῾Οσία Πελαγία ἡ Τηνία
(23 Ιουλίου)
῾Οσία Πελαγία ἡ Τηνία
῾Η ὁσία Πελαγία ποὐ ἦταν κόρη τοῦ παπά Νικηφόρου Νεγρεπόντη, γεννήθηκε τό 1752 μ.Χ. Λίγα
χρόνια μετά τή γέννησή της ὁ πατέρας της πέθανε. Ήταν τότε 12 χρονών. Οι δυσκολίες της
ζωής έκαναν την μητέρα της να τη στείλει στόν Τριπόταμο, στην αδελφή της που ήταν κάπως πιό
πλούσια. Εκεί η Λούκια έμεινε τρία χρόνια και συχνά πυκνά επισκεπτόταν την άλλη θεία της, που
ήταν μοναχή στη Μονή Κεχροβουνίου. Σε ηλικία 15 χρονών μπήκε στο Μονστήρι σαν δόκιμη,
υπό την επίβλεψη της θείας της μοναχής Πελαγίας. Όταν ήλθε η ώρα έγινε και η ίδια μοναχή με
το όνομα Πελαγία.
Ως μοναχή αφοσιώθηκε με ψυχή και σώμα στην λατρεία του Θεού και στην ανακούφιση των
φτωχῶν. Η μοναχή Πελασγία ήταν η αιτία της ανεύρεσης της Αγίας εικόνας της Θεοτόκου στον
αγρό του Δοξαρά στην πόλη της Τήνου (30 Ιανουαρίου 1823 μ.Χ.), γεγονός που έμελλε να κάμει
την Τήνο ιερό νησί και να κατατάξει την Πελαγία μεταξύ των Αγίων. Το γεγονός δε αυτό συνέβη
όταν η Όσια ήταν 73 χρόνων.
Η Οσία Πελαγία κοιμήθηκε στις 28 Απριλίου 1834 μ.Χ. και τάφηκε στο ναό των Ταξιαρχών του
μοναστηριού. Το 1973 μ.Χ. κτίστηκε ναός στο όνομα της, όπου φυλάσσεται και προσκυνεῖται η
αγία κάρα της. Ανακηρύχτηκε αγία με Συνοδική Πατριαρχική Πράξη στις 11 Σεπτεμβρίου 1970
μ.Χ. και η μνήμη της ορίστηκε να τιμάται στις 23 Ιουλίου, την ημέρα δηλαδή του οράματος της.
Τά ῾Ιερά Λείψανα τῆς ῾Αγίας βρίσκονται στήν ῾Ιερά Μονή Κεχροβουνίου Τήνου.
Παρακλητικὸς Κανὼν
εἰς τὴν ῾Οσίαν Πελαγίαν τὴν Τηνίαν
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος), εὐθὺς ὁ χορὸς σὲ
Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος,,… (τετράκις) καὶ εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὴν καλλιπάρθενον ὑμνήσωμεν πάντες* τῶνΟρθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν*
ἐν κατάνύξει βοῶντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τοὺς προστρέχοντας,* Πελαγία
θεόφρον,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου,
θαυμαστή,* σὲ γὰρ προστάτιν* ἀκοίμητον ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ…Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως…
Τήνου κλέϊσμά συ ἀνεδείχθης* καί ἀκοίμητος φρουρός κατέστης,* ῾Οσία Πελαγία
πανάριστε,* ἐν Μονῇ Κεχροβουνίου ἐμόνασας* καί ἐν αὐτῇ θεαρέστως ἐβίωσας* διό
καί ἡ Θεοτόκος σέ ἐξέλεξε* εὐρεῖν εἰκόνα Αὐτῆς, ῾Οσίαθλε,* μεθ̉ ἧς τῷ Λόγῳ Χριστῷ
ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ νῦν καὶ ἀεὶ … Θεοτοκίον.
Ο
ὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν
ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώζεις
ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ (50ος) Ψαλμὸς καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος.
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας 4 …
Τὰ γόνατα κλίνω ἱκετικῶς* καὶ χείρας μου αἴρω, Πελαγία, δεητικῶς* καὶ τὴν σῇ βοήθειαν
αἰτοῦμαι,* ἥν συ παράσχου ἐμοί, Θεοδόξαστε.
Η῾ μᾶς τοὺς προστρέχοντας ἐπὶ σε,* σεμνὴ Πελαγία, σοῦ δεόμεθα ταπεινῶς* παράσχου
ὑγείαν, σωφροσύνην* ὡς καὶ τοῦ βίου τὰ τέλη ἀνώδυνα.
Παράσχου ἱκέταις, θαυματουργέ,* ἀκλόνητον πίστιν καὶ ἀγάπην τὴν τοῦ Θεοῦ,* ἵνα σε
δοξάζωμεν ἀπαύστως,* Μονῆς Κεχροβουνίου κλέος καὶ καύχημα.
Θεοτοκίον.
Βοήθει, Παρθένε, τοὺς ἰατροὺς* ποιεῖν διαγνώσεις εὐστόχους καὶ ἀκριβεῖς* εἰς δὲ τοὺς
νοσοῦντας χορηγῆσαι* ἰατρικὴν ἀγωγὴν τὴν κατάλληλον.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
Ε̉ κ παντίων κινδύνων θερμῶς ἱκετεύομεν* ἡμᾶς τοὺς προσφεύγοντας πίστει,* Κόρη, σὺ
φύλαττε* ἐκ τῶν ποικίλων παθῶν* καὶ ἐκ τῶν νόσων, Θεόφρων,* καὶ τοῖς πιστοῖς
παράσχου* τέλη ἀνώδυνα.
Πελαγία χριστόφρων, Χριστιανῶν στήριγμα* σὲ καθικετεύομεν πάντες* καὶ σοῦ δεόμεθα*
ῥῦσαι ἱκέτας, ἁγνή,* ἐκ τῶν ποικίλων κινδύνων* καί ἐκ τῆς κολάσεως* ταῖς μεσιτείαις
σου.
Ο̉ ρφανῶν, Πελαγία, καταφυγή γέγονας* καὶ τῆς νεολαίας προστάτης ἀκαταμάχητος,*
διὸ σοι προσέρχονται* τῶν Ορθοδόξων χορείαι* καὶ αἰτοῦσιν ἅπαντες* τὴν
προστασίαν σου.
Θεοτοκίον.
Παναγία Παρθένε, Χριστιανῶν καύχημα* σέ καθικετεύομεν πάντες* καί σοῦ δεόμεθα*
σπεῦσον καί σῶσον ἡμᾶς* ἐκ τῶν ποικίλων κινδύνων* καί ἐκ τῆς κολάσεως* ῥῦσε
ἱκέτας Σου.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, Πελαγία,* ὅτι πάντες δεητικῶς πρὸς σε
καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίαν.
Ε̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν,* καὶ ἴασαι* τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις ὑπό τοῦ ῾Ιερέως καί εἶτα τό Κάθισμα.
Ἦχος βʹ. Πρεσβεία θερμὴ.
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ κόσμου
καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* Πελαγία πάντιμε, πρόφθασον* καὶ ἐκ κινδύνων
λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Τοὺς πολέμους κατάπαυσον,* Πελαγία μάκαρ, πιστῶν τὸ στήριγμα* καὶ εἰρήνην ταῖς
ἱκέταις σου* παράσχου, Κεχροβουνίου καύχημα.
4 Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Ε̉ κ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε, Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα
κατεύνασον* τῶν παθῶν μου, Πελαγία ἔνδοξε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Πελαγία ὁσίαθλε,* καὶ παράσχου ῥώσιν ἅπασι*
τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
Θεοτοκίον.
Παναγία πανάχραντε,* τὴν ῾Ελλάδαν σπεῦσον καὶ διαφύλαξον* ἐξ ἐχθρῶν ποικίλων,
ἔνθεε,* οἱ πιστοὶ ἀπαύστως* σοῦ δεόμεθα.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Πελαγία θαυμαστή,* καὶ
βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
Νεύσεις ἱερᾶς,* Πελαγία, σὺ παράσχου μοι* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἵνα
δοξάζω* Χριστὸν τὸν ποιητὴν τοῦ σύμπαντος.
Λύτρωσον ἡμᾶς* ἐκ τῶν ὄγκων, Θεοδόξαστε,* καὶ ὑγιείαν παράσχου τοῖς πιστοῖς,* σύ
Πελαγία,* πιστῶν φρουρὸς ὁ ἀκοίμητος.
Θεοτοκίον.
Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεονύμφευτε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ
ἐξαιτοῦμεν παρά σοῦ ὑγείαν, Δέσποινα.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Προστρέχω γονυκλινῶς τῇ σῇ χάρῃ* καὶ αἰτῶ τὴν σὴν βοήθειαν, Μῆτερ.* Μὴ ἀποῤῥίψῃς
ἀχρεῖον ἱκέτην,* ἀλλὰ καρποὺς μετανοίας μοι δώρησον,* σοῦ δέομαι καὶ νῦν θερμῶς,*
Πελαγία, Κριτὴν σὺ εὐμένισον.
Ε̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Πελαγία, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων
παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα γονυκλινῶς,*
Αθλοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.
Πελαγία,Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν
ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς
ἱκετῶν Σου ἀνάδειξον.
Θεοτοκίον.
Ο̉ ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων
τὰ βέλη διώκεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεονυμφε,* διὸ μοναζόντων χοροὶ* ἀνυμνοῦσιν
ἁπαύστως σέ, Δέσποινα.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, Πελαγία,* ὅτι πάντες δεητικῶς πρὸς σε
καταφεύγομεν* ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίαν.
Α῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία…
Σὲ προστάτιν τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν
σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς
τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ
τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,* Πελαγία θεοδόξαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί. (δίς)
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:Εκ τοῦ κατὰ Μᾶρκον (Κεφ. εʹ. 24-34) ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα.
Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς
οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ
δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον
ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου
αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καὶ εὐθέως
ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ
εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν
τῷ ὄχλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις
τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο
ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ
προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶπεν αὐτή: Θύγατερ, ἡ
πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τῆςΑθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπης με* τῶνΟρθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι
δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ
τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Πανάριστε,* πάντοθεν
πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Πελαγία,* καὶ γίνου σὺ
προστάτις καὶ φρουρὸς* καὶ βακτηρία, τρισένδοξε,* πάντων τῶν τιμῶντων σε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου …
῾Ο Χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς:Ελέει καὶ οἰκτιρμοῖς …
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…
Α̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως, Θεοκοινώνητε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ
θυγατέρας* ἱκετικῶς σοῦ δέονται·* τέκνα παράσχου ἡμῖν,* ῾Οσία Πελαγία.
Θελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας Κόρη σεμνή, δυσώπησον,* ῥυσθῆναι τῶν
πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τοὺς ἐν πίστει κραυγάζοντας˙* Ὁ τῶν Πατέρων
ἡμῶν* Θεός, εὐλογητὸς εἶ.
Νικητάς ἁμαρτίας* τούς πιστούς σύ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρός τόν
Κτίστην* δεόμεθα ἁπαύστως* διό σοι καταφεύγομεν,* Πελαγία, τῶν πιστῶν*
ἀνύστακτος προστάτης.
Θεοτοκίον.
Ο̉ ρθοδόξων κατέστης* ἀρωγὸς καὶ προστάτις, Θεομακάριστε.* διὸ σὲ ἀνυμνοῦμεν καὶ
σὲ δοξολογοῦμεν* καὶ προσπίπτοντας ᾂδωμεν·* σύ, Θεοτόκε ἁγνή,* ἐλέησον τὸν
κόσμον.
ᾨδὴ ηʹ. Τόν Βασιλέα…
Σὲ τῶν ῾Ελλήνων καὶΟρθοδόξων χορείαι* ὑμνοῦσι ἁπαύστως, Πελαγία,* καὶ πόθῳ
αἰτοῦσι* ἰδεῖν Θεοῦ τήν δόξαν.
Τὴν νεολαίαν* ἐξ ἐθισμῶν ὀλεθρίων,* διάσωσον τάχος, Πελαγία,* καὶ φύλαττε ταύτην ἐκ
πλάνης διαβόλου.
Τὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* καθικέτευε, σεμνή Πελαγία,* ὅπως μοι
παράσχῃ* καλὴν ἀπολογίαν.
Θεοτοκίον.
Σὲ τῶν ῾Ελλήνων* καὶΟρθοδόξων χορείαι* ἀνυμνοῦσι ἁπαύστως, Παρθένε,* καὶ πόθῳ
αἰτοῦσι* χριστιανὰ τὰ τέλη.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
Θερμῶς σέ ἱκετεύω, σεμνή Πελαγία,* ἐκ τῶν παθῶν με τάχος ἀπάλλαξον* καί ἐκ χειρῶν
τῶν δαιμόνων,* Κόρη, διάσωσον.
Τὰ τέκναΟρθοδόξων* φύλαττε ἐκ πλάνης* καὶ ἐκ τῆς ἀπιστίας σῶσον τάχος, ῾Αγνή,* καὶ
εἰς νομὰς τοῦ Κυρίου* ταῦτα ὁδήγησον.
Α̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς
ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Λιμὴν σὺ καὶ προστάτις,* πάντων, Πελαγία,* καὶΟρθοδόξων φρουρὸς ὁ ἀκοίμητος* καὶ
τῶν νοσοῦντων θεράπων καὶ καταφύγιον.
Θεοτοκίον.
Η῾ μᾶς τοὺςΟρθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν
οἱ ἀχρείοι,* Θεοκοινώνητε.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν
ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Τὴν ἔνδοξον ἀμνάδα τοῦΙησοῦ* καὶ τῶνΟρθοδόξων* κλέος, δόξαν καὶ βοηθόν,*
μοναζουσῶν τὸ κλέος* καὶ καύχημα τῆς Τήνου* ῾Οσίαν Πελαγίαν* πάντες τιμήσωμεν.
Ε῎ λαβες τὴν χάριν παρὰ Θεοῦ* ῞Οσία Πελαγία,* θεραπεύειν ὁλοτελῶς* ὄγκους καὶ
ἰώσεις,* διὸ καὶ οἱ νοσοῦντες* βοήθειαν αἰτοῦσι* ἔκ σοῦ Πανύμνητε.
ΚέραςΟρθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* Πελαγία Τήνου βλαστέ,* καὶ πᾶσι
παράσχου* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.
Πάντων τῶν νοσοῦντων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός,* χηρῶν
ἡ προστάτις,* πενήτων ἡ τροφέας,* ῾Οσία Πελαγία,* ὄντως σύ γέγονας.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου*Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι
πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τὸ Τρισάγιον, Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως…
Τήνου κλέϊσμά συ ἀνεδείχθης* καί ἀκοίμητος φρουρός κατέστης,* ῾Οσία Πελαγία
πανάριστε,* ἐν Μονῇ Κεχροβουνίου ἐμόνασας* καί ἐν αὐτῇ θεαρέστως ἐβίωσας* διό
καί ἡ Θεοτόκος σέ ἐξέλεξε* εὐρεῖν εἰκόνα Αὐτῆς, ῾Οσίαθλε,* μεθ̉ ἧς τῷ Λόγῳ Χριστῷ
ἱκέτευε* δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.
῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν καί ἐν συνεχείαΑπόλυσιν, ὁ δὲ Χορός ψάλλει τά ἑξῆς:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* Πελαγία, δόξα
πιστῶν* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,*
εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη,Εκκλησίας τὸ κλέος*
ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν Ορθοδόξων κατάφύγιον.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
̉Αμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου