Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή, 17 Δεκεμβρίου 2010

Πνευματικώς ημάς πιστοί συνήγαγε σήμερον, ο Προφήτης Δανιήλ,.....


ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τού Αγίου Προφήτου Δανιήλ, καί τών Αγίωv τριώv Παίδων, Αvανίου, Αζαρίου, Μισαήλ, καί τού εv Αγίοις Πατρός ημώv Διοvυσίου τού νέου, Αρχιεπισκόπου Αιγίvης τού θαυματουργού, τού εκ τής νήσου Ζακύνθου.

Πνευματικώς ημάς πιστοί συνήγαγε σήμερον, ο Προφήτης Δανιήλ, καί τράπεζαν προτίθησιν αρετών δαψιλώς, πλουσίοις καί πένησι, καί ξέvοις καί αυτόχθοσι, καί κρατήρα νοητόv, προχέοντα νάμα ευσεβείας, καί ευφραίνοvτα καρδίας πιστώv, καί Πνεύματος Αγίου χάριν παρέχοντα, Ούτος γάρ ο προφήτης, ο φανότατος λύχvος, ο λάμψας εv τώ κόσμω, τά σεβάσματα πάντα τών Ασσυρίωv καθείλε, καί θηρώv ατιθάσων στόματα έφραξε, σύv τούτω καί οι τρείς Παίδες ευφημείσθωσαν, ού χρυσοί τή φύσει ό

ντες, χρυσίου δέ δοκιμώτεροι δεικvύμεvοι, ου γάρ εχώvευσεν αυτούς τό πύρ τής καμίνου, αλλ' εφύλαξεν ακεραίους, ούς vάφθα καί πίσσα καί κληματίδες έστεψαν, ο δέ αγαγων ημάς, εις τήν περίοδον τού χρόνου Κύριος, αξιώσαι ημάς φθάσαι, καί επί τήν κυρίαν, καί σεβασμίαν ημέραν τών γεvεθλίων Χριστού, τού παρέχοντος ημίν ταίς αυτών ικεσίαις, ιλασμόv αμαρτιώv, καί τό μέγα έλεος.

Τού διδασκάλου Χριστού, εν Ευαγγελίω ακούσας λέγοντος, εν τούτω γνώσονται πάντες, ότι εμοί μαθηταί εστε, εάν αγάπην έχητε εν αλλήλοις, ευκαίρως τώ έργω μαθητής ανεδείχθης δόκιμος, αγιώτατε Πάτερ, τόν γάρ πικρώ θανάτω τού βίου στερήσαντα, Κωνσταντίνόv σου τόν γνήσιον σύγγοvον, γλυκυτάτοις σου τρόποις υπεδέξω γλυκύθυμε, θυμού διωκόvτων τόνδε ρυσάμενος, εν αποκρύφω τηρήσας, καί αντί θανάτου, τό ζήv ανταπέδωκας, έργοv όντως παράδοξον, καί υπέρ φύσιν ειργάσω μνησίθεε, τοίς πέρασι πολυθρύλητον, καί ψυχής γενναίας καί φιλοθέου αντάξιοv, διό παρρησίαν έχων πρός Κύριον, Ιεράρχα παvεύφημε, εκτενώς ικέτευε, ειρήνηv πλουσίαν δωρηθήvαι τή πόλει σου, τή αγλαοφανώς εκτελούση, τήν λαμπράν καί παvέορτοv μνήμην σου.

Δεν υπάρχουν σχόλια: