Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 2 Ιουλίου 2025

Παρακλητικός Κανών εις τον Αγιον Παρθένιον επισκόπο Ραδοβυζδίων.

 





῞Αγιος Παρθένιος Επισκόπος Ραδοβυζδίων.


(21 Ιουλίου)


῞Αγιος Παρθένιος Επισκόπος Ραδοβυζδίων


῾Ο νεοφανής αὐτός ῞Αγιος τῆςΕκκλησίας καταγόταν ἀπό τό χωριό Βατσουνιά τῆς

Θεσσαλίας.Από μικρός εἶχε τήν ἐπιθυμία νά γίνει κληρικός κι ὁ Θεός τόν ἀξίωσε νά γίνει

ἐπίσκοπος Ραδοβυσδίου (νομός ῎Αρτας).

῾Υπῆρξε ἄριστος ποιμενάρχης καί διά τῆς θερμῆς του ἀγάπης καί διά τοῦ ἁγίου

παραδείγματός του, στήριζε τό ποίμνιό του σέ κάθε του ἀνάγκη. Τακτικά μάλιστα ἔβγαινε

στούς ἀγρούς καί εὐλογοῦσε τά ζῶα τών κτηνοτρόφων. ῎Ετσι ὁσιακά καί δίκαια ἀφοῦ

ἔζησε, παρέδωσε τήν ἁγία του ψυχή στόν Θεό τήν 21ῃ Ιουλίου 1777 μ.Χ.

Κατά τήν ἡμέρα τῆς ἀνακομιδῆς τῶν ἁγίων λειψάνων του ὁ χῶρος πλημμύρισε ἀπό

εὐωδία. ῾Η ἁγία του κάρα φυλάσσεται στό χωριό Βελεντζικό ῎Αρτας καί ἑνα μέρος ἀπό τά

ὀστά τῶν χεριῶν του, βρίσκεται στήν ῾Ιερά Μονή Δουσίκου - Τρικάλων.

῾Ο ῞Αγιος Παρθένιος θεωρεῖται προστάτης καί θεραπευτής τῶν ζώων γι̉ αὐτό οἱ

κτηνοτρόφοι τόν εὐλαβοῦνται καί καταφεύγουν σ̉ αὐτόν ὅταν ἀρρωστήσουν τά ζῶα τους.


Παρακλητικὸς Κανὼν


εἰς τὸν ῞Αγιον Παρθένιον ἐπισκόπον Ραδοβυζδίων.


Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.


Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος), εὐθὺς ὁ χορὸς σὲ

Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος,… (τετράκις) καὶ εἴτα τὰ παρόντα Τροπάρια.


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.


Τῷ τοῦ Χριστοῦ σεμνοπρεπῇ Ἱεράρχη,* Ῥαδοβισδίου φύλακά τε καὶ ῥύστην,*

προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς·* ῞Οσιε Παρθένιε,* Αρχιθύτα̉ Κυρίου,*

πρόφθασον καὶ λύτρωσαι* τοὺς δεινῶς θλιβομένους,* μὴ παραβλέψης δέησιν οἰκτράν,*

τῶν προσπιπτόντων* τῇ κάρᾳ σου ῞Αγιε.


Δόξα Πατρὶ καὶ Υἱῷ ... τὸ Απολυτίκιον. ῏Ηχος γʹ. Θείας πίστεως.


Νέον καύχημα, τῆς ἐκκλησίας,* ὡς τοῦ πνεύματος,* λαμπρὸν δοχεῖον,* ἀνεδείχθης

῾Ιεράρχα Παρθένιε* τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος* τῆς δωρεᾶς τῶν ῾Αγίων

ἠξίωσαι.* Πάτερ ῞Οσιε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Καὶ νῦν καὶ ἀεὶ ... Θεοτοκίον.


Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·* εἰ μὴ γὰρ σὺ

προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·* σοὺς γὰρ

δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50ος)Ψαλμὸς καὶ ψάλλομεν τάςῼδὰς τοῦ Κανόνος. 3

ᾨδὴ αʹ.  Ἦχος πλ. δ'   Ὑγρὰν διοδεύσας …


Δεχθεὶς τὴν ἐπίθεσιν τοῦ ἐχθροῦ,* πρὸς σὲ καταφεύγω,* Ἱεράρχα θαυματουργέ,* καὶ τὴν

σὴν βοήθειαν αἰτοῦμαι,* ἣν δώρησαί μοι ταχέως Παρθένιε.

Παθῶν τε καὶ νόσων πολυειδῶν* καὶ πάσης κακίας* ἐλευθέρωσον,Αθλητά,* τοὺς εἰς σὲ

προσφεύγοντας, Θεόφρον,* καὶ ἐκζητοῦντας τὴν σκέπην σου, ῞Οσιε.

Νοσοῦντα τὰ κτήνη, θαυματουργέ,* θεράπευσον τάχος* καὶ ἀπόδος ἡμῖν ὑγιῆ,* καὶ τοὺς

γόνυ κλίνοντάς σοι πίστει* ἐκ τῶν κινδύνων ἀπάλλαξον, ῞Οσιε.


Θεοτοκίον.


Παρθένε, προσπίπτω δεητικῶς* καὶ χείρας μου αἴρω* ἐξαιτούμενος ἀρωγήν,* ἣν τάχος

παράσχου σῷ ἱκέτῃ,* ἵνα ῥυσθῶ τοῦ πυρὸς, Θεοδόξαστε.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος ...


Τῆς ῾Ηπείρου προστάτης, θαυματουργέ, γέγονας* καὶ τῆς Θεσσαλίας ἁπάσης* φύλαξ

ἀκοίμητος,* διὸ πρὸς σὲ οἱ πιστοὶ* ἀκαταπαύστως βοῶσι* τοὺς νοσοῦντας ἴασε,* μάκαρ

Παρθένιε.

Ἱκετεύω σε Πάτερ τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου,* σὺ

γὰρ τὸν Κύριον* καὶ Λυτρωτὴν τῶν ἀνθρώπων* ἐκ παιδός ἡγάπησας,* σοφέ Παρθένιε.

̉Ε κ τροχαίου ἱκέτας* σὺ διαφύλαξον* ἡμᾶς τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος

Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν βοήθειαν πάτερ,* ἣν παράσχου, ῞Αγιε* θεῖε

Παρθένιε.


Θεοτοκίον.


Θεοτόκε Παρθένε, χριστιανῶν καύχημα* σὲ καθικετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου* ἐκ

τῶν χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰρήνην δώρισαι* οἴκοις τῶν

δούλων Σου.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ιεράρχα,* ὅτι πάντες σεμνοπρεπῶς* εἰς σὲ

καταφεύγομεν,* ὡς ἔχοντι παρὰ Θεῷ παῤῥησία.

Ἐπιβλεψον* ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος

κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ Κάθισμα. ῏Ηχος β΄. Πρεσβεία Θερμὴ ...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ κόσμου

καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* Παρθένιε ὅσιε, πρόφθασον* καὶ ἐκ κινδύνων

λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε ...


Ἀποδίωξον τάχιον* τῇ σῇ μεσιτείᾳ, μάκαρ Παρθένιε,* τῆς σαρκός μου τὰ σκιρτήματα* καὶ

τῶν ἁμαρτάδων μου τὴν ζόφωσιν.

Τ

3 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ

δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Παρθένιε εὔσημε,* καὶ παράσχου ῥώσιν ἅπασι*

διά τῶν λιτῶν σου πρός τόν Κτίστην ἔνδοξε.

Ὀρθοδόξων τὸ στήριγμα*Αρχιθύτα Παρθένιε, γέγονας* σὺ τὸν Κύριον ἱκέτευε* ὅπως

εὔρωμεν χάριν καί ἔλεος.


Θεοτοκίον.


Παναγία Πανάχραντε,* ἀνεπαίσχυντα τέλη Σὺ παράσχου μοι* καὶ τὸν κλύδωνα

κατεύνασον* τῶν ἐμῶν πταισμάτων Θεοδόξαστε.

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς ...


Κύριον θερμῶς* καθικέτευε, Παρθένιε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονὴν* ὡς καὶ εἰρήνην

τοῖς οἴκοις ἡμῶν, πανθαύμαστε.

῞Υ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ

ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Παρθένιε θαυμαστέ,*

καὶ βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

Θεοτοκίον.


῎Ε μπλησον χαρᾶς εὐεργέτας τοῦ ἱκέτους Σου* καὶ διαφύλαττε αὐτούς, Μαριάμ,* ἐκ

πάσης βλάβης* καὶ στενώσεως σοῦ δέομαι.


ᾨδὴ στʹ. Τὴν δέησιν ...


Προστάτην, τῶν ἀλόγων, Ὅσιε,* καὶ φρουρὸν τῶν Χριστιανῶν σὲ καλοῦμεν,* τῶν

πειρασμῶν γὰρ σκεδάζεις τὸν ὄχλον* καὶ δυσσεβῶν ἐκδιώκεις ἐπήρειαν,* δεόμεθά σου

ταπεινῶς* ἐκ λοιμοῦ σοῦ ἱκέτας διάσωσον.

Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με* καὶ ἐκ πασῶν τῶν συμφορῶν, Θεοφόρε,* καταφυγὴ

σὺ εἶ ἡμῶν τῶν ἀλγούντων* ὡς καὶ λιμὴν ἀνεδείχθης ἀκύμαντος,* σοῦ δέομαι

θαυματουργέ,* ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ

Παρθένιε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν* καί

τῆς γῆς καταπράϋνον δέομαι.


Θεοτοκίον.


Νευρώσεις Σύ,* ἀπελαύνεις, ῎Αχραντε,* καὶ τὰς νόσους θεραπεύεις Σῶν δούλων,* καὶ

ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις,* ἀκαταπαύστως βοήθειαν, ἔνδοξε·* δεόμεθά Σου

ταπεινῶς* τῶν ψυχῶν ἡμῶν ὄματα ἄνοιξον.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ῾Ιεράρχα,* ὅτι πάντες σεμνοπρεπῶς* εἰς σὲ

καταφεύγομεν,* ὡς ἔχωντι παρὰ Θεῷ παῤῥησία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα

δυσώπησον,* ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Εἶτα καὶ πάλιν Δέησις καὶ τὸ Κοντάκιον. ῏Ηχος β’. Προστασία τῶν χριστιανῶν ...

Ἀντιλήπτωρ τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ πάντων τῶν πιστῶν σὺ φρουρὸς ὁ

ἀκοίμητος˙* μὴ παρίδης Χριστιανῶν δεήσεων φωναῖς,* ἀλλὰ σπεῦσον σὺ,

θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς προσπιπτώτων σοι.* Τάχυνον εἰς

πρεσβείαν* καὶ σπεῦσον εἰς θεραπείαν,* ὡς ἀντιλήπτωρ τῶν πιστῶν,* σὺ Παρθένιε

μακάριε.


Καὶ εὐθὺς τὸ Προκείμενον:

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ῾Οσίου Αὐτοῦ. (δίς)


Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν  ἡμῖν;

Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου …

῾Ο χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς:Εκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23) ἁγίου Εὐαγγελίου, …

῾Ο χορός: Δόξα σοι, Κύριε, δόξα σοι

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ

πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου

καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ

ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο καὶ πᾶς ὁ ὄχλος ἐζήτει

ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς ἐπάρας

τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα

ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ

κλαίοντες νῦν, ὅτι  γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν

ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ

Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν

πολὺς ἐν τῷ οὐρανῷ.

῾Ο Χορός. Δόξα σοι, Κύριε, δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ …


Ταῖς τοῦΑρχιθύτου* πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τά πλήθη,* τῶν ἐμῶν

ἐγκλημάτων.


Καὶ νῦν καὶ ἀεὶ …


Ταῖς τῆς Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἑξάλειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

σου, ἐξάλειψον τὸ ἀνόμημά μου.


Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι ….


Μὴ ἐγκαταλείπῃς με* εἰς τῶν δαιμόνων τὰς χείρας,* ῞Οσιε Παρθένιε,* ἀλλὰ διαφύλαττε

τὸν ἱκέτην σου˙* θλίψις συνέχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα,*

πόρου οὐ κέκτημαι,* οὐδὲ ἀνθρωπίνην βοήθειαν˙* διὸ καταφεύγω σοι,* καὶ γονυκλινῶς

ἱκετεύω σε˙* φύλακα γὰρ πάντων,* προστάτην καὶ ἀκοίμητον φρουρὸν* καὶ βακτηρίαν

ἀκλόνητον,* Σὲ Χριστὸς ἀνέδειξε.

 Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Ὁ χορός· Κύριε, ἐλέησον (δωδεκάκις).

Ὁ Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς,...

Ὁ χορός·Αμήν.


ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ἰουδαίας ...


Τοῦ σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, Παρθένιε ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη*

αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν,

εὐμένισον λιταῖς Σου.

̉Εκ πειρασμῶν φωσφόρε,* καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον·* ἐκ νόσου τοῦ

καρκίνου,* σὺ φύλαξον, θεόφρον,* τοὺς ἐν πίστει κραυγάζοντας˙* ὁ τῶν Πατέρων

ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

̉Εκ πειρασμῶν, φωσφόρε,* καὶ παγίδων καὶ θλίψεων ἐλευθέρωσον·* ἡμᾶς τούς σε

ὑμνοῦντας* καί πίστει προσκυνοῦντας* τήν κάραν σου ᾄδωντας˙* ὁ τῶν Πατέρων

ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.


Θεοτοκίον.


Μὴ παρίδῃς ἱκέτας,* Θεοδόξαστε κόρη, πιστῶν τὸ καύχημα,* ἀλλὰ ταῖς εὐχαῖς Σου,* ἐκ

νόσου τοῦ καρκίνου,* πάντας Μῆτερ διάσωσον,* ἵνα ὑμνῶμεν ἀεί,* τὸν Λόγον

Θεοτόκε.


ᾨδὴ ηʹ. Τὸν Βασιλέα.


Τοὺς ἀσθενούντας* καὶ τοὺς ἐν ζάλαις τοῦ βίου,* μὴ παρίδης, Παρθένιε Πάτερ,* ἀλλὰ

ταῖς λιταῖς σου,* γενοῦ συ ἀντιλήπτωρ.

Τὰς ἐπιθέσεις* τοῦ ἀοράτου Βελίαρ,* φυγαδεύεις λιταῖς σου πρός τόν Κτίστην* καὶ τοὺς

ἐν ἀνάγκαις,* κουφίζεις, Θεοφόρε.

Τὰς ἀσθενείας* σὺ τῶν πιστῶν ἰατρεύεις* καὶ ἀλόγων τὰς νόσους, παμμάκαρ,* δι̉ ὃ σοῦ

αἰτοῦμεν* πρεσβείαις, Αρχιθύτα.


Θεοτοκίον.


Ἑλλήνων Κόρη,* καταφυγὴ ἀνεδείχθης* καὶ ἀκοίμητος πάντων προστάτις˙* διό,

Θεοτόκε,* ἀπαύστως Σὲ ὑμνοῦμεν.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον ...


Νοσούντων καὶ πλεόντων* καὶ τῶν ἐν κινδύνοις* φρουρὸς, σοφὲ, ἀνεδείχθης ἀκοίμητος*

καὶ τῶν στενόντων* ἐκ πόνων τὸ παραμύθιον.

Παθῶν μου τὴν μανίαν,* νέκρωσον, Θεόφρον,* καὶ τοῦ νοὸς μου τὴν ζάλην κατεύνασον,*

ἵνα ἀπαύστως δοξάζω* σὲ, Θεοδόξαστε.

Πηγὴ τῶν ἰαμάτων* ὄντως ἀνεδείχθης* καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος,* δι̉ ὃ λιταῖς

σου αἰτοῦμεν,* μάκαρ Παρθένιε.


Θεοτοκίον.


Ἱλέωσαι Υἱόν Σου,* Κεχαριτωμένη,* τὸν ἐπ̉ ἐμοὶ ὀργισθέντα δικαίως, ῾Αγνή,* καὶ ἐκ τοῦ

πυρὸς τοῦ ἀσβέστου,* τάχος μὲ λύτρωσε.


Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ

 παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ*

καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ˙* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,*

τὴν  ὄντως Θεοτόκον* Σὲ μεγαλύνομεν.

Χαίροις τῶνΑγράφων θεῖος βλαστὸς* καὶ ῬαδοσβισζίουΑρχιθύτης ὁ ἐκλεκτός.* Χαίροις

τῆς Δουσίκου,* τὸ σέμνωμα καὶ δόξα,* Αρχιερέων κλέος,* πάτερ Παρθένιε.

Πάντων τῶν νοσοῦντων ὁ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις* καταφύγιον ἰσχυρόν,* ὀρφανῶν

προστάτης* πενήτων σιτοδώτης* καὶ τῶν πιστῶν τὸ κλέος,* ἐδείχθης ῞Αγιε.

Φύλαξον δεόμεθα ταπεινῶς* ἐκ νόσου τοῦ καρκίνου* καὶ ἐξ ἄλλων ἀσθενειῶν,* τοὺς

προσερχομένους,* ἐν τῇ Μονῇ Δουσίκου,* ἐν πόθῳ προσκυνῆσαι* θεῖά σου λείψανα.

Ψάλλουσι πανδήμως σεμνοπρεπῶς* μοναζόντων τάξεις*Ορθοδόξων τε οἱ χοροὶ* καὶ

ἀνευφημοῦσι,* σέ μάκαρ ῾Ιεράρχα,* τὸν ἄκακον ποιμένα* καί πάντων φύλακα.

Πᾶσαι τῶνΑγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι

πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ


Απολυτίκιον. ῏Ηχος γʹ. Θείας πίστεως.


Νέον καύχημα, τῆς ἐκκλησίας,* ὡς τοῦ πνεύματος,* λαμπρὸν δοχεῖον,* ἀνεδείχθης

῾Ιεράρχα Παρθένιε* τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος* τῆς δωρεᾶς τῶν ῾Αγίων

ἠξίωσαι.* Πάτερ ῞Οσιε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καὶ μικρὰνΑπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας

ψάλλομεν τὰ ἑξῆς:


Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου...


Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῶν ἱερῶν σου λειψάνων* Παρθένιε ἔνδοξε,*

δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ

πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Πάτερ ῾Ραδοβισδίων τὸ κλέος,* ἀλόγων

ἐδείχθης προστάτης* καὶ τῶν Ορθοδόξων καταφύγιον.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων Σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης

ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν

σκέπην σου.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν. Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον ἡμᾶς.


̉Αμήν.

Δεν υπάρχουν σχόλια: