῞Αγιος Μεγαλομάρτυς
Προκόπιος
(̉Εορτάζεται στὶς 8Ιουλίου)
Ο ῞Αγιος Προκόπιος γεννήθηκε στήν ῾Ιερουσαλήμ ἀπό γονεῖς εἰδωλολάτρες τήν ἐποχή
πού στήν Ρώμη βασίλευε ὁ αὐτοκράτορας Διοκλητιανός (284-305). Τότε ὁ Προκόπιος
διορίσθηκε Δούκας της Αλεξανδρείας. Τό βασικό καθῆκον πού τοῦ ἀνατέθηκε ἦταν ὁ
διωγμός τῶν χριστιανῶν.
Καθ’ ὁδόν πρός τήνΑλεξάνδρεια, ὁ Προκόπιος εἶδε ὅραμα Σταυροῦ καί ἄκουσε μία
φωνή νά τοῦ λέγει: «̉Εγώ εἶμαι ὁ ἐσταυρωμένος ̉Ιησούς ὁ τοῦ Θεοῦ υἱός». ῾Ο Προκόπιος
μετά τὀ ὅραμα διέκοψε τό ταξίδι του καί μέσω Σκυθούπολης ἐπέστρεψε στήν
῾Ιερουσαλήμ, ὅπου ἄρχισε νά κηρύττει τό Χριστό.
῞Ομως, ἡ μητέρα του τόν κατήγγειλε στόν ἡγεμόνα τῆς Καισάρειας Οὔλκιο, ἐνώπιον τοῦ
ὁποίου ὁμολόγησε τήν πίστη του στό Χριστό. ῾Ο Οὔλκιος, ἀφοῦ τόν βασάνισε, διέταξε νά
τόν ὁδηγήσουν στόν εἰδωλολατρικό ναό γιά νά προσφέρει θυσίες.
῾Ο Προκόπιος μέ θερμή προσευχή γκρέμισε τόν ναό καί ἀπό τό θαῦμα αὐτό πίστεψαν
στόν Χριστό ἡ μητέρα του Θεοδότη, οἱ στρατιώτες πού τόν βασάνισαν, οἱ τριβούνοι
Νικόστρατος καίΑντίοχος, καθῶς καί 12 γυναίκες συγκλητικῶν. ῞Ολοι οἱ ἀνωτέρω, ἐκτός
τοῦ Προκόπιου, ἀποκεφαλίστηκαν μέ διαταγή τοῦ Οὔλκιου.
Μετά τόν θάνατο τοῦ Οὔλκιου ἦλθε καί ἡ σειρά τοῦ Προκόπιου, ὁ ὁποῖος
ἀποκεφαλίστηκε μέ διαταγή τοῦ νέου ἡγεμόνα τῆς Καισάρειας Φλαβιανοῦ στίς 8Ιουλίου
τοῦ 303.
Παρακλητικὸς Κανὼν
εἰς τὸν῞Αγιο Μεγαλομάρτυρα Προκόπιο
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος), εὐθὺς ὁ χορὸς σὲ
Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος,… (τετράκις) καὶ εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν ἀγαπήσαντα θερμῶς τὸν Δεσπότην* καὶ μαρτυρίου ἐνδύθεντα τὴν χλαῖναν* δεῦτε
πιστοὶ βοήσωμεν ἐκ βάθους ψυχῆς˙* φύλαττε Προκόπιε,* Στρατηλάτα Κυρίου,* πάντας
τοὺς προστρέχοντας* ἐκ καρκίνου καὶ πλάνης* καὶ ἐκ κινδύνων ῥῦσαι, θαυμαστὲ* καὶ ἐξ
ὀδόντων* τοῦ δράκοντος, πάντιμε.
Δόξα Πατρί ....
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀγρευθεῖς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν,* κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος
Χριστῷ,* τῶν Μαρτύρων καλλονὴ, Μάρτυς Προκόπιε,* ὅθεν δυνάμει τοῦ Σταυροῦ*
ἀριστεύσας εὐκλεῶς* κατήσχυνας τὸν Βελίαρ* οὐ τῆς κακίας ἄτρωτους* σῷζε τοὺς πόθῳ
σὲ γεραίροντας.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,* τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι* εἰμὴ γὰρ Σὺ
προΐστασο πρεσβεύουσα* τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τίς δὲ
διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,* Σοὺς γὰρ
δούλους σώζεις ἀεί,* ἐκ παντοίων δεινῶν.
Εἶτα τὸν Νʹ (50ος) Ψαλμόν καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος. 2
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Προστάτευσον πάντας θαυματουργέ,* ἐκ νόσων ποικίλω*, καὶ κινδύνων παντοειδῶν,*
ὑγείαν παράσχου, θεηγόρε,* καὶ προκοπὴν βίου, μάρτυς Προκόπιε.
Εἰρήνευσον, Μάρτυς θαυματουργέ,* ψυχὴν τὴν ἀθλίαν,* ἣν ἐμόλυνα περισσῶς·* διὸ σοι
καταφεύγω, τρισμάκαρ,* καὶ ἐξαιτοῦμαι λιταῖς σου πρὸς Κύριον.
Νοσήσας ἐκ πάντων ὀδυνηρῶς,* πρὸς σὲ καταφεύγω,* τὸν ἀλάνθαστον ἰατρὸν,* καὶ τὴν
σὴν βοήθειαν αἰτοῦμαι·* μάρτυς Κυρίου καὶ θεῖε Προκόπιε.
Θεοτοκίον.
Νοῦν καί καρδίαν πάντων ἡμῶν* λιταῖς σου, Παρθένε,* ἐναρμόνησον ταπεινῶς*
δεόμεθα πόθῳ οἱ ἱκέται* ταῖς τοῦ Υἱοῦ Σου ἐντεύξεισι, ῎Αχραντε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος ...
Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ
δεόμεθα,* Τοῦτον εὐμένησόν συ,* Προκόπιε στρατηλάτα,* τῶν πιστῶν τὸ στήριγμα* καὶ
καταφύγιον.
Ἀπὸ πάσης ἀνάγκης,* καὶ τῶν δεινῶν λύτρωσαι*, τοὺς πρὸς σὲ προσπίπτοντας πίστει,*
μάκαρ Προκόπιε·* παράσχου πᾶσι σοφὲ,* ἁμαρτημάτων τὴν γνῶσιν,* καὶ ἐκ πλάνης
δαιμόνων,* λιταῖς σου διάσωσον.
Προστασίαν καὶ σκέπην,* ψυχῆς τε καὶ σώματος,* αἰτοῦμαι παμμάκαρ καὶ θεῖε, ὄντως
Προκόπιε·* ἐκκάθαρόν με σοφὲ,* ἐκ τῶν παθῶν ταῖς λιταῖς σου* καὶ ἐκ παντοίων
θλίψεων,* σῶσον ἱκέτην σου.
Θεοτοκίον.
Τοῦ πυρὸς τὴν μανίαν,* καταστέλεις, ῎Αχραντε,* καὶ τοὺς κινδυνεύοντας τάχος* σώζεις,
Παντάνασσα,* διὸ πίστει πιστοὶ* σοι καταφεύγουσι Μῆτερ* καὶ αἰτοῦσι ἅπαντες* τὴν
προστασία Σου.
2 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου Θεοφόρε,* ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ
καταφεύγομεν,* ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.
Ἐπίβλεψον* ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...
Πλεόντων σωτήρ,* ὁδοιπορούντων σύμμαχος,* πενθούντων χαρά,* νοσούντων
ἰατήριον,* ἐδείχθης Προκόπιε.* Διό σοι προσπίπτομεν, ῞Αγιε,* αἰτοῦντες χάριν τὴν σὴν
δαψιλὴν,* ἐν πάσαις τοῦ βίου περιστάσεσιν.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε ...
Μολυσμῶν ἀποκάθαρον,* τὴν ψυχήν μου Μάρτυς, σεμνέ Προκόπιε,* καὶ παντοίας
νόσου καὶ βλάβης* ῥῦσαι θαυμαστὲ,* ἡμᾶς τοὺς ἱκέτας σου.
Τῆς κολάσεως ἄξιος,* ἀληθῶς ὁ τάλας, θεόφρον, γέγονα,* διὸ τρέμω ὁ ἀνάξιος* καὶ
προστρέχω θαυμαστὲ τῇ σκέπῃ σου.
Ἰατρὸς ὁ ἀλάνθαστος,* ἀνεδείχθης, Μάρτυς Χριστοῦ Προκόπιε,* σὺ τοὺς πόνους
καταπράϋνον,* καὶ ὑγείαν δώρησαί μοι Ἅγιε.
Θεοτοκίον.
̉Ε κ τροχαίου προστάτευσον* τὸν ἱκέτην, Δέσποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ
καταφεύγοντας* ὑγιείαν δίδου, Παναμώμητε.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς ...
Φρούρησον ἡμᾶς* ταῖς πρεσβείαις σου μακάριε,* καὶ τοὺς ἱκέτας σκέπε Μάρτυς σεμνέ*
καὶ ἐξ ὀδόντων τοῦ ἐχθροῦ,* πάντας ἐξάρπασον.
Νόσων ἰατρός* ἀνεδείχθης μέγας ῞Αγιε,* καὶ πάντων τῶν Χριστιανῶν,* σὺ φρουρός,
ἀσπὶς καὶ τεῖχος ἀπόρθητον,* σεμνὲ Προκόπιε.
Ῥῦσαί με δεινῶν* καὶ στενώσεως Προκόπιε,* ἐκ νόσων καὶ θλίψεων καὶ συμφορῶν,* τῇ
μεσιτείᾳ σου μάκαρ,* ταχύ ἀπάλλαξον.
Θεοτοκίον.
῎Αχραντε, θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τὸν Σὸν
ἱκέτην* ἀπαύστως, Σεμνή, προστάτευσον.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ ...
Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι,* ὁ πανάθλιος ἱκέτης σου Μάρτυς,* καὶ τὴν σὴν
βοήθειαν, μάκαρ, αἰτοῦμαι,* ἣν δώρισαί μοι ταχέως, Προκόπιε,* καὶ πᾶσαν λύπην τῆς
ψυχῆς,* ἀπ᾿ ἐμοῦ ἀποδίωξον Ἅγιε.
Σωμάτων, θεραπευτὴν καλοῦμέν σε,*Ορθοδόξων ἡ πληθὺς θεοφόρε,* καὶ τῶν ψυχῶν
ἰατρὸν καὶ προστάτην,* καὶ τῶν ἐν θλίψει καὶ ζάλαις προπύργιον,* Προκόπιε
θαυματουργέ,* τῶν πιστῶν σὺ στεῤῥὸν καταφύγιον.
̉Εκ τοῦ καρκίνου καὶ ἐκ τῶν ἰώσεων,* διαφύλαττε πιστοὺς Στρατηλάτα,* καὶ ἐκ παθῶν καὶ
δεινῶν ἀλγηδόνων,* ῥῦσαι ἱκέτας σου, μάκαρ Προκόπιε,* καὶ σῶσον τοὺς
Χριστιανοὺς,* ἐκ παγίδων τοῦ ὄφεως, ῞Αγιε.
Θεοτοκίον.
Πανάχραντε,Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν
ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς
ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον,* ἀπὸ κινδύνων ἱκέτας σου θεοφόρε,* ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ
καταφεύγομεν,* ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.
Ἄχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,* ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις καὶ εἶτα τὸ Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν ...
Προστάτης πτωχῶν ἀνεδείχθης, μακάριε,* καὶ νοσούντων ἰατρὸς ἀλάνθαστος ῞Αγιε,* μὴ
παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ φύλαξον, θαυματουργέ,* ἐκ τῶν παγίδων
τοῦ ἐχθροῦ,* ἡμᾶς τοὺς σοι προστρέχοντας.* Τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς
ἱκεσίαν* ὁ ἑτοιμότατος φρουρός,* παναοίδιμε Προκόπιε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου …
῾Ο χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:Εκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, (Κεφ. ιβ΄ 8 – 12) τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
῾Ο χορός: Δόξα σοι, Κύριε, δόξα σοι
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων
τοῦ Θεοῦ˙ ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν
Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ˙
τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. ῞Οταν δὲ προσφέρωσιν
ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι
ἀπολογήσησθε, ἤ τι εἴπητε˙ τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ
εἰπεῖν.
῾Ο Χορός. Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρί ...
Ταῖς τοῦΑθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν καί ἀεί ...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπης με* τῶνΟρθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι
δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ
τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν
πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Στρατηλάτα* καὶ γίνου σὺ
προστάτης καὶ φρουρὸς* καὶ βακτηρία, Προκόπιε,* πάντων τῶν τιμῶντων σε
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
̉Ι ατρὸς ἀνεδείχθης* λοιμωδῶν νοσημάτων, μάρτυς Προκόπιε,* διὸ πιστῶν τὰ πλήθη*
προσέρχονται ἀσμένως* καὶ αἰνοῦσι σε ᾄδοντας˙* Χαῖρε, πιστῶν χαρμονή* καὶ δόξα
τῶν Αγγέλων.
Ἰσχυρὸς ἀνεδείχθης,* τοῦ Σταυροῦ τῇ δυνάμει, σεμνὲ Προκόπιε,* καὶ πᾶσι τοῖς νοσοῦσι,*
ὑγείαν σὺ παρέχεις,* διὸ ἅπαντες ᾄδομεν,* ὁ τῶν Πατέρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Τοῦ Σταυροῦ τῇ δυνάμει* τῶν εἰδώλων τὰ ξόανα ἐθρυμμάτισας* καὶ νίκην ἐδωρίσω,*
ἡμῖν τοῖςΟρθοδόξοις,* διὸ ᾄδοντας λέγομεν˙* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Τοῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, Παρθένε ἕνδοξε,* διὸ πιστῶν τὰ πλήθη*
αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Σὸν Υἱόν, Μαριάμ,*
εὐμένισον λιταῖς Σου.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Τοὺς ἐν τῇ κλὶνῃ* τοῦ πόνου πάντας κειμένους,* σὺ παράσχου τήν ὑγείαν, Τρισμάκαρ,*
ἵνα σὲ ὑμνοῦμεν,* εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς προσελθόντας,* ἐν τῷ σεπτῷ σου τεμένει,* μὴ παρίδῃς, θεόφρον, ὑμνοῦντας* καὶ
ὑπερυψοῦντας* εἰς πάντας τοὺς αἰῶνας.
Τῶν ἰαμάτων* κρουνὸς, σοφὲ, ἀνεδείχθης* καὶ πτωχοὺς μὴ παρίδῃς, φωσφόρε,* ἵνα σέ
ὑμνοῦμεν* εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
̉Εκ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς
ψυχὰς μας* ἐλπίδαν ἐμφυτεύεις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης* ἔμπλησον, παμμάκαρ,* τοὺς ἐξαιτοῦντας ἐν πίστει τὴν σὴν
ἀῤῥωγήν* καὶ τοὺς ἐν θλίψεσιν ὄντας* τάχος ἐπίσκεψαι.
Προκόπιε Θεόφρον,* φύλαττε καὶ ῥῦσε* ἐκ πάσης νόσου, ἀνάγκης καὶ θλίψεως* τοὺς
εὐσεβῶς, μυροβόλε,* σὲ μεγαλύνοντας.
̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς
ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Θεοτοκίον.
Σοὶ Δέσποινα προσπίπτω* καὶ καθικετεύω* τοὺςὈρθοδόξους ἐκ πλάνης διάσωσον* καὶ
κεκοιμημένοις λιταῖς σου* δίδου ἀνάπαυσιν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ* καὶ
ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν
ὄντως Θεοτόκον* Σέ μεγαλύνομεν.
Χαίροις, Ὀρθοδόξων ἡ καλλονή˙* χαίροις, διωχθέντων, καταφύγιον ἰσχυρόν˙* χαίροις,
τῶν ἐν θλίψει* καὶ τῶν ἐν ἐξορίᾳ,* Προκόπιε θεόφρον,* τὸ παραμύθιον.
Μάρτυς τοῦ Κυρίου θαυματουργέ,* φύλαττε ἱκέτας* ἀπὸ βλάβης τε καὶ φθορᾶς,* ἐκ
νόσων παντοίων* καὶ θλίψεων ποικίλων* καὶ τοῖς ἐν μετανοίᾳ,* δάκρυα δώρησαι.
Σ
κέπαζε, Προκόπιε θαυμαστέ,* πάντας τοὺς συζύγους* καὶ τὰ τέκνα αὐτῶν σοφέ.*
Φύλαττε ἐκ νόσων,* σατανικῶν παγίδων* καὶ ὀλιγοπιστίας* ἡμᾶς τούς ἱκέτας σου.
Ἔχοντες προστάτην, θαυματουργὲ,* σὲ τὸν Στρατηλάτην,* Ἐκκλησίας τὴν κορυφήν,*
χαίρομεν ἀσμένως,* κηρύττομεν δεόντως,* Χριστοῦ τὰ μεγαλεῖα,* Μάρτυς Προκόπιε.
Πᾶσαι τῶνΑγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι
Πάντες* μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ
̉Απολυτίκιον τοῦ ῾Αγίου. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀγρευθεῖς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν,* κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος
Χριστῷ,* τῶν Μαρτύρων καλλονὴ Μάρτυς Προκόπιε,* ὅθεν δυνάμει τοῦ Σταυροῦ,*
ἀριστεύσας εὐκλεῶς,* κατήσχυνας τὸν Βελίαρ,* οὐ τῆς κακίας ἄτρωτους,* σῷζε τοὺς
πόθω σὲ γεραίροντας.
῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καὶ μικρὰνΑπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας
ψάλλομεν:
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας θερμῶς,* τῇ σῇ κραταιᾷ προστασίᾳ* καὶ ἀντιλήψει, σοφέ,*
φύλαττε πρεσβείαις σου καὶ σῶσον, ῞Αγιε,* τὰς αἰτήσεις ἐκπλήρωσον,* καὶ ἐξ
ὁλεθρίων,* πειρασμῶν τοῦ ὄφεως,* ῥῦσαι, θεόφρον, ἀεί.* Λύχνε τοῦ Χριστοῦ,
φωτοφόρε,* εὔχου ὦ Προκόπιε ἔτι* καὶ ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.
Δέσποινα πρόσδεξαι,* τὰς δεήσεις τῶν δούλων Σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου* εἰς Σέ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με* ὑπό τήν
σκέπην Σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν. Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν έλέησον ἡμᾶς.
̉Αμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου