Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 23 Οκτωβρίου 2022
Καθολικὸν Προοίμιον τῶν Ωδῶν.ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.
Καθολικὸν Προοίμιον τῶν Ωδῶν
Δέσποτα Κύριε Παντοκράτορ καὶ ποιητὰ τοῦ παντός· ὁ τῶν οἰκτιρμῶν Πατήρ· ὁ τοῦ ἐλέους Θεός· ὁ ἐκ γῆς πλαστουργήσας τὸν ἄνθρωπον· καὶ ἀναδείξας αὐτὸν κατ'
εἰκόνα σὴν καὶ ὁμοίωσιν, ἵνα καὶ δι' αὐτοῦ δοξάζηται τὸ μεγαλοπρεπὲς ὄνομά σου ἐπὶ τῆς γῆς·
Δώρησαί μοι τῷ ἁμαρτωλῷ σῷ οἰκέτῃ, ἐκ τοῦ θησαυροῦ τῆς σῆς εὐσπλαγχνίας, ῥεῖθρον σοφίας καὶ γνώσεως·
καὶ καταύγασόν μου τὴν ἐξοφωμένην διάνοιαν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι.
Ἵνα βρύῃ" διηνεκῶς ὥσπερ πηγὴ ἡ χάρις σου ἐν καρδίᾳ καὶ στόματι ἐμοῦ τοῦ δούλου σου· ἵνα γένηται ἡ γλῶσσα μου ὡς κινύρα τῆς χάριτός σου· ἵνα ᾗ ἡ καρδία
μου καὶ τὸ στόμα μου ναὸς ἁγνὸς τῆς χάριτός σου καὶ ἄμωμος δεχόμενος βασιλέα οὐράνιον· ἵνα μὴ ᾖ ὡς φωλεὸς
τοῖς πονηροῖς λογισμοῖς καὶ σπήλαιον κακῶν λῃστῶν τῶν πονηρῶν ἐνθυμήσεων.
Ὅπως ἀπαύστως δοξάζω καὶ εὐλογῶ μετὰ πόθου σε τὸν ποιητήν μου, ἐν καρδίᾳ καὶ στόματι πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· ὁ γὰρ ὀκνῶν ὑμνολογεῖν καὶ δοξάζειν σε,
τῆς μελλούσης δόξης οὐ τεύξεται.
Ἐπεὶ οὖν ἐράσμιον ἐστὶ τῇ ἐμῇ ψυχῇ τὸ κατὰ δύναμιν δοξολογεῖν καὶ αἰνεῖν τὴν σὴν ἀγαθότητα, φύλαξόν μου τὸν νοῦν ἄτρεπτον, ἀπλανῆ, ἀπερίεργον· τείχισόν μου τὰς φρέ-
νας καὶ συντήρησόν μου τὴν διάνοιαν· καὶ δός μοι χάριν ἐν ἀνοίξει τοῦ στόματός μου.
Χάρισαί μοι σύνεσιν καὶ φωτισμόν, καὶ δίδαξόν με πῶς δεῖ προσεύχεσθαι καὶ ὑμνεῖν σε· ὅτι τί προσεύξασθαι καθὸδεῖ ἢ πῶς ὑμνῆσαι σε οὐκ οἶδα, εἰ μὴ σὺ Κύριε ὁδηγήσεις με τῷ Πνεύματί σου τῷ ἁγίῳ.
Πρόσδεξαι τὰς κατὰ δύναμίν μου δοξολογίας τε καὶ αἰνέσεις, τὰς εὐχαριστίας, τὰς εὐλογήσεις, τὰς δεήσεις.
Καὶ ὅσα ἥμαρτον ἀπὸ νεότητός μου καὶ μέχρι τοῦ νῦν, ἐν ἔργῳ ἢ ἐν λόγῳ ἢ κατὰ διάνοιαν, ἑκουσίως ἢ ἀκουσίως,
ἄνες μοι, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς Κύριε, τίς ὑποστήσεταί σοι, ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις.
Σὺ γὰρ εἶ μόνος ἅγιος, βοηθός, κραταιός, ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν.
Ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός, καὶ σὲ εὐλογῶ καὶ δοξάζω χείλεσιν ἀναξίοις, τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· τὴν μίαν θεότητα, τὴν μίαν δύναμιν, τὴν
μίαν βασιλείαν· τὸν ἕνα ἐν Τριάδι Θεόν· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου