ΟΣΙΑ ΕΙΡΗΝΗ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
(28 Ιουλίου)
῾Η ῾Οσία Εἰρήνη ἔζησε στά χρόνια τῆς βασίλισσας Θεοδώρας, πού ἀναστήλωσε τίς ἅγιες
εἰκόνες.
῾Η Εἰρήνη καταγόταν ἀπό τήν Καππαδοκία καί διακρινόταν ὄχι μόνο γιά τήν εὐσέβειά
της, ἀλλά καί γιά τήν σωματική ὡραιότητά της καί γιά τήν εὐγενή ἀνατροφή της. Εἶχε
ζητηθεῖ σέ γάμο, ἀπό διακεκριμένο ἄνδρα τοῦ παλατιοῦ καί ξεκίνησε γιά τό Βυζάντιο. Στή
διαδρομή ὅμως, πέρασε ἀπό τή Μονή τοῦ Χρυσοβαλάντου καί τόσο ἐλκύστηκε ἀπό τή
συναναστροφή τῶν καλογριῶν, ὥστε πῆρε τή μεγάλη ἀπόφαση νά παραμείνει μαζί τους.
῎Ετσι ἀπέρριψε τίς κοσμικές δόξες, γύρισε στήν πατρίδα της, πούλησε τά ὑπάρχοντά της
κι ἕνα μέρος ἀπό τά χρήματα πού συνεκέντρωσε τά μοίρασε στούς φτωχούς ἐνῶ τά
ὑπόλοιπα χρήματα τά ἐναπόθεσε στή Μονή τοῦ Χρυσοβαλάντου. Μετά ἀπό δοκιμασία
ἔγινε μοναχή καί ἡ ζωή της μέσα στό μοναστήρι ὑπῆρξε πολύ ἀσκητική καί ἁγία.
῞Οταν κοιμήθηκε ἡ ἡγουμένη, ἡ Εἰρήνη, παρά τήν ἄρνηση της, ἐκλέχτηκε διάδοχος της.
Από τή νέα της θέση, ἐπετέλεσε τά καθήκοντα της μέ ταπείνωση καί διακριτικότητα. ῾Ο
Θεός μάλιστα, τήν προίκισε μέ τό προφητικό καί θαυματουργικό χάρισμα. ῎Ετσι διά τής
προσευχῆς της, ἀπάλλαξε πολλούς ἀπό τά δαιμόνια.
Προαισθάνθηκε τόν θάνατό της καί ἀπεβίωσε εἰρηνικά, γεμάτη χαρά γιά τό εὐχάριστο
οὐράνιο ταξίδι της.
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
Εἰς τήν ῾Αγίαν Εἰρήνην Χρυσοβαλάντου
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος), εὐθὺς ὁ χορὸς σὲ
Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος,,… (τετράκις) καὶ εἴτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τήν καλιπάρθενον ἀμνάδα τοῦ Κτίστου* καὶ Ὀρθοδόξων βοηθὸν καὶ προστάτην* ἐν
κατανύξει κράξωμεν πιστοὶ ταπεινῶς,* ἔνδοξε, ρύσαι ἰκέτας σου* ἐκ παντοίων
κινδύνων* σπεῦσον καὶ παράσχου σὺ* ὑγιείαν καὶ ρώμην* μὴ ἀποστρέψεις ἱκέτας
κενούς,* σὲ γάρ, Εἰρήνη, μεσίτριαν ἔχομεν.
Δόξα Πατρὶ …
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Δόξαν ρέουσαν, ὑπεριδοῦσα,* νύμφη ἄμωμος, ὤφθης Κυρίου* δί’ ἀσκήσεως Ὁσία
ἐκλάμψασα* ὡς οὔν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου* ἐν ὁμονοία ἠμᾶς διαφύλαττε,*
ἀξιάγαστε, Χριστῷ τῷ Θεῶ πρεσβεύουσα* δωρήσασθαι ἠμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν … Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ
προίστασο πρεσβεύουσα,* τὶς ἠμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ
διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ
δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ (50ος) Ψαλμὸς καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος.
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας 5 …
5 Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέ-σβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ
δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Εἰρήνη, προσπίπτω δεητικῶς πρὸς σε ὁ ἀχρεῖος καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος
παρασχου σῶ ἱκέτη* καὶ ἐκ παγίδων τοῦ δράκοντος ρύσαι με.
Ἰάσεις ποικίλας, θαυματουργέ,* ἀπαύστως παρέχεις* τοῖς σοι προστρέχουσι ταπεινῶς*
καὶ τὴν σὴν βοήθειαν παράσχου τοῖς πρὸς σε πόθω προσφεύγουσι, πάντιμε.
Ψυχᾶς τῶν ἀχρείων σου ἱκετῶν* προστάτευσον, κόρη,* ἀπὸ πάσης ἐπιβουλῆς* καὶ
δίδως μετάνοιαν Εἰρήνη,* Χρυσοβαλάντου τὸ κλέος καὶ καύχημα.
Θεοτοκίον
Σεμνὴ Θεοτόκε μῆτερ Θεοῦ,* πρὸς σε καταφεύγω καὶ αἰτοῦμαι σὴν ἀρωγὴν* ἣν τάχος
παράσχου σῶ ἱκέτη* καὶ σωτηρίας τυχεῖν καταξίωσον.
̉ῼδή γ’. Οὐρανίας ἁψῖδος.
Τῶν τυφλῶν βακτηρία καὶ ἀσθενῶν ἴασις* καὶ τῶν ἐν ἀναγκαις, Εἰρήνη,* μέγας
ἐπίκουρος* καὶ ὁδηγὸς ἀσφαλὴς* τῶνΟρθοδόξων ἐδείχθης* ὀρφανῶν δὲ στήριγμα,*
ὤ θεοπρόβλητε.
Τὴν μονὴν σου, Εἰρήνη ἐκ πειρασμῶν φύλαττε* καὶ τὰς ἐν αὐτὴ ἀσκουμένας* σκέπε,
φιλάγαθε.* Τοὺς εἰσιόντας πρὸς σὲ* τέλη ἀνώδυνα δίδου* καὶ εἰρήνην δώρησαι,* ὤ
ἀξιάγαστε.
Ἱκετεύω σέ, νύμφη, τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* σὺ ἀποδίωξον.* Σὲ
γὰρ προστάτιν ἠμῶν* ὁμολογοῦμεν, Εἰρήνη,* καὶ φρουρὸν ἀκοίμητον,* κόρη
πανύμνητε.
Θεοτοκίον.
Ὤ Πανάχραντε κόρη, Χριστιανῶν καύχημα* καὶ τῶνΟρθοδόξων τὸ κλέος,* σὺ με
προστάτευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ παθῶν,
Πανάμωμε,* ψυχῆς ἁπάλλαξον.
Διασωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ὤ Εἰρήνη,* ὅτι πάντες δεητικῶς πρὸς σε
καταφεύγομεν* ὡς χάριν εὑροῦσα παρὰ Κυρίω.
Ἐπιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καί τό κάθισμα. Ἦχος β’. Πρεσβεία θερμή.
Σὺ πρέσβυς θερμὸς καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνὴ* καὶ κόσμου
καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* καλλιπάρθενε κόρη, πρόφθασον* καὶ ἐκ κινδύνων
λύτρωσαι ἠμᾶς,* Εἰρήνη, πιστῶν δόξα καὶ καύχημα.
̉ῼδή δ’. Εἰσακήκοα Κύριε.
Χάρισόν μοι κατάνυξιν,* στεναγμοὺς καὶ δάκρυα, θαυματόβρυτε.* Ἱκέτῃ δίδου, Εἰρήνη,
ὑγιείαν* καὶ ῥώμην, ἰσάγγελε.
Σοί προσπίπτω καὶ δέομαι* ἐκ παντός κινδύνου ῥῦσαί με, πάντιμε,* καὶ τὴν πώρωσιν
διαλυσον* τῆς ψυχῆς μου λιταῖς σου πρὸς ῞Υψιστον.
Τὴν μονὴν σου, πανάριστε,* τῆςΟρθοδοξίας τεῖχος ἀναδεῖξον* καὶ τοὺς εἰς αὐτὴν
προστρέχοντας* τέκνα τάχος, Εἰρήνη,* σύ δώρησον.
Θεοτοκίον.
Ὑπέρ πάντων ἱκέτευε* τὸν Υἱὸν σου, κόρη ἀξιοτίμητε,* καὶ τὰς τύψεις μου κατεύνασον*
διὰ μετανοίας, Θεονύμφευτε.
̉ῼδή ε’. Φώτισον ἠμᾶς.
Δώρησον καμὲ* ὑγιείαν καὶ ταπείνωσιν,* πνεῦμα συνέσεως καὶ φόβον Θεοῦ,* ἴνα ὑμνῶ
σέ ἀπαύστως,* Εἰρήνη πάντιμε.
Πίστην ἀκλινῆ* καὶ ἀγάπην τάχος χάρισον* πᾶσι τοῖς προστρέχουσι, σεμνή,* καὶ
ἑξαιτούσι,* Εἰρήνη, σὴν βοήθειαν.
Νέκρωσον, σεμνή,* τῆς σαρκὸς μου τὰ σκιρτήματα* καὶ τὴν καρδίαν μου πλήρωσον
χαρᾶς,* ἴνα δοξάζω, Εἰρήνη,* Χριστὸν τὸν Κύριον.
Θεοτοκίον.
῾Ρήματα Θεοῦ* διετήρεις ἐν τῇ καρδία σου,* Παρθενομῆτερ ἀξιάγαστε,* τοῦτο ἀξίωσον
καγῶ* ποιῆσαι δέομαι.
̉ῼδή στ’. Τὴν δέησιν.
Θαυμάτων σὺ κρουνὸς ἀνεδείχθης* καὶ ἀκοίμητος φρουρὸς τῶν ἀνθρώπων* τῶν
πειρασμῶν διαλύεις παγίδας* καὶ τοῖς πιστοῖς σὺ παρέχεις τὴν ἴασίν* σου δέομαι, ὤ
ἀγαθή,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
Εἰρήνη, Χρυσοβαλάντου τὸ κλέος* σοί προσέρχομαι ἐν πόθω καὶίπίστει* καὶ ἐκζητῶ σὴν
βοήθειαν, κόρη,* ἴνα ῥυσθῶ ἐκ τῶν θλίψεων τάχυον,* ἐκ νόσων τε καὶ πειρασμῶν* καὶ
ποικίλων παγίδων τοῦ ὄφεως.
Θανάτου τοῦ αἰωνίου ῥῦσαί με* τὸν ἀνάξιον ἱκέτην, Εἰρήνη,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων
παγίδων* τοῦ ἀρχεκάκου ἐχθροῦ τάχος μέ λύτρωσον,* ὤ κλέος τῶν χριστιανῶν,* ἐκ
παθῶν καὶ κινδύνων διασωσον.
Θεοτοκίον.
Παρθένε πρὸς σέ προσφεύγω ὁ τάλας* καὶ σοι χείρας αἴρω ἀπαύστως* τὸν σὸν Υἱὸν
καθικέτευε, κόρη,* ἴνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης σου* ἐκ πάντων τῶν διαπλοκῶν,* ἃς ὁ
ὄφις ἐκφαίνει, Πανύμνητε.
Διασωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ὤ Εἰρήνη,* ὅτι πάντες δεητικῶς πρὸς σε
καταφεύγομεν* ὡς χάριν εὑροῦσα παρὰ Κυρίω.
Ἄχραντε,* ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,
δυσώπησον,* ὡς ἔχουσα μητρικὴ παῤῥησίαν.
Δέησις ὑπὸ τοῦ Ἱερέως καὶ τὸ Κοντάκιον. Ἦχος β’. Προστασία.
Σύ προστάτις τῶν χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς Θεόν, Εἰρήνη,
ταχύτατος,* μὴ παρίδης ἁμαρτωλῶν ἱκέτιδας φωνᾶς,* ἀλλὰ πρόφθασον, ὤ ἀγαθή,* εἰς
τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς δεομένων σοί.* Λῦσόν σύ τας στειρώσεις* καὶ τέκνα
πιστοῖς παράσχου,* Χρυσοβαλάντου θησαυρέ,* καὶ ἡμῶν δόξα καὶ καύχημα.
Καί εὐθύς τό Προκείμενον. Ἦχος δ’.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον,* καὶ προσέσχε μοί,* καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον,* καὶ προσέσχε μοί,* καὶί εἰσήκουσε τῆς δεήσεώς μου.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου (Κεφ. ηʹ. 34 – 38, θʹ 1) τὸ
ἀνάγνωσμα. Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν
σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει
αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει
αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν
ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν
ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ
υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ
τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς ἀμήν λέγω ὑμίν ὅτι εἰσί τινές τῶν ὧδε
ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ
ἐληλυθυίαν ἐν δυνάμει.
Ὁ χορός: Δόξα σοί, Κύριε, δόξα σοί.
Δόξα Πατρί καί Υἱῶ …
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί …
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψων τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἑξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι
Μὴ ἐγκαταλείπης μέ, Χρυσοβαλάντου τὸ κλέος* τῶν πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι
δέησιν τοῦ ἰκέτους σου* θλῖψις γὰρ ἔχει μέ,* φέρειν οὐ δύναμαι ἀρχεκάκου τὰ
τοξεύματα˙* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποὺ προσφύγω, ῾Οσίαθλε,* πάντοθεν
πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου.* Σπεῦσον, ὤ Εἰρήνη,* ἀκοίμητε
προστάτα καὶ φρουρὲ* τῶν δεομένων σοί, εὔσημε,* καὶ εὐχᾶς ἐκπλήρωσον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας.
Τῆς ψυχῆς μου τὰ ἕλκη* σύ θεράπευσον, κόρη ἀξιοθαύμαστε,* καὶ τέλη τῆς ζωῆς μου*
ἀνώδυνα παρασχου,* ἴνα πόθω κραυγάζω σοί˙* Ὁ τῶν Πατέρων ἠμῶν Θεὸς
εὐλογητός εἰ.
Ἀτεκνίαν γυναίων* σὺ παρέχεις τὴν λύσιν, πανευωδέστατε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς
καὶ θυγατέρας* πρός σε ἔρχονται ἄδουσαι,* Χαῖρε Εἰρήνη σεμνή,* Χρυσοβαλάντου
κλέος.
Ἐκ τροχαίου ἰκέτας* σὺ προστάτευσον, κόρη πανοσιώτατε,* καὶ πᾶσι τοῖς αἰτοῦσι*
μετάνοιαν παρασχου,* ἴνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς
εὐλογητός εἰ.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη,* πρός σε σπεύδω δεόμενος, ὁ ἀνάξιος,* παράσχου ὑγιείαν* καὶ
ῥώμην σῶ ἱκέτη,* ἴνα πόθω δοξάζωμεν* σέ, Θεοτόκε ἁγνή,* τὴν δόξαν τῶν ἀγγέλων.
Ὠδή η’. Τὸν Βασιλέα.
Τὸν Βασιλέα, ὅν συ ἠγάπησας σφόδρα,* ὤ Εἰρήνη θεόφρον, λιταίς σου* εὐμένισον
τάχος,* ἴνα μὴ κολασθῶμεν.
Σὺ ὦ Εἰρήνη,* ἡμῶν καρδίας εἰρήνης* καί χαρᾶς πληροῖς, δεδοξασμένη* διό σε
ἀπαύστως* ὑμνοῦμεν, ἀθλοφόρε.
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις* καὶ σαρκὸς τὰς ὀδύνας, Εἰρήνη,* διό σε
δοξάζω,* Χρυσοβαλάντου κλέος.
Θεοτοκίον.
Τὴν Θεοτόκον καὶ Λυτρωτοῦ τὴν μητέρα* τῶν ἀγγέλων αἱ τάξεις ὑμνεῖτε* καὶ
ὑπερυψοῦτε* εἰς πάντας τοὺς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Εἰρήνη ἀθληφόρε,* σὲ παρακαλοῦμεν* καὶ δεόμεθα, κόρη πανύμνητε,* τοὺς
Ορθοδόξους ἀπαύστως* σκέπε καὶ φύλαττε.
Μονῆς Χρυσοβαλάντου* κλέος ἀνεδείχθης* καὶ τῶν πιστῶν καταφύγιον ἄριστον,* Εἰρήνη
κόρη σεμνή,* μοναζουσῶν ἡ δόξα.
Κατάνυξιν παρασχου* ἐμοὶ τῷ ἀθλίω,* ὑπομονὴν καὶ πτωχείαν τοῦ πνεύματος* καὶ
ἀξίωσον λιταίς σου* Χριστοῦ ἰδεῖν τὴν δόξαν.
Θεοτοκίον.
Πανάμωμε Παρθένε,* σκέπασον ἱκέτην* καὶ ἐκ χειρῶν ἀρχεκάκου διάσωσον* τοῖς δὲ
ποθοῦσι ἁπαύστως* δίδου μετάνοιαν.
Καί εὐθύς τά παρόντα Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σέ τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον* καὶ μητέρα τοῦ Θεοῦ ἠμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβίμ* καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν* τὴν
ὄντως Θεοτόκον* σὲ μεγαλύνομεν.
Δεῦτε εὐφημήσομεν οἱ πιστοί,* Ὁσίαν Εἰρήνην* τῶν ἀτέκνων καταφυγή,* τῶν δὲ
Ορθοδόξων προστάτιδα καὶ κλέος* καὶ πάντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.
Ἐκτενῶς ἱκέτευε τὸν Θεὸν* ὑπὲρ τῆς Ἑλλάδος* εἰρηναίαν αὐτὴν τηρεῖν* καὶ λυτροῦσθαι
πάντων* δεινῶν τέ καὶ κινδύνων,* μοναζουσῶν τὸ κλέος,* Εἰρήνη Πάνσοφε.
Ἔλαμψας τῷ πάλαι ἐν τῇ Μονῇ* τοῦ Χρυσοβαλάντου,* ὤ Εἰρήνη θαυματουργέ,* καὶ τῶν
μοναζόντων* κατέστης, ἀθληφόρε,* τὸ πρότυπον καὶ κλέος* καὶ πάντων σέμνωμα.
Ἴδωμεν τοὺς ἄθλους σου, ἀγαθή,* οὖς ἐν τῇ μονῇ σου* σὺ κατήγαγες ταπεινῶς* καὶ τὰς
ἀρετᾶς σου* δι̉ ὧν κατεκοσμήθης,* Εἰρήνη χριστοδρόμε,* πιστῶν τὸ κλέϊσμα.
Ἀτεκνίαν λύεις τῶν γυναικῶν,* Εἰρήνη θεόφρον,*Ορθοδόξων καταφυγή,* σὺ καὶ τὰς
ἰάσεις* παρέχεις ἀδαπάνως* τοῖς πίστει προσιοῦσι* εἰς τὴν εἰκόνα σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι
πάντες μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Δόξαν ρέουσαν, ὑπεριδοῦσα,* νύμφη ἄμωμος, ὤφθης Κυρίου* δί ἀσκήσεως Ὁσία,
ἐκλάμψασα* ὡς οὖν Εἰρήνη, τυχοῦσα τοῦ πόθου σου* ἐν ὁμονοία ἡμᾶς διαφύλαττε,*
ἀξιάγαστε, Χριστῷ τῷ Θεῶ πρεσβεύουσα* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
῾Ο ῾Ιερεὺς ποιεῖ Δέησιν καὶ ἐν συνεχείᾳΑπόλυσιν, τῶν δὲ πιστῶν ἀσπαζομένων τὰς
ἱερὰς εἰκόνας ψάλλομεν:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.
Χαῖρε, ὦ Εἰρήνη θαυμαστή.* Χαῖρε,Ορθοδόξων προστάτα* καί τῶν πιστῶν ἡ φρουρός,*
ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοί πρὸς Θεὸν* οἱ ἐν κινδύνοις καὶ θλίψεσιν* μέγαν
μεσίτιν* οἱ κατατρυχόμενοι ὑπό ποικίλων παθῶν,* σπεῦσον καὶ ἀτέκνοις παράσχου*
τέκνα, θεοδόξαστε κόρη,* ὡς καὶ ὑγιείαν, καλλιπάρθενε.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἡμᾶς,* ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄.
Τὴν πάσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην
σου.
Ἦχος α’.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ῾Αγίων* καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν*
καὶ ἐλέησον ἡμᾶς* ὡς μόνος οἰκτίρμων.
Ὁ Ἱερεύς: Δί εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,* Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,* ἐλέησον
καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου