Αναζήτηση αυτού του ιστολογίου

Τρίτη, 28 Δεκεμβρίου 2010

Κύριε ᾿Ιησοῦ Χριστέ, ὁ Θεός μου..................

Κύριε ᾿Ιησοῦ Χριστέ, ὁ Θεός μου, ἄνες, ἄφες,
ἱλάσθητι καί συγχώρησόν μοι τῷ ἁμαρτωλῷ καί ἀχρείῳ καί
ἀναξίῳ δούλῳ σου τά πταίσματα καί πλημμελήματα καί
παραπτώματά μου, ὅσα σοι ἐκ νεότητός μου μέχρι τῆς
παρούσης ἡμέρας καί ὥρας ἥμαρτον, εἴτε ἐν γνώσει καί
ἀγνοίᾳ, εἴτε ἐν λόγοις, ἤ ἔργοις ἤ ἐνθυμήμασιν,
ἤ διανοήμασι καί ἐπιτηδεύμασι, καί πάσαις μου ταῖς αἰσθήσεσι.
Καί τῇ πρεσβείᾳ τῆς ἀσπόρως κυησάσης σε
παναχράντου καί ἀειπαρθένου Μαρίας τῆς μητρός σου, τῆς μόνης
ἀκαταισχύντου ἐλπίδος, καί προστασίας, καί σωτηρίας
μου, καταξίωσόν με ἀκατακρίτως μεταλαβεῖν
τῶν ἀχράντων καί ἀθανάτων, καί
ζωοποιῶν καί φρικτῶν μυστηρίων σου,
εἰς ἄφεσιν ἁμαρτιῶν καί εἰς ζωήν αἰώνιον·
εἰς ἁγιασμόν καί φωτισμόν καί ρώμην καί ἴασιν καί ὑγείαν
ψυχῆς τε καί σώματος· καί εἰς ἐξάλειψιν
καί παντελῆ ἀφανισμόν τῶν πονηρῶν μου λογισμῶν καί ἐνθυμήσεων
καί προλήψεων καί νυκτερινῶν φαντασιῶν
τῶν σκοτεινῶν καί πονηρῶν πνευμάτων. Οτι σοῦ ἐστιν ἡ βασιλεία
καί ἡ δύναμις καί ἡ δόξα καί ἡ τιμή καί ἡ προσκύνησις,
σύν τῷ Πατρί, καί τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς
τούς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Δεν υπάρχουν σχόλια: