Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 6 Μαΐου 2023
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ. Εἰς τὴν ἐνάτην ᾠδὴν. Εἶτα τὴν Εὐχὴν ταύτην·
Εἰς τὴν ἐνάτην ᾠδὴν
Εἶτα τὴν Εὐχὴν ταύτην·
Αἰνοῦμεν σε, εὐφημοῦμεν σε, δοξολογοῦμεν σε, εὐχαριστοῦμεν σοι, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε ὁ Θεὸς ἡμῶν· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγες ἡμᾶς· ὅτι τρέφεις καὶ σκέπεις ἀμνησικάκως ἡμᾶς ὡς ἀγαθὸς πατήρ, καὶ διεθύνεις πανσόφως τὰ κατὰ τὴν ζωὴν ἡμῶν.
Ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα· ἱλάσθητι ταῖς
ἁμαρτίαις ἡμῶν, καὶ πρόσδεξαι τὴν ὑμνῳδίαν ἡμῶν καὶ
τὴν δέησιν ἡμῶν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ· ὅτι πρὸς σὲ
μόνον καταφεύγομεν τὸν ποιήσαντα ἡμᾶς, τὸν ἐλεήμονα
καὶ παντοδύναμον καὶ μόνον Θεόν,
Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς
δικαιοσύνης σου· φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις
ὅλας διατήρησον· ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως τὴν ὁδὸν
τῶν ἐντολῶν σου περιπατοῦντες, καταντήσωμεν εἰς τὴν
αἰώνιον ζωήν, καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός σου.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ σοι πρέπει δόξα κράτος προσκύνησις, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου