τῶν Χριστοφιλήτων τούτων παρθένων ἀπόκεινται ἐν Ἀργυρουπόλει Ῥεθύμνης τῆς Κρήτης.]
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων Μαρτύρων Ὀρέστου, Διομήδους καὶ Ῥόδωνος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Προύσης, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ τρεῖς Ἅγιαι ἔνδοξοι Παρθενομάρτυρες, αἱ ἀπὸ Χίου, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰουλιανοῦ, ἀσκητοῦ ἐν Συρίᾳ. (†370)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Κύρου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἀνανίας, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Πρίμου καὶ Φελικιανοῦ, αὐταδέλφων γερόντων, ἐπὶ Διοκλητιανοῦ ἐν Ῥώμῃ καρατομηθέντων. (~†297)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Μαξιμιανοῦ, ἐπισκόπου Συρακουσῶν τῆς Σικελίας. (†594)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Κολόμπα («Περιστερίου») τῆς Ἰρλανδίας, φωτιστοῦ Καληδονίας καὶ κτίτορος τῆς Μονῆς Ἀϊόνα καὶ πλείστων ἑτέρων Μονῶν καὶ Ναῶν ἐν Ἰρλανδίᾳ καὶ Σκωτίᾳ ἐν ἔτει φοδ´ (574).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου τοῦ Σαβτά, ἐπισκοπου Γαενάτης Γεωργίας (12ος-13ος αιώνας)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Κυρίλλου τῆς Λευκῆς Λίμνης (Belozersk) ἐν Ῥωσίᾳ (1427)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἀλεξάνδρου ἐρημίτου τοῦ Κουστᾶ (Kushta) ἐν Βολογκτᾷ τῆς Ῥωσίας (1439).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Κυρίλλου τοῦ ἐν Βὲλσκ Βολογκντᾶ τῆς Ῥωσίας. (†πρὸ τοῦ 1478)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πρωτοπρεσβυτέρου Ἀλεξίου Μέτσεφ, τοῦ ἐν Μόσχᾳ. (1923)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Ἱερομάρτυς Ἠλίας Ἀλέξιος, ἐν πολλαῖς βασάνοις, ὑπὸ τῶν ἀθέων μπολσεβίκων τελειοῦται ἐν Κτημένιᾳ Εὐρυτανίας (1947)
Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Βιταλίου ἐν τῇ Μονῇ Valaam τῆς Ῥωσίας (1856)
Κοίμησις τῆς ὁσίας μητρὸς Ζηναΐδος (Ματροχίνα) τῆς Βελτλούγκα, τῆς διὰ Χριστὸν σαλῆς (1960)
Εἶτα τὸ τοῦ Πεντηκοσταρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐπιτελοῦμεν καὶ πάντων τῶν ἐν Αἰτωλίᾳ καὶ Ἀκαρνανίᾳ διαλαμψάντων Ἁγίων.
Ἔτι δὲ τῇ αὐτῇ Κυριακῇ, τελεῖται ἡ Σύναξις ἐν τοῖς Ναοῖς τῶν Ἐπανορθωτικῶν Φυλακῶν πάντων τῶν ἀπὸ Δημίων καὶ Δεσμοφυλάκων Ἁγίων.
Τελεῖται δὲ καὶ ἐν Τρικάλοις Θεσσαλίας Πανήγυρις του Ὁσίου Φιλοθέου ἐκ Ῥιζώματος Τρικάλων καταγομένου,
καὶ ἐν Βεροίᾳ Πανήγυρις τοῦ Ἁγίου Ἀρσενίου, Ἐπισκόπου Βεροίας καὶ Ἱερομάρτυρος.
Στίχ. Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος,
Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου