Παρακλητικός Κανών εις τον Κύριον ημών Ιησού Χριστόν τον Καταισχύνοντα τους δια Πολέμου ημάς Απειλούντας
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ ἑξῆς·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Εὐημερίας καὶ εἰρήνης ὁ Ἄρχων, ὁ καταπαύων τοὺς πολέμους καὶ πάντα αἰσχύνων, Μόνε Κύριε, τὰ στίφη ἐχθρῶν, φεῦ, δι’ ἐπιθέσεως τὰ ἡμᾶς ἀπειλοῦντα, σίγησον τὰ τύμπανα τὰ αὐτῶν τοῦ πολέμου καὶ τὴν αὐτῶν ἐδάφισον ὀφρὺν τὴν ἐπηρμένην, Παντάναξ Εἰρήναρχε.
Δόξα. Τὸ αὐτό.Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τύμπανα πολέμου σίγησον, Εἰρήναρχε. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὰ τύμπανα σίγησον, Λυτρωτά, πολέμου καὶ τάχος πολεμίων τὴν ἀπειλὴν ἀπέλασον, Σῶτερ, ἐκ πατρίδος ἡμῶν, αἰνούσης Σὸν πάντιμον ὄνομα.
Ὑπὲρ Ὀρθοδόξων Χριστιανῶν εἰρήνης ἀπαύστως δυσωποῦμέν σε, Ἰησοῦ, τῶν σθένει σεπτοῦ ὀνόματός Σου ἐχθρῶν τροπούντων ἀδίκων τὰς φάλαγγας.
Μὴ παύσῃ φυλάττων, Λόγε Θεοῦ, πιστοὺς Ὀρθοδόξους ἐκ βαρβάρου ἐπιβουλῆς καὶ πᾶσιν οὐράνιον εἰρήνην τοῖς Σοῖς οἰκέταις, Χριστέ, ἐπιβράβευσον.
Θεοτοκίον.
Πανύμνητε Μῆτερ τοῦ Λυτρωτοῦ, Θεοῦ Εἰρηνάρχου, ἐκδυσώπει Αὐτὸν θερμῶς λυτρῶσαι ἡμᾶς ἐκ πολεμίων, σὲ ἀκλινῶς μεγαλύνοντας, Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπειλῆς πολεμίων ῥῦσαι ἡμᾶς, Κύριε, Σὲ δοξολογοῦντας ἐν πίστει ὥσπερ εἰρήναρχον καὶ αἰσχυντῆρα ταχὺν ἀφρόνων καὶ ἀσυνέτων κυβερνώντων, ἔπαρσιν ὧν θραῦσον σθένει σου.
Νῦν ἐχθρῶν πολεμίων ἑσμὸν ταχὺ σύντριψον ἐπιβούλων, Σῶτερ, πατρίδος τῶν δοξαζόντων Σε τρανῶς ὡς προασπιστὴν ἡμῶν τῆς ἐλευθερίας, ἣν χειρὶ ὑπέγραψας τῇ παναχράντῳ Σου.
Ἀπροσμάχητον ὅπλον σῶν οἰκετῶν, Κύριε, τῶν ἀπειλουμένων ἀδίκως δι’ ἐπιθέσεως τῶν πολεμίων, τῇ Σῇ ἰσχύϊ σύντριψον θράσος τὸ αὐτῶν, ἀείποτε ἐκδυσωποῦμέν σε.
Θεοτοκίον.
Παναγία Παρθένε, ἡ θαυμαστῶς τέξασα Ἄρχοντα εἰρήνης τοῦ κόσμου, μόνον Θεάνθρωπον, Αὐτὸν δυσώπει ἐχθρῶν στυγνῶν σκεδάσαι μανίαν, ἀπειλούντων δούλους σου δι’ ἐπιθέσεως.
Εἰρήναρχε Θεέ, διάλυσον στῖφος τῶν πολεμίων, ἀπειλούντων ἡμᾶς χειρὶ τῇ παντοδυνάμῳ Σου διὰ συντριβῆς καὶ δεινῶν παντοίων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα·
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστέ, ἀπειλὴν πολέμου ἀπομάκρυνον ἐκ πάντων ἡμῶν ὀρθῶς δοξολογούντων Σε, ὡς Θεὸν Εἰρήναρχον, καὶ ἑσμὸν πολεμίων καταίσχυνον, τῶν ἐπιβούλων, οἴμοι, τῆς ἡμῶν πατρίδος, ἧς πέλεις, Σῶτερ, πρόμαχος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὁλικῶς ἀτενίζοντες Σὴν μεγαλειότητα, Σῶτερ, κράζομεν· Δεξιᾷ χειρί Σου σύντριψον πολεμοχαρεῖς ἐχθροὺς τῶν δούλων Σου.
Λῦσον μῖσος, Εἰρήναρχε, γείτονες νῦν ἄπιστοι ὅπερ ἔχουσι δι’ ἡμᾶς, τοὺς καταφεύγοντας ἐν δεινοῖς τῇ θείᾳ προστασίᾳ σου.
Ἐπιβούλους ἀφάνισον τῆς ἐλευθερίας ἡμῶν, Εἰρήναρχε, καὶ συντήρησον τοὺς δούλους Σου ἐν ἐλευθερίᾳ Σὲ δοξάζοντας.
Θεοτοκίον.
Μητροπάρθενε Δέσποινα, Ἄρχοντα εἰρήνης ἡ κόσμῳ τέξασα, ἀπειλῆς πολέμου δούλους Σου ἀνωτέρους τήρει, παμμακάριστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅπλισον ἡμᾶς, Σὲ δοξάζοντας, Εἰρήναρχε Σῶτερ, ὅπλῳ διαρκοῦς ὑπομονῆς ἐν πολέμου ἀπειλῇ ἐχθρῶν, Θεάνθρωπε.
Ὕμνων Σέ, Χριστέ, καταστέφοντες τοῖς ἄνθεσι δυσωποῦμέν Σε· Πολέμου ἀπειλὴν ἀπομάκρυνον ἐν πάντων ὑμνηπόλων Σου.
Σῶσον εὐσεβεῖς ἐξ ἀδίκου ἐπιθέσεως πολεμίων ἀσεβῶν, Λόγε Θεοῦ, παντοδύναμε, Εἰρήναρχε Θεάνθρωπε.
Θεοτοκίον.
Ἵλεων ἡμῖν σὸν Εἰρήναρχον ἀπέργασαι, Μῆτερ, Τόκον, πολυέλεον Θεόν, εὐλαβῶς σὲ μακαρίζουσι, Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Γλυκύτατε Ἰησοῦ, ἐνίσχυσον ἀπειλούμενον λαόν σου, Παντάναξ, διὰ πολέμου ἐχθροῦ ἐδαφῆσαι τὸ ἐπηρμένον καὶ ἄνομον φρύαγμα καὶ ἀντιστῆναι ταῖς αὐτοῦ προσβολαῖς προστασίᾳ ἑτοίμῃ σου.
Ἡ ἄτρωτος τῆς εἰρήνης ἔπαλξις, Ἰησοῦ, τοὺς εὐσεβεῖς ἀπειλοῦντας διὰ πολέμου ἐχθροὺς τῇ ἰσχύϊ τῆς πανσθενοῦς δεξιᾶς Σου καταίσχυνον καὶ σύντριψον αὐτῶν ὀφρὺν τῇ δυνάμει τῆς Σῆς ἀγαθότητος.
Σκοτόμαιναν τοῦ πολέμου σκέδασον ἀστραπαῖς εἰρηνικῆς Σου προνοίας πρὸς τὸν λαόν Σου,δοξάζοντα κράτος τὸ Σὸν ἀπαύστως, Θεάνθρωπε Κύριε, Ἄρχον εἰρήνης καὶ φρουρὲ Ὀρθοδόξων πιστῶν ἀπροσμάχητε.
Θεοτοκίον.
Ὁδήγησον, Θεοτόκε Δέσποινα, πρὸς προόδου τοὺς οἰκέτας σου τρίβους καὶ ἀτραποὺς σωτηρίας, Παρθένε, εἰρηνικῶς συμβιῶσαι τοὺς θέλοντας μετὰ τῶν πολεμοχαρῶν, φεῦ, γειτόνων αὐτῶν, Μῆτερ ἄχραντε.
Εἰρήναρχε Θεέ, διάλυσον στῖφος τῶν πολεμίων, ἀπειλούντων ἡμᾶς χειρὶ τῇ παντοδυνάμῳ Σου διὰ συντριβῆς καὶ δεινῶν παντοίων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς ἀπειλοῦντας ἡμᾶς, Παντοδύναμε, δι’ ὀλεθρίου πολέμου καταίσχυνον καὶ τὴν εἰρήνην Σου δώρησαι ἅπασι, τὴν πάντα νοῦν ὑπερέχουσαν, Κύριε, τοῖς Σὲ ἀπαύστως ἐν βίῳ δοξάζουσι.
Προκείμενον.
Ἦχος δ΄. Οἱ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
Στίχος. Τὴν εἰρήνην ἀγαπήσατε.
Εὐαγγέλιον· Κατὰ Μᾶρκον (Κεφ. ιγ΄ 1 – 27 ).
Τῷ καιρῷ ἐκείνῳ ἐκπορευομένου τοῦ Ἰησοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Καὶ ὁ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ᾧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης καὶ ᾿Ανδρέας· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; Ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. Ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. Παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ῞Αγιον. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ρηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖὁ ἀναγινώσκων νοείτω τότεοἱ ἐν τῇ ᾿Ιουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε· ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς, ὑμεῖς δὲ βλέπετε· Ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα. ᾿Αλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, διάλυσον τὰ στίφη τῶν ἡμῶν πολεμίων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, εἰρήνευσον τὸν κόσμον, Σὲ δοξάζοντα πόθῳ.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου…
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Κύριε Εἰρήναρχε, ὁ καταπαύων πολέμους καὶ συντρίβων τάχιστα πολεμίων ἔπαρσιν, δέξαι δέησιν εὐσεβῶν δούλων σου τῶν ἀπειλουμένων δι’ ἀδίκου ἐπιθέσεως ὑπὸ τοῦ γείτονος τοῦ φρυαττομένου καὶ ἄφρονος, οὗ τὴν ἰσχὺν ἡ χάρις σου ἡ πανευσθενὴς μόνη δύναται ἐδαφίσαι, Σῶτερ, ἡ σθένους ἐμπιμπλῶσα τὰς ψυχὰς τῶν δοξαζόντων Σὸν ὄνομα, τὸ ὑπερυψούμενον.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νῦν, Εἰρήναρχε Σῶτερ, δυσωποῦμέν Σε πίστει· Λαοὺς εἰρήνευσον καὶ ἀπειλὰς πολέμων διάγραψον τῷ σπόγγῳ τῆς ἀπείρου Σου χάριτος ἐκ πίνακος, Λυτρωτά, λαῶν δοκούντων ἄρχειν.
Εὐλογίας Σου πλῦνον ῥαντισμῷ οὐρανόθεν, Χριστὲ Θεάνθρωπε,τὸν βορβορώδη ῥύπον πιστοὺς διὰ πολέμου ἀπειλούντων καὶ ἅπαντας ἐλαίῳ, Σῶτερ, λαοὺς ἐπίχρισον εἰρήνης.
Ἰσχυροὺς Σοὺς οἰκέτας, οἴμοι, ἀπειλουμένους, Σῶτερ Εἰρήναρχε, διὰ πολέμου δεῖξον καὶ ῥῦσαι κατωδύνου ἀπειλῆς ἐπιθέσεως ἐχθρῶν τοὺς Σὲ ἀκλινῶς, Χριστέ, δοξολογοῦντας.
Θεοτοκίον.
Ῥῦσαι, πάντας, Παρθένε, τοῦ Θεοῦ Λόγου πύλη ἡ ἀδιόδευτος, ἡμᾶς τῆς ἐπηρείας γειτόνων πολεμίων καὶ βαδίσαι ἀξίωσον ἡμᾶς ὁδὸν τὴν στενὴν διηνεκοῦς εἰρήνης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἥττηνται πάντες οἱ πολεμοῦντες ἀδίκως εὐσεβεῖς ἢ αὐτοὺς ἀπειλοῦντες Χάριτί Σου Θείᾳ, Χριστέ, διὰ πολέμου.
Νῦν εὐσεβέσιν ἀμυνομένοις βοήθει καταισχῦναι ἐχθροὺς πολεμίους,πανσθενεῖ χειρί Σου, Χριστέ, τοῖς Σὲ ὑμνοῦσι.
Ἄρχον εἰρήνης, τοὺς ἐπιβούλους πατρίδος τῆς ἡμῶν Ὀρθοδόξου δυνάμει δίωξον Σῇ θείᾳ, αἰσχύνη πολεμίων.
Θεοτοκίον.
Ῥιπὰς ἀγάπης, εἰρήνης καὶ ὁμονοίας ἐκτοξεύειν ἡμᾶς, Θεοτόκε, ἐκ βυθοῦ καρδίας ἱκάνωσον πρὸς πάντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χριστὲ εἰρηνοφόρε, ἄνοιξον ἀγκάλας τὰς Σὰς ἀχράντους ἡμᾶς ὑποδέξασθαι, τοὺς ἀπειλὰς πολεμίων καθυπομένοντας.
Εἰρήνευσον τὸν κόσμον καὶ πολέμων παῦσον δεινά, Χριστέ, τῶν πιστῶν δοξαζόντων Σε ὡς συντριμμὸν πολεμίων, Θεὲ Εἰρήναρχε.
Χαρᾶς καὶ εὐθυμίας πλήρωσον καρδίας ἐξ ἀπειλῶν θλιβομένας, Θεάνθρωπε, πολέμου, Σῶτερ, σπευδούσας Ἁγίῳ σθένει σου.
Θεοτοκίον.
Μαχαίρᾳ, Θεοτόκε, σύγκοψον εὐχῶν σου πρὸς τὸν Υἱόν σου, εἰρήνης τὸν Ἄρχοντα, τῶν πολεμούντων Σοὺς δούλους ἄνομον φρύαγμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄρχον τῆς εἰρήνης πανευσθενές, τῆς ἀδίκου ῥῦσαι Σοὺς οἰκέτας ἐπιβουλῆς καὶ τῇ Σῇ δυνάμει πολέμους ὀλεθρίους κατάπαυσον, οἰκτῖρμον Σῶτερ καὶ Κύριε.
Ὁ τοὺς πολεμίους, Λόγε Θεοῦ, εὐσεβῶν ἁπάντων τῇ ἀχράντῳ Σου Δεξιᾷ τάχιστα συντρίβων, ἡμῖν ἐλευθερίαν καὶ εἰρηναῖον βίον δώρησαι, Κύριε.
Ἀκοὰς πολέμου καὶ ἀπειλάς, Κύριε, ἀνόμων πολεμίων καὶ ἀσεβῶν παῦσον Σῇ ἰσχύϊ, Εἰρήνης Ἄρχον, Σῶτερ, ὁ εἰρηνεύων πάντας δοξολογοῦντάς Σε.
Ὁ τὴν Σὴν εἰρήνην ἐπὶ τῆς γῆς ἐφαπλώσας, Σῶτερ, καὶ συντρίψας ὀφρὺν ἐχθρῶν πολεμίων, ξίφει τῆς Θείας Χάριτός Σου ἡμᾶς τῶν ἀπειλούντων σύγκοψον φρύαγμα.
Δόξα Σοι, Εἰρήναρχε Ἰησοῦ, τῶν ἀπειλουμένων ἐναργέστατε βοηθὲ ταπεινῶν Σου δούλων, διὰ πολέμου, Σῶτερ, ἐχθρῶν ὑπ’ ἀσεβούντων, πίστει κραυγάζομεν.
Ἄρματα ἐχόντων ἐχθρῶν ἡμῶν, τῶν διὰ πολέμου ἀπειλούντων ἡμᾶς, Χριστέ, σύντριψον ταχέως καὶ εὔφρανον Σοὺς δούλους τὸ θεῖον ὄνομά Σου ὅπλον κατέχοντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀπειλῆς πολεμίων ἡμᾶς ἐξάρπασον, Ἄρχον εἰρήνης, Παντάναξ, καὶ τοῦ πολέμου δεινὰ ἀπομάκρυνον, Χριστέ, ἐκ τῶν ἀείποτε Σὲ δοξαζόντων εὐλαβῶς, σκεπαστὰ τῶν εὐσεβῶν ἐκ μήνιδος τῶν ἀπίστων, ὁ πανσθενεῖ Δεξιᾷ Σου φρουρῶν καὶ σκέπων τοὺς οἰκέτας Σου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ῥῦσαι πολεμίων ἀπειλῆς, Λόγε τοῦ Θεοῦ τοῦ Ὑψίστου, τῶν Ὀρθοδόξων λαοὺς καὶ πολέμου τύμπανα ταχέως σίγησον, Ἄρχον, Σῶτερ Θεάνθρωπε, εἰρήνης, δυνάμει θεϊκῇ Σου, Κύριε, ἵνα δοξάζωμεν Σὲ ὡς καταισχύνην ἀπίστων καὶ ἰσχὺν ἐπικαλουμένων ὄνομα τὸ θεῖόν Σου ἐν θλίψεσι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον.
Παῦσον πολέμους, εἰρήνης, Χριστέ, Ἄρχον,
σὺν Παϊσίῳ Χαραλάμπης κραυγάζει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου