Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 17 Μαΐου 2026

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΝΕΟΜΑΡΤΥΡΑ ΝΙΚΟΛΑΟΝ ΤΗΣ ΣΟΦΙΑΣ.

 







Νεομάρτυς Νικόλαος ὁ ἐξ ̉Ιωαννίνων

 

̒Ο ἅγιος Νικόλαος, γεννήθηκε στά  ̉Ιωάννινα. Τό ἐ­πάγ­γελμά του ἦταν τσα­γκάρης καί διακρινόταν γιά τήν εὐσέβειά του καί τήν ἐργατικότητά του. Οἰ­κονομικοί λόγοι τόν ἀνάγκασαν νά πάει στή Σόφια ὅπου οἱ ̉Οθωμανοί προσπάθησαν νά δεχτεῖ τήν πί­στη τους. Αὐτός ὅμως ἦταν σταθερός στήν  ̉Ορθοδο­ξη πίστι του καί τότε αὐτοί ἀποφάσισαν νά τόν ξεγε­λάσουν γιά νά ἀλλαξοπιστήσει. Τόν κάλεσαν γιά φαγητό, τοῦ ἔβαλαν ἕνα ὑπνωτικό χάπι στόν καφέ κι ὅταν τόν πῆρε ὁ ὕπνος τόν ἔκαναν περιτομή. ῾Ο Νι­κόλαος, ὅταν κατάλαβε τί τοῦ εἶχαν κάνει, ἔφυγε καί κρύφτηκε γιά ἕνα χρόνο. ῞Οταν τόν βρῆκαν τόν κά­λεσαν νά πάει στό τζαμί, ἀλλ̉ ἐκεῖνος ἀρνή­θηκε. Τότε τόν ἔδεσαν καί τόν βασάνισαν. Τόν ὁδήγησαν στόν Κατί, ἀλλά αὐτός δέν τόν βρῆκε ἔνοχο καί ζήτη­σε νά ἀφεθεῖ ἐλεύθερος. Τό θυμωμένο, ὅμως, πλῆθος τόν ἔσυρε ἔξω ἀπό τήν πόλη καί τόν λιθοβόλησε μέ­χρι θανάτου στίς 17 Μαΐου 1555.

   Μετά τόν θάνατό του, τά λείψανά του κάηκαν καί οἱ στάχτες σκορπίστηκαν γιά νά ξεχαστεῖ, ἀλλ̉ ὁ ἱε­ρέας Ματθαῖος ὁ Γραμματικός ἔστειλε ἕνα χριστια­νόπουλο νά μαζέψει κομμάτια ἀπό τά λείψανά του καί τά ἐνταφίασε. ῾Ο ἴδιος πού ἦταν αὐτόπτης μάρ­τυρας τῶν μαρτυρίων καί τοῦ θανάτου του, ἔγραψε τόν βίον του. Τό χειρόγραφο αὐτό φυλάσσεται στό  ̉Εθνικό  ̉Εκκλησιαστικό ῾Ιστορικό - ̉Αρχαιολογικό  ̉Ιν­στιτοῦτο τῆς ῾Ιερᾶς Συνόδου, στή Σόφια.

   ̉Αργότερα ὁ Μητροπολίτης Σόφιας Ιάκωβος συγκά­λεσε σύνοδο ἡ ὁποία ἁγιοκατάταξε τόν ῞Αγιο Νικό­λαο καί. τοποθέτησε τά λείψανά του σέ λάρνακα.

  

Παρακλητικς Κανν

ες τὸν Νεομάρτυρα Νικόλαον τῆς Σόφιας

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξής:

 

Ἦχος δ´. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…

Τὸν στρατιώτην τοῦ Χριστοῦ δεῦτε πάντες* τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατα­νύξει κράζοντες ἐκ μέσης ψυχῆς* ῥῦσαι, ὦ Νικόλαε,* τῆς  ̉Εκκλησίας τὸ εὖχος,* ἡμᾶς τοὺς σοὶ προστρέχο­ντας ἐκ ποικίλων κινδύνων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὺ  ̉Ορθο­δόξων φρουρὸς ὁ ἀκοίμητος.

 

Δόξα Πατρὶ…  ̉ Απολυτίκιον. Ἦχος γʹ. Τῆς ἐρήμου πολίτης.

̉Ιωαννίνων τὸν γόνον,* Βουλγαρίας τὸ σέμνω­μα,* τῶν Νεομαρτύρων τὸ κλέος* καὶ πιστῶν τὸ ἀγλά­ϊσμα,* Νικόλαον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσα­ντι Χριστῷ,* δόξα τῷ σὲ στε­φανώσαντι* δόξα τῷ ἀνα­δείξαντι ἡμῖν* σὲ ἰα­τρὸν ἀνάργυρον.

 

Καὶ νῦν…  Θεοτόκιον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κινδύ­νων;* Τς δὲ διεφύλαξεν ἔως νῦν ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοί­ων δει­νῶν.

 

῾Ο Νʹ (50ος) Ψαλμός καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

 

ᾨδὴ α´. Ὺγράν διοδεύσας…

Πολλοῖς συνεχόμενος πειρασμοῖς* πρὸς σὲ κα­ταφεύγω,* Νεομάρτυς θαυματουργε·* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι* ν δώρησόν μοι ταχέως, Νικόλαε.

 

Προσπίπτομεν πάντες ἱκετικῶς* αἰτούμενοι πόθῳ ταῖς λιταῖς σου πρὸς τὸν Θεόν,* ὅπως παράσχῃ ἡμῖν, ἀθλοφόρε,* πνεῦμα ἀγάπης καὶ πίστεως, ἔνδοξε.

 

Νικόλαε, κλέος Χριστιανῶν* ἐγὼ ὁ ἀχρεῖος* ἱ­κετεύω σε ταπεινῶς* παράσχου ἐμοὶ τῷ ἀνα­ξίῳ* πνεῦμα συνέσεως, μάρτυς πανένδοξε.

 

Θεοτόκιον.

Χαῖρε, Πανάχραντε Μαριάμ,*  ̉Αγγέλων ἡ δό­ξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δεόμεθά σου ἀπαύ­στως  οἱ ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου, ἱκέτευε.

 

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος...

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβε­σον,* ἀ­γρούς, Νεομάρτυς, καὶ οἰκίας* σὺ δια­φύλα­ξον,* ἵνα  ὑμνοῦμεν  σὲ* τὸν  τοῦ  Χριστοῦ  στρατιώ­την* τῶν πιστῶν τὸ στήριγμα* καὶ κατά­φύγιον. 

 

῾Ικετεύω σέ, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξον* σὺ γάρ, Νικόλαε,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* ἐκ παιδὸς ἠγάπησας* Πανοσιώτατε.

 

Τῶν τυφλῶν βακτηρία καὶ ἀσθενῶν ἴασις* καὶ τῶν ἐν ἀναγκαις ποικίλαις* μέγας ἐπίκουρος* καὶ ὁδηγὸς ἀσφαλὴς τῶν ̉Ορθοδόξων ἐφάνης*  ὀρφανῶν δὲ στήριγμα, μάρτυς Νικόλαε.

 

Θεοτοκίον.

̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε* πά­ντας τοὺς προστρέχοντας πόθῳ* τῇ προστα­σίᾳ Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή,* τὴν σὴν βοή­θειαν πίστει* καὶ Χριστν δοξάζοντας,* Θεομα­κάριστε.  

 

Διάσωσον* ἀπὸ κινδύνων, Νικόλαε, σοῦ ἱκέ­τας,* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέ­γαν τῶν ̉Ορθοδόξων προστάτην.

 

̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις ὑπὸ τοῦ Ιερέως καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή...

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέ­ους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτε­νῶς βοῶ­μεν σοι,* Νεομάρτυς Χριστοῦ Νικόλαε, πρόφθα­σον* καὶ παράσχου ἀκλινὴν* ὑγείαν τοῖς σοι πί­στει προ­σφέγουσι.

 

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...

Τῶν παθῶν μου τὸν τάραχον,* Νεομάρτυς Νι­κόλαε, σὺ τάχος κατάπαυσον* καὶ τὸν κλύδω­να κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδό­ξαστε.

 

Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Νέο­μάρτυς Νικόλαε,* καὶ παράσχου ῥώσιν ἅπα­σι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

Τὴν ῾Ελλάδα προστάτευσον* ἐκ τοῦ σει­σμοῦ, Νέομάρτυς Νικόλαε,* καὶ πιστοῖς λιταῖς σου χάρισε* ἀνεπαίσχυντα τὰ τέλη, ῞Αγιε.  

 

Θεοτοκίον.

Θεοτόκε Πανάχραντε,* τὸν Υἱὸν Σου πάντες σε ἱκε­τεύομεν* ἐξευμένησον καὶ πράϋνον* καὶ ἡ­μᾶς σω­θῆναι καταξίωσον.

 

ᾨδὴ ε´. Φώτισον ἡμᾶς...

῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώμα­τος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.  

 

Δέομαι θερμῶς,* Νεομάρτυς Νικόλαε,* σὺ τὴν μανί­αν τοῦ πυρός, θαυματουργέ,* ταῖς πρὸς τὸν Κύ­ριον ἐντεύξεσι κατάπαυσον.   

 

Νόσων ἰατρὸς* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ ἐξαι­τοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν. 

 

Θεοτοκίον.

Χαῖρε, Μαριάμ,* Θεοτόκε  ̉Αειπάρθενε,* ὃν ἐ­γέννη­σας  Χριστὸν  διὰ  παντὸς* μὴ  ἐλλεί­πῃς, ἐκμειλίτ­τουσα ἱκέτας Σου.

 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,* Νικόλαε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγί­δων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσω­σον* δεόμε­θα γονυκλινῶς,* Νεομάρτυς, ἡ­μεῖς οἱ ἀνάξιοι.

 

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ Νι­κόλαε, τάχος* ἐκ τῶν ποικίλων λοιμώξεων ἅ­παντας* καὶ Κύ­ριον  τῶν  οὐρανῶν* καὶ τῆς γῆς καταπράϋνον δέομαι.

 

Νικόλαε, ̉Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον. 

 

Θεοτοκίον.

̉Απαύστως σὲ ἱκετεύω ὁ τάλας* μὴ παρίδης σὸν ἱκέ­την, Παρθένε,* ἀλλὰ παράσχου ἐμοὶ τῷ ἀθλί­ῳ* ὑ­πομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ δίδου μοι εὐθυ­πορεῖν* πρὸς ὁδοὺς τοῦ Υἱοῦ Σου, Θεό­νυμφε.

 

Διάσωσον* ἀπὸ κινδύνων, Νικόλαε, σοῦ ἱκέ­τας* ὅ­τι πάντες δεητικῶς πρὸς σε καταφεύ­γο­μεν* τὸν μέ­γαν τῶν  ̉Ορθοδόξων προστάτην.

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμη­νεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυ­σώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...

Σὺ προστάτης τῶν  ̉Ορθοδόξων ἀκαταίσχυ­ντος* καὶ μεσίτης πρὸς τὸν Πλαστουργὸν ἀ­μετάθε­τος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλ­λὰ πρό­φθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡ­μῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς παρακλήσεις*  καὶ  σπεῦσον εἰς ἱκεσί­αν,* σὺ εἶ προστάτης θερμός,* Νεο­μάρτυς, τῶν τιμῶντών σε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς)

 

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος…

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…

Ο Χορός: Κύριε ἐλέησον (τρίς)

Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ ̉Ιωάννην. (Κεφ. ιεʹ17-27, ιςʹ 1-2)

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλ­λομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κό­σμος ὑ­μᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίση­κεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδι­ον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελε­ξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνημονεύετε τοῦ λό­γου οὗ ἐγὼ εἶ­πον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μεί­ζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐ­δίωξαν, καὶ ὑμᾶς διώ­ξουσιν˙ εἰ τὸν λόγον μου ἐτή­ρησαν, καὶ τὸν ὑμέ­τερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσου­σιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴ­δασι τὸν πέμψα­ντά με. Εἰ μὴ ἦλθον καὶ ἐλά­λησα αὐ­τοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχου­σι περὶ τῆς ἁ­μαρ­τίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πε­ποίη­κεν, ἁμαρτίαν οὐκ εἶ­χον˙ νῦν δὲ καὶ ἑω­ράκασι καὶ με­μισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.  ̉Αλλ' ἵνα πλη­ρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νό­μῳ αὐτῶν, ὅτι ἐμί­σησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλη­τος, ὃν ἐγὼ πέμ­ψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦ­μα τῆς ἀ­ληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖ­νος μαρτυρή­σει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρ­τυρεῖτε, ὅτι ἀπ' ἀρ­χῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάλη­κα ὑμῖν, ἵνα μὴ σκανδαλι­σθῆτε.  ̉Αποσυ­ναγώγους ποιήσουσιν ὑ­μᾶς˙ ἀλλ̉  ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑ­μᾶς  δόξῃ  λα­τρείαν  προσφέρειν τῷ Θεῷ.

 

Δόξα Πατρὶ …

Ταῖς τοῦ Νικολάου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν …

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου..

Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπεις με τῶν ̉Ορθοδόξων προστά­τα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλι­νῶς αἰ­τοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶ­μα* καὶ τὴν ψυχὴν μου κατεράκωσαν πάθη δυ­σίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν περικέκλεισμαι καὶ παρηγορίαν οὐκ ἔ­χω πλήν σου,* Νικόλαε μάρτυς,* προπύργιον ἁ­πάντων τῶν πιστῶν* καὶ τῆς νεό­τητος, ἔνδοξε,* φρουρὸς ὁ ἀκοίμητος.

 

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).

Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…

 

Καὶ αἱ λοιπαὶ δαὶ τοῦ Κανόνος

 

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

̉Ιησοῦν τὸν Σωτήρα* ὃν ἠγάπησας, μάρτυς, τα­χὺ δυσώπησον* ῥυσθῆναι τῶν πτασμάτων* ψυχῆς τε  μολυσμάτων* τοὺς  ἐν  πίστει  κραυγάζοντας˙* χαῖρε, πιστῶν ὁ φρουρὸς* καὶ πάντων ὁ προστάτης.

 

Λειτουργοὺς τοῦ ῾Υψίστου,* Νικόλαε, λιταῖς σου πάντες δεόμεθα* παράσχου ὑγιείαν* τα­πείνωσιν καὶ ζῆλον,* ἵνα πόθῳ βοῶμέν σοι˙* χαῖ­ρε, ῾Ελλάδος βλαστὲ* καὶ κλέος Βουλγαρίας. 

 

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς συ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Νι­κόλαε θαυμαστέ,* πιστῶν ἡ βακτηρία. 

 

Θεοτοκίον.

Μητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δε­όμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ σὲ δοξολο­γοῦντων* καὶ ἁπαύστως βοῶντων σοι˙* Χαῖ­ρε, λι­μὴν ἀσφαλὴς* ἡμῶν τῶν  ̉Ορθοδό­ξων.

 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τὸν Βασιλέα τῶν οὐρανῶν, Νεομάρτυς,* καθι­κέτευε πάντες αἰτοῦμεν,* ὅπως ἡμῖν παρά­σχῃ* ἀνώδυνα τὰ τέλη.

 

Τοὺς ἐξαιτοῦντας* τὴν σὴν βοήθειαν πίστει* μὴ παρίδῃς, Νικόλαε μάρτυς,* ἀλλὰ συ παρά­σχου* λιταῖς σου ὑγιείαν. 

 

Τὰς ἀσθενείας ἡμῶν ταχὺ θεραπεύει* σαῖς λι­ταῖς* ὁ τῶν ὅλων, Δεσπότης,* διὸ σε ὑμνοῦ­μεν,* Νικόλαε τρισμάκαρ.  

 

Θεοτοκίον.

Τὴν Θεοτόκον τῶν ̉Ορθοδόξων τὰ πλήθη* ἀνυ­μνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε, Θεομῆ­τορ,* πι­στῶν χαρὰ καὶ κλέος.

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Λιμὴν συ καὶ προστάτης* τῶν σοι προσφευγό­ντων* γενοῦ, Νικόλαε, Σόφιας τὸ καύχημα,* καὶ ἰατρὸς τῶν νοσοῦντων,* ὦ θαυματόβρυτε.

 

Τὰ τέκνα ̉Ορθοδόξων,* Νικόλαε μάκαρ,* ἐκ τῆς ἀπιστίας σὺ διαφύλαττε* καὶ εἰς νομὰς τοῦ Κυρίου* ταῦτα ὁδήγησον.

 

Τοὺς ὄγκους θεραπεύει,* Νικόλαε μάρτυς,* ταῖς λιταῖς σου, ὁ ῎Αναρχος,* διὸ πρὸς σὲ οἱ νοσοῦντες* πίστει προσφεύγουσι.

 

Θεοτοκίον.

῾Ημᾶς τοὺς ̉Ορθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν οἱ ἀχρείοι,* Θεομακάριστε.

 

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμι­ωτέραν τῶν Χε­ρουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυ­γκρίτως τῶν Σερα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν   Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγα­λύνομεν.

 

Χαίροις Νεομάρτυς, τοῦ  ̉Ιησοῦ˙* Βουλγαρίας  κλέος* καὶ ῾Ελλήνων καταφυγή.* Χαίροις τῶν νοσοῦ­ντων* ἀ­νάργυρος θεράπων,* Νικόλαε τρι­σμάκαρ,* πι­στῶν τὸ στήριγμα.

 

Τῶν ̉Ιωαννίνων γόνος λαμπρὸς* καὶ τῆς Βουλ­γαρίας* ἄνθος εὔοσμον καὶ τερπνόν,* τῶν δὲ  ̉Ορθοδόξων,* Νικόλαε, κατέστης* ἀνάργυρος θεράπων* καὶ καταφύγιον.

 

Πάντων τῶν νοσοῦντων σὲ ἰατρὸν* καὶ τῶν ἐν ἀνάγκαις* προστάτην καὶ βοηθόν,* χηρῶν τε καὶ πενήτων* φρουρὸν σε καὶ τροφέα,* Νικόλαε τρισμάκαρ,* Χριστὸς ἀνέδειξε.

 

Δόξα ἐκκλησίας καὶ χαρμονή,* μάρτυς, ἀνεδεί­χθης* καὶ προπύργιον τῶν πιστῶν* καὶ τῆς νεο­λαίας,* φρουρὸς τε καὶ προστάτης,* Νικόλαε μάκαρ,*  ̉Αγγέλων σύσκηνε.

 

̉̉Εν τῇ Βουλγαρίᾳ, θαυματουργέ,* ἐν ἐσχάτοις χρόνοις* ὁμολόγησας τὸν Χριστόν,* Νικόλαε μάρτυς,* καὶ ἔλαβες στεφάνους* διὸ νῦν ἐν Πα­ραδείσῳ* ἀγάλλει, πάντιμε. 

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πά­­ντες,* με­τὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβεί­αν,* εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

῾Ο Χορός: Τὸ Τρισάγιον, Πάτερ ἡμῶν…, καὶ τὸ  ̉Απολυτίκιον. Ἦχος αʹ. Τῆς ἐρήμου…

 ̉Ιωαννίνων τὸν γόνον,* Βουλγαρίας τὸ σέμνω­μα,* τῶν Νεομαρτύρων τὸ κλέος* καὶ πιστῶν τὸ ἀγλά­ϊσμα,* Νικόλαον, ὑμνήσωμεν πιστοί,* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδα­πᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσα­ντι Χριστῷ,* δόξα τῷ σὲ στε­φανώσαντι* δόξα τῷ ἀνα­δείξαντι ἡμῖν* σὲ ἰα­τρὸν ἀνάργυρον.

 

Δέησις ὑπό τοῦ ῾Ιερέως, μικρὰ ἀπόλυσις καὶ τὸ:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Δέχου παρακλήσεις ἱκετῶν,* δέχου  ̉Ορθοδό­ξων δε­ήσεις* ὦ, Νεομάρτυς Χριστοῦ,* ἄλλον γὰρ οὐκ ἔ­χομεν* πρὸς τὸν Θεὸν πρεσβευτήν,* οἱ παθῶν ἐμπι­μπλάμενοι* ἀόκνως, φωσφόρε,* σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* ῞Αγιε Νικόλαε, σπεῦσον* ῥῦσαι τοὺς ἱκέτας σου τάχος* ἐκ πά­σης περιστάσεως καὶ θλίψε­ως.  

 

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνά­γκης  καὶ θλίψεως.

 

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε  ̉Ιη­σοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.  ̉Αμήν.

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια: