Ὕμνος μετὰ τὴν ἐνάτην Ὠδὴν
Εὐλογητὸς εἶ Κύριε· ὁ ἐν τρισὶ χαρακτῆρσιν ὁμοούσιος,εἷς καὶ μόνος Θεός, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, ἀμήν· ὁ ποιῶν ὄρθρον καὶ φωτίζων πᾶσαν τὴν οἰκουμένην· ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους· ὁ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ὁἀμεταμέλητος ἐν τοῖς χαρίσμασί σου καὶ ἄφατος ἐν τῇ φιλανθρωπίᾳ σου.
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ἡμῶν· ὁ πρὸ τῶν αἰώνων ἀγαθοπρεπῶς προορίσας τῆς σωτηρίας ἡμῶν τὸ μέγα μυστήριον· ὁ τὴν σκιόγραφον ἀχλὺν τῶν αἰνιγμάτων σχεδάσας τῇ ἐκβάσει τῆς ἀληθείας· ὁ καταργήσας τὴν σκοτομήνην· τῆς πλάνης καὶ ταῖς ψυχαῖς ἡμῶν λαμπάδας ὑπανάψας τῆς χάριτος.
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ἡμῶν· ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυΐδ τοῦ ἀγαπητοῦ σου προφήτου· ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ πλουσιοπάροχος πάσηςεὐεργεσίας· ὁ Πατὴρ τῶν οἰκτιρμῶν· ὁ τοῦ ἐλέους Θεὸς καὶ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου