̉Αρχιεπίσκοπος
Καρπασίας τῆς Κύπρου
῾Ο ἅγιος Συνέσιος γεννήθηκε στήν
Καρπασία. ῏Ηταν ἄνθρωπος πράος κι ἀνεξίκακος καί διαδέχτηκε στόν ἐπισκοπικό
θρόνο τόν ἅγιο Φίλωνα, τοῦ ὁποίου, μέ ἱερό ζῆλο, τό ἔργο συμπλήρωσε.
῾Ο ῞Αγιος
πολέμησε τίς αἰρέσεις, πού σύμφωνα μέ τόν ἅγιο ̉Επιφάνιο ἦταν πάνω ἀπό ὀγδόντα
τήν περίοδο ἐκείνη. Μέ τίς συχνές ἐπισκέψεις του στίς περιοχές πού δροῦσαν οἱ αἰρετικοί,
τούς ἁγιοπνευματικούς λόγους του καί τήν ἁγία του βιωτή ἀνέλαβε ὁ θεόσοφος ῾Ιεράρχης τόν δύσκολο ἀγώνα
γιά τήν ἀντιμετώπιση καί διάλυση τῶν αἰρέσεων καί σύντομα εἶδε τά ἀποτελέσματα
τῶν προσευχῶν καί τῶν κόπων του. Οἱ αἰρετικοί παραμερίσθηκαν ἀπό παντοῦ καί οἱ
παραπλανημένοι πιστοί με δάκρυα μετανοίας ξαναγύρισαν στήν ἀγκαλιά τῆς ̉Ορθοδόξου
̉Εκκλησίας, δηλαδή στή μάνδρα τοῦ Χριστοῦ. ῾Η ἐπιτυχία ἦταν ἀφάνταστη.
Σέ λίγα χρόνια ἡ Κύπρος ξαναβρῆκε τήν εἰρήνη της καί τό δρόμο τῆς χριστιανικῆς
πίστεως.
Κι ὅταν ὁ ῞Αγιος
κοιμήθηκε, δέν σταμάτησε νά εὐεργετεῖ ἐκείνους πού μέ πίστη καταφεύγουν στή
χάρη του. Πολλά θαύματα τοῦ ῾Αγίου διηγοῦνται οἱ κατοίκοι τῆς Καρπασίας. ̉Ιδιαίτερα ὁ ῞Αγιος θεωρεῖται σάν θεραπευτής
τῆς δυσουρίας.
῾Η ̉Εκκλησία
τόν κατέταξε μεταξύ τῶν ῾Αγίων καί ὅρισε ἡ μνήμη του νά ἐορτάζεται στίς 27 Μαΐου.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Αγιον Συνέσιον ̉Αρχιεπίσκοπον Καρπασίας τῆς Κύπρου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´
(142ος) καὶ εὐθὺς ὁ Χορὸς
σὲ Ἦχον δ´ λέγει τὸ: Θεὸς
Κύριος, ... (τετράκις).
Εἶτα τὰ
παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν ̉Αρχιθύτην ἀνυμνήσωμεν πάντες*
τῶν ̉Ορθοδόξων χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ βάθους
ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας,* Συνέσιε θεόφρων,* πάσης περιστάσεως καὶ ἐκ
νόσων παντοίων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὲ γὰρ προστάτην* καί
φύλακαν ἔχομεν.
Δόξα Πατρὶ…
Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου
πολίτης.
Καρπασίας τὸν
γόνον καὶ φρουρὸν τὸν ἀκοίμητον,* τῆς Κύπρου τὸ κλέος καὶ θερμὸν ἀντιλήπτωρα,*
Συνέσιον, τιμήσωμεν πιστοί,* τὸν μέγαν
̉Αρχιθύτην τοῦ Χριστοῦ,* τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοῖς εὐλαβῶς
κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα Τῷ τῶν
νόθων δογμάτων* σὲ πολέμιον ἀναδείξαντι.
Καὶ νῦν… Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς
δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς
ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν,
Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα τὸν Νʹ
(50ος) Ψαλμόν (χύμα). καὶ ἀκολουθοῦν αἱ ᾨδαὶ τοῦ Κανόνος.[1]
ᾨδή αʹ. ῏Ηχος
πλ. δʹ. ῾Υγράν διοδεύσας…
Χριστόν καθικέτευε ἐκτενῶς* δεόμεθα πάντες, ὦ Συνέσιε θαυμαστέ,* ὅπως τοῖς
ἱκέταις σου παράσχῃ* πίστιν, ἐλπίδα, ἀγάπην καὶ σύνεσιν.
̉Ανθρώπων Σωτήρα καὶ Λυτρωτήν,* ἱκέτευε πάντες σοῦ δεόμεθα ταπεινῶς,* ὅπως εἰρήνην
τῷ κόσμῳ παράσχῃ* ὡς καὶ μετάνοιαν, μάκαρ Συνέσιε.
Προσπίπτομεν πάντες δεητικῶς* πρό τῆς εἰκόνος σου ̉Αρχιθύτα θαυματουργέ,* καί λιταῖς σου
Συνέσιε, αἰτοῦμεν,* ἵνα ῥυσθῶμεν κινδύνων καί θλίψεων.
Θεοτοκίον
Πανάχραντε καὶ ῎Ασπιλε Μαριάμ,* ἡμεῖς οἱ ἀχρείοι
σοῦ δεόμεθα ταπεινῶς* εἰρήνην καί πίστιν σύ παράσχου,* ἵνα Υἱόν Σου δοξάζωμεν,
Δέσποινα.
ᾨδή γ´. Οὐρανίας ἁψῖδος…
Καρπασίας ποιμένας, θαυματουργέ, γέγονας* καί τῶν ̉Ορθοδόξων προστάτης καί καταφύγιον,* διό
πρός σε οἱ πιστοί* προσφέγουσι πίστει* καί ἐξαιτοῦσι λιταῖς σου, Συνέσιε ἔνδοξε.
Σοι προσπίπτομεν πίστει* ἡμεῖς οἱ ἀνάξιοι* καὶ ἐκ σοῦ βοήθειαν αἰτοῦμεν,* ἀξιοθαύμαστε,*
δίδου ταύτην, σοφέ,* καὶ ἐξ ἐχθρῶν καὶ κινδύνων* καὶ ἐκ παντοίων θλίψεων* ῥῦσαι
ἱκέτας σου.
Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ
καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν συ,* Συνέσιε ̉Αρχιθύτα,* πιστῶν καταφύγιον* καὶ θεῖον
πρότυπον.
Θεοτοκίον.
̉Εκ τροχαίου,
Παρθένε,* σὺ διαφύλαττε* πάντας τοὺς
προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος
Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν
βοήθειαν, Μῆτερ,* καὶ Υἱὸν Σου ἅπαντες* πίστει δοξάζοντες.
Διάσωσον* ἀπὸ κινδύνων τούς ἱκέτας σου,* Συνέσιε ̉Αρχιθύτα,* ὅτι πάντες δεητικῶς
πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν
̉Ορθοδόξων προστάτην.
̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε
Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...
Σὺ πρέσβυς θερμὸς*
καὶ τεῖχος ἀπροσμάχητον,* ἐλέους πηγή,* τοῦ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμέν
σοι˙* Συνέσιε ἔνδοξε, πρόφθασον,* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* τοὺς πόθῳ καὶ
πίστει σοι προσφεύγοντας.
ᾨδή δ´. Εἰσακήκοα, Κύριε...
Σὲ προστάτην καὶ στήριγμα* καὶ
φρουρὸν ἀκοίμητον οἱ ̉Ορθόδοξοι,* ἔχοντες,
μάκαρ Συνέσιε,* ἐκ τοῦ σκότους τάχος ἐκλυτρούμεθα.
Τῶν παθῶν μου τὸν τάραχον,*
Συνέσιε ἔνδοξε, τάχος κατάπαυσον* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν
πταισμάτων, Θεοδόξαστε.
|
Ἰ |
ατρὸς ὁ ἀλάνθαστος,* ἀνεδείχθης ̉Αρχιθύτα Συνέσιε,* σὺ τοὺς πόνους
καταπράϋνον,* καὶ ὑγείαν δώρησαί μοι ῞Οσιε.
Θεοτοκίον.
Τὸν Υἱὸν Σου ἱκέτευε,* Θεοτόκε Δέσποινα σοῦ δεόμεθα,* ὅπως
τοῖς σοι καταφεύγουσι* ὑγιείαν παράσχῃ καὶ σύνεσιν.
ᾨδή ε´. Φώτισον ἡμᾶς…
῎Εμπλησον χαρᾶς* τὰς καρδίας ἡμῶν,
ἔνδοξε,* Συνέσιε, τῶν πιστῶν καταφυγή,* ἵνα ζωὴν εἰρηναίαν ἅπαντες ἔχωμεν.
Εὔσημε, θερμῶς ἱκετεύω
Σέ ὁ ἄθλιος* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τὸν Σὸν ἱκέτην,* Συνέσιε,
διαφύλαττε.
Φύλαττε ἡμᾶς* ἐκ
κινδύνων, Θεοδόξαστε,* καὶ διὰ τῶν λιτῶν σου, πρὸς τὸν Θεὸν* εἰρήνης
καταξίωσον, Συνέσιε, μακάριε.
Θεοτοκίον.
῎Αχραντε θερμῶς,* ἱκετεύω
Σε ὁ ἄθλιος,* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύστως Μαριάμ,
προστάτευσον.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ.
|
Ἐ |
ν
κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι,* ὁ πανάθλιος ἱκέτης σου Μάκαρ,* καὶ τὴν σὴν
βοήθειαν, θερμῶς ἐξαιτοῦμαι,* ἣν δώρισαί μοι ταχέως, Συνέσιε,* καὶ πᾶσαν λύπην
τῆς ψυχῆς,* ἀπ᾿ ἐμοῦ ἀποδίωξον, πάντιμε.
|
Σ |
ωμάτων,
θεραπευτὴν καλοῦμέν σε,* ̉Ορθοδόξων ἡ
πληθὺς θεοφόρε,* καὶ τῶν ψυχῶν ἰατρὸν καὶ προστάτην,* καὶ τῶν ἐν θλίψει καὶ
ζάλαις προπύργιον,* Συνέσιε θαυματουργέ,* τῶν πιστῶν σὺ στεῤῥὸν καταφύγιον.
|
Κ |
αρκίνου
καὶ αἰφνιδίου θανάτου,* διαφύλαξόν με σὺ
̉Αρχιθύτα,* καὶ ἐκ παθῶν καὶ δεινῶν ἀλγηδόνων,* ῥῦσαι ἱκέτην σου, μάκαρ
Συνέσιε,* καὶ σῶσον τοὺς Χριστιανοὺς,* ἐκ παγίδων τοῦ ὄφεως, ῞Αγιε.
Θεοτοκίον.
῾Ως τεῖχος καταφυγῆς καλοῦμέν
σε,* ̉Ορθοδόξων οἱ χοροὶ, Θεοτόκε,* καὶ ἰατρὸν τῶν νοσοῦντων, Παρθένε,* σὲ ὀνομάζομεν
Κόρη πανἀμωμε,* δεόμεθά σου ταπεινῶς* ἐκ τῶν παθῶν ῥῦσαι ἱκέτας Σου.
|
Δ |
ιάσωσον* ἀπὸ κινδύνων, ἱκέτας
σου,* Συνέσιε ̉Αρχιθύτα,* ὅτι
πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* ὡς ἔχουντι τῷ Θεῷ παῤῥησίαν.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν
τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία…
|
Σ |
ὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν*
καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν
ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν
τῶν πιστῶς δεομένων σοι.* ῾Ρῦσαι ἡμᾶς ἐκ πλάνης* καὶ σῶσον ἐκ
τοῦ καρκίνου* τοὺς σοι προσφεύγοντας θερμῶς,* Συνέσιε,
Καρπασίας ῥόδον τό εὔοσμον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
ίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ῾Οσίου
Αὐτοῦ. (δίς)
Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ
περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
|
Τ |
ίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ
Λουκᾶν (στ΄ 17-23) , …
῾Ο Χορός:
Δόξα σοι, Κύριε, δόξα σοι
|
Τ |
ῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου
πεδι-νοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας
καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι
ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο
καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ̉ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο
πάντας. Καὶ Αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε:
Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν
ὅτι χορτασθήσεσθε˙
μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι
καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσω-σι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα
τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε ἰδοῦ γὰρ ὁ
μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ…
|
Τ |
αῖς τοῦ ̉Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,*
ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
|
Τ |
αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,*
ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην
ἀποθέμενοι...
|
Μ |
ὴ ἐγκαταλείπης
με* τῶν
̉Ορθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου·* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα·* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω, Συνέσιε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν
σου.* Σπεῦσον, ̉Αρχιθύτα,* καὶ γίνου σὺ προστάτης καὶ φρουρὸς* καὶ βακτηρία ἀκλόνητος* τῶν πιστῶν, Θεοδόξαστε.
῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
῾Ο Χορός: Κύρει, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς
τοῦ Κανόνος.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
|
Τ |
οῦ
σεισμοῦ τὴν μανία* καταπαύει ὁ Πλάστης, σοφέ Συνέσιε,* διὸ πιστῶν
τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ποιητήν καί Θεόν* εὐμένισον
λιταῖς Σου.
Λειτουργοὺς τοῦ ῾Υψίστου,*
σέ, Συνέσιε μάκαρ, πόθῳ δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα
πάντες κραυγάζωμεν·* Χαῖρε, πιστῶν χαρμονή* καὶ Καρπασίας κλέος.
Τὰς ὀρδὰς τῶν δαιμόνων* ἀπελαύνεις ταχέως σύ,
Θεοδόξαστε,* διὸ σοι καταφεύγω* δεόμενος ἀπαύστως* ταῖς
λιταῖς σου βοήθημι,* ἵνα ὁ τάλας ὑμνῶ* Χριστοῦ τὰ μεγαλεῖα.
Θεοτοκίον.
Τῇ Παρθένῳ Μαρίᾳ* Λυτρωτοῦ τὴν μητέρα θερμῶς βοήσωμεν,* ̉Αμόλυντε σὺ δίδου* μετάνοιαν καὶ πίστιν,* ἵνα
ᾂδωμεν ἅπαντες˙* Χαῖρε Μῆτερ Θεοῦ,* τὸ εὔχος τῶν ̉Αγγέλων.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα.
Τόν Βασιλέα τῶν
οὐρανῶν, ὅν ὑμνοῦσι* στρατιαί τῶν ἀγγγέλων δυσώπει* ὅπως ἡμῖν παράσχῃ* σύνεσιν
καί πίστιν.
Τὸν Ζωοδότην καὶ τοῦ Στατᾶν καθαιρέτην,* ̉Αρχιθύτα Συνέσιε, δυσώπει,* ὅπως ἐργασίαν
παράσχει σοῦ ἱκέταις.
Τὸν ̉Ορθοδόξων σὺ εἶ φρουρὸς καὶ προστάτης,* ὡς καὶ
πρότυπον, Συνέσιε μάκαρ,* διὸ τὰς λιτὰς σου αἰτοῦμεν πρὸς τὸν Κτίστην.
Θεοτοκίον.
̉Ιατρὸς πάντων τῶν ̉Ορθοδόξων ἐδείχθης,* καὶ φρουρός, ἀμόλυντε Μαρία,* διὸ
πιστῶν τὰ πλήθη αἰτοῦσι τὴν σῇ χείραν.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.
|
Σ |
υνέσιε
Θεόφρον,* φύλαττε ἱκέτας* ἐκ πάσης νόσου, ἀνάγκης καὶ θλίψεως* καί ἐκ χειρῶν τοῦ
Βελίαρ* τάχος διάσωσον.
|
Σ |
υνέσιε
φωσφόρε* σὲ καθικετεύω* τοὺς
̉Ὀρθοδόξους ἐκ πλάνης διάσωσον* καὶ ὀφθαλμούς ἀλλοδόξων* λιταῖς
σου διάνοιξον.
̒Ελλάδαν καὶ τὴν Κύπρον* σκέπε ̉Αρχιθύτα* καὶ ἐξ ἐχθρῶν ποικίλων ταύτας
προστάτευσον,* ἵνα τὸν Κτίστιν τοῦ κόσμου* θερμῶς δοξάζωμεν.
Θεοτοκίον.
Πανάχραντε Μαρία* Μῆτερ τοῦ Δεσπότου,* εἰς Σὲ
προσφεύγομεν πίστει οἱ ἄθλιοι* καὶ ἐκζητοῦμεν ἀπαύστως* τὴν σοι βοήθειαν.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,*
τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν
τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως
Θεοτόκον σὲ μεγαλύνομεν.
Χαίροις Καρπασίας θεῖος βλαστὸς* καὶ τῆς νήσου
Κύπρου ἀνεκτίμητος θησαυρός.* Χαίροις ὁ τὸν Πλάστην δοξάσας καὶ τιμήσας,*
Συνέσιε φωσφόρε, ἀγγέλων σύσκηνε.
Συνέσιε ἔνδοξε, ἐκτενῶς* Χριστὸν τὸν ζωοδότην*
καθικέτευε ταπεινῶς* δεόμεθα πάντες ἐκ μέσης καρδίας,* ὅπως ἡμῖν παράσχῃ* τὴν
εὐλογίαν Του.
Δίδου τοῖς ἱκέταις σου, θαυμαστέ,* χείραν
βοηθείας,* ἵνα διάγουσι εὐλαβῶς* καὶ ὁμολογοῦσι Συνέσιε ἐνθέρμως* τὸ ὄνομα
Κυρίου* τοῦ Παντοκράτορος.
|
Π |
ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,*
Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,*
μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός: Τὸ Τρισάγιον, Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς:
῞Οτι σοῦ ἐστὶν… καὶ τὸ
Ἀπολυτίκιον Ἦχος α’. Τῆς ἐρήμου
πολίτης.
Καρπασίας τὸν γόνον καὶ φρουρὸν τὸν ἀκοίμητον,* τῆς Κύπρου τὸ κλέος καὶ
θερμὸν ἀντιλήπτωρα,* Συνέσιον, τιμήσωμεν πιστοί,* τὸν μέγαν ̉Αρχιθύτην τοῦ Χριστοῦ,* τὸν παρέχοντα ἰάσεις
παντοδαπᾶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ
στεφανώσαντι,* δόξα Τῷ τῶν νόθων δογμάτων* σὲ πολέμιον ἀναδείξαντι.
῾Ο ῾Ιερεύς ποιεῖ Δέησιν
καὶ ἐν συνεχεία ̉Απόλυσιν, ὁ δὲ Χορὸς
ψάλλει τὰ ἑξῆς:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.
|
Π |
άντων σὺ προστάτης, ἀγαθέ,* καὶ τῶν
σωτηρίαν ποθούντων,* σὺ εἶ φρουρὸς ἀσφαλής,* ἄλλον γὰρ οὐκ ἔχομεν,* τῶν
̉Ορθοδόξων πληθύς,* πρεσβευτὴν ἀκατάβλητον* καὶ μέγαν μεσίτην,* οἱ κατατρυχόμενοι
ὑπὸ ποικίλων παθῶν,* κλέος ἀνεδείχθης καὶ δόξα,* διὸ, Συνέσιε, αἰτοῦμεν* ταῖς
λιταῖς σου, μάκαρ, πρὸς τὸν Κύριον.
῏Ηχος πλ. δʹ.
|
Δ |
έσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι
ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
|
Τ |
ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,*
Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
῾Ο ῾Ιερεὺς ἤ ὁ Προεστώς.
|
Δ |
ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,
Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
̉Αμήν.
[1]. Εἰς τὰ δύο πρῶτα
τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ
τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου