Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 24 Σεπτεμβρίου 2023
Διαδοχή.Εἰς τὸ ᾿Απόδειπνον.ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.
Διαδοχή
Πῶς κατ᾽ ἀξίαν ὑμνήσωμεν τὴν πρὸς ἡμᾶς τοὺς καθ᾿
ἑκάστην σοι ἁμαρτάνοντας ἀνεκδιήγητον ἀγαθότητα,
ὑπεράγαθε Κύριε; Πῶς ὑπὲρ τῶν μεγάλων σου εὐεργεσιῶν
τῶν πρὸς ἡμᾶς τοὺς ἀεὶ παραβαίνοντας τὰς ζωηρὰς ἐντολάς σου, τὴν προσήκουσαν εὐχαριστίαν προσοίσομεν,
ὑπερεύσπλαγχνε Δέσποτα; Ὅτι ἐκ μὴ ὄντων οἰκείαις χερσὶν ἡμᾶς ἐδημιούργησας· ψυχὴν νοερὰν λογικὴν παρέσχες,
κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν ἐτίμησας, πᾶσαν τὴν ὑπ᾿
οὐρανὸν κτίσιν ἡμῖν ὑπέταξας· ὑπὸ πασῶν δωροφορεῖσθαι τῶν φύσεων κατηξίωσας, μυρίοις διαφόροις χαρίσματο
· ἐπλούτησας, καὶ ἀπείρους ἐδωρήσω καὶ ἀεὶ παρέχεις ἀμνησικάκως ἡμῖν εὐεργεσίας.
Πῶς δὲ τὸ ὑπερβάλλον πᾶσαν ἔννοιαν, τὸ μέγα και φρικτὸν τῆς θείας ἐνανθρωπήσεως μυστήριον, ἀξίως ὑμνήσωμεν; Ὅτι τὴν αὐτουργὸν ἡμῖν τῆς σωτηρίας ἠξίωσας πρόνοιαν· καὶ πρὸς τὸ ταπεινὸν ἡμῶν ἑνοποιηθεὶς ὁ θεαρχικώτατος Ἰησοῦς, ὡς ὁμογενέσι λοιπόν, τὴν πρὸς αὐτὸν
ἡμῖν ἐδωρήσατο κοινωνίαν· καὶ δεδουλωμένους ἡμᾶς τῇ
ἁμαρτίᾳ, τῷ οἰκείῳ αἵματι ἐξηγόρασε, πᾶσαν δυναστείαν
τοῦ ἐχθροῦ καταργήσας· ἐφώτισεν ἡμᾶς ἐσκοτισμένους τῇ
πλάνῃ· καὶ ἔδωκεν ἡμῖν προστάγματα σωτηρίας.
Φρίττομεν καὶ δειλίᾳ συνεχόμεθα καὶ ὅλως ταῦτα λαλεῖν, ὅτι ὑπὲρ τούτων ἁπάντων ἡμεῖς οἱ δείλαιοι, πονηρά
σοι ἀνταπεδώκαμεν· ἐξημάρτομεν ἐν πᾶσι καὶ τὰς ἐντολάς
σου οὐκ ἐφυλάξαμεν· ἠνομήσαμεν, ἠδικήσαμεν, ἠθετήσα-
μεν, ἠσεβήσαμεν, παρεβλέψαμεν, κατεφρονήσαμεν, προσ-
εκρούσαμεν, παρωργίσαμεν, ἐλυπήσαμεν, παρεπικράναμεν, ἠτιμάσαμέν σε διὰ τῶν πονηρῶν ἡμῶν πράξεων. Διὰ
τοῦτο οὐκ ἔσται ἡμῖν ἀπολογία ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς
κρίσεως· διὰ τοῦτο μυρίαις βασάνοις ἐσμὲν ὑπεύθυνοι, ὅτι
μεγάλα καὶ ἄπειρα χαρίσματα λαβόντες, κατεφρονήσαμεν
καὶ ὅτι εὐεργετούμενοι ἁμαρτάνομεν.
Ὁ χορὸς μετὰ μέλους·
Ἐλέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν τῷ Δεσπότῃ οἱ
ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου