Εκφωνήσει. Εξαιρέτως του αγιωτάτου καὶ μακαριωτάτου αρχιερέως ημών
αββά Δʹ. πάπα καὶ πατριάρχου της μεγαλοπόλεως Αλεξανδρείας, καὶ υπὲρ των περιόντων επισκόπων, πρεσβυτέρων, διακόνων αναγνωστών, ψαλτών,
εξορκιστών, μοναζόντων, αειπαρθένων, εγκρατών, χηρών, ορφανών,
λαϊκών, καὶ υπὲρ παντὸς του πληρώματος, της αγίας του Θεού Εκκλησίας των
πιστών.
Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο ιερεὺς λέγει. Μνήσθητι, Κύριε, των ευσεβώς βασιλευσάντων. Μνήσθητι,
Κύριε, των εν τώ παλατίῳ, ημών αδελφών πιστών καὶ ορθοδόξων καὶ παντὸς του στρατοπέδου. Μνήσθητι, Κύριε, των προσφερόντων τὰ άγια δώρα ταύτα καὶ υπὲρ ών, καὶ δι' ών προσεκόμισαν, καὶ μισθὸν ουράνιον παράσχου πάσιν αυτοίς.
Μνήσθητι, Κύριε, καὶ των έν όρεσι, καὶ σπηλαίοις καὶ ταις οπαίς της γής. Καὶ των εν αιχμαλωσίαις όντων αδελφών ημών, καὶ ειρηνικὰς αποκαταστάσεις εις τὰ ίδια χάρισαι.
Ο διάκονος λέγει. Προσεύξασθε υπὲρ τών αιχμαλώτων.
Ο λαὸς λέγει. Κύριε ελέησον. Τότε κλίνει ιερεὺς τὴν εαυτού κεφαλὴν λέγων
καθ' εαυτὸν εν εαυτώ. Μνήσθητι, Κύριε, καὶ της εμής αθλίας καὶ ταλαιπώρου
ψυχής, ταπεινώσεώς μου, καὶ συγχώρησόν μοι πάντα τὰ εμὰ πλημμελήματα καὶ όπου επλεόνασεν η αμαρτία, περίσσευσόν σου τὴν χάριν, καὶ μὴ διὰ τὰς εμὰς αμαρτίας, καὶ τὴν βεβήλωσιν της καρδίας μου, υστερήσῃς τὸν λαόν σου της χάριτος του άγίου σου Πνεύματος. Υψώσει τὴν κεφαλὴν καὶ εκφωνήσει. Ο γὰρ λαός σου καὶ η Εκκλησία σου ικετεύει σε, καὶ διὰ σού καὶ σὺν σοὶ τὸν Πατέρα λέγουσα.
Ο λαὸς λέγει. Ελέησον ημάς, ο Θεὸς, ο Σωτὴρ ημών.
Ο ιερεὺς λέγει. Ελέησον ημάς, ο Θεὸς, ο Σωτὴρ ημών.
Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο Ιερεὺς λέγει. Μνήσθητι, Κύριε, του αέρος καὶ των καρπών της γής.
Μνήσθητι, Κύριε, της συμμέτρου αναβάσεως των ποταμείων υδάτων. Μνήσθητι, Κύριε, των υετών καὶ των σπορίμων τῆς γῆς. Εύφρανον πάλιν καὶ ανακαίνισον τὸ πρόσωπον της γής. Τοὺς αύλακας αυτής μέθυσον, πλήθυνον τὰ γεννήματα αυτής· παράστησον ημίν αυτὰ εις σπέρμα, καὶ εις θερισμὸν, καὶ νυν ευλογών ευλόγησον. Τὴν ζωὴν ημών οικονόμησον. Ευλόγησον τὸν στέφανον του ενιαυτού της χρηστότητός σου, διὰ τοὺς πτωχοὺς του λαού σου, διὰ τὴν χήραν, καὶ τὸν ορφανὸν, διὰ τὸν ξένον, καὶ τὸν προσήλυτον, καὶ δι' ημάς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους τὸ όνομά σου τὸ άγιον. Οι γὰρ οφθαλμοὶ πάντων εις σὲ ελπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αυτών έν ευκαιρίᾳ. Ποίησον μεθ' ημών κατὰ την αγαθότητά σου, ο διδοὺς τροφὴν πάσῃ σαρκί. Πλήρωσον χαράς καὶ ευφροσύνης τὰς καρδίας ημών, ίνα έν πάσι, πάντοτε πάσαν αυτάρκειαν έχοντες, περισσεύσωμεν είς πάν έργον αγαθὸν, του ποιείν τὸ θέλημά σου τὸ άγιον. Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο ιερεὺς λέγει, καὶ ο λαὸς αποκρίνεται. Κύριε ελέησον. Χάρισαι τω λαώ σου τὴν ομόνοιαν. Τω κόσμῳ τὴν ευστάθειαν. Τω αέρι τὴν ευκρασίαν. Τοίς νοσούσι τὴν σωτηρίαν. Τοίς δεομένοις τὴν ανάψυξιν. Τοις έν εξορίαις τὴν άνεσιν. Τοίς ορφανοίς τὴν βοήθειαν. Ταίς χήραις τὴν αντίληψιν. Τοίς θλιβομένοις επάρκησον εις αγαθόν.
Τοὺς εστώτας οχύρωσον. Τοὺς πεπτωκότας έγειρον. Τοὺς εστηκότας ασφάλισαι. Τών κεκοιμημένων μνήσθητι. Των εν ομολογίᾳ τὰς πρεσβείας πρόσδεξαι. Τοὺς ημαρτηκότας καὶ μετανοήσαντας, συναρίθμησον μετὰ των πιστών σου. Τοὺς πιστοὺς συναρίθμησον μετὰ μαρτύρων σου. Μιμητὰς τοὺς παρόντας εν τω τόπῳ τούτῳ των αγγέλων κατάστησον. Καὶ ημάς τή σή χάριτι πρὸς τὴν σὴν κεκλημένους διακονίαν αναξίους όντας υπόδεξαι.
Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο ιερεὺς λέγει. Μνήσθητι, Κύριε, καὶ τής πόλεως ημών ταύτης, καὶ των έν
ορθοδόξῳ πίστει οικούντων εν αυτή, καὶ πάσης πόλεως καὶ χώρας σὺν παντὶ τω κόσμῳ αυτών. Καὶ ρύσαι ημάς απὸ λιμού καὶ λοιμού, σεισμού καὶ καταποντισμού πυρὸς, καὶ απὸ αιχμαλωσίας βαρβάρων, καὶ απὸ των αλλοτρίων μαχαιρών, καὶ επαναστάσεως εχθρών τε καὶ αιρετικών.
Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο ιερεὺς λέγει. Μνήσθητι, Κύριε, των προλαβόν των οσίων Πατέρων ημών
ορθοδόξων επισκόπων, καὶ πάντων των απ' αιώνός σοι ευαρεστησάντων, αγίων Πατέρων, πατριαρχών, αποστόλων, προφητών, κηρύκων, ευαγγελιστών, μαρτύρων, ομολογητών, καὶ παντὸς πνεύματος δικαίου, εν πίστει Χριστού τετελειωμένου.
Εκφωνήσει.
Εξαιρέτως της παναγίας υπερενδόξου, αχράντου, υπερευλογημένης δεσποίνης ημών Θεοτόκου καὶ αειπαρθένου Μαρίας. Του αγίου ενδόξου προφήτου, προδρόμου, βαπτιστού, καὶ μάρτυρος Ιωάννου. Του αγίου Στεφάνου του πρωτοδιακόνου καὶ πρωτομάρτυρος. Καὶ του αγίου καὶ μακαρίου Πατρὸς ημών Μάρκου, του αποστόλου καὶ ευαγγελιστού. Καὶ του εν αγίοις Πατρὸς Γρηγορίου. Καὶ ων έν τη σήμερον ημέρᾳ τὴν υπόμνησιν ποιούμεθα, καὶ παντὸς χορού των αγίων σου, ών ταις ευχαίς καὶ πρεσβείαις, καὶ ημάς ελέησον, καὶ σώσον διὰ τὸ όνομά σου τὸ άγιον, τὸ επικληθὲν εφ' ημάς.
Ο διάκονος λέγει τὰ Δίπτυχα.
Ο ιερεὺς λέγει εν εαυτώ. Μνήσθητι, Κύριε, των προκεκοιμημένων εν τη
ορθοδόξῳ πίστει πατέρων ημών καὶ αδελφών, καὶ ανάπαυσον τὰς ψυχὰς αυτών μετὰ οσίων, μετὰ δικαίων. Εκθρεψον, σύναψον ες τόπον χλόης, επὶ ύδατος αναπαύσεως, εν παραδείσῳ τρυφής, καὶ μετὰ τούτων ών είπομεν τὰ ονόματα αυτών.
Τότε μνημονεύει ζώντων καὶ νεκρών, καὶ μετὰ δίπτυχα ο ιερεὺς λέγει. Μνήσθητι, Κύριε, ών εμνήσθημεν, καὶ ών ούκ εμνήσθημεν, πιστών καὶ ορθοδόξων, μεθ' ών καὶ ημίν σὺν αυτοίς ως αγαθὸς καὶ φιλάνθρωπος Θεός.
Ο λαὸς λέγει. Ανες, άφες, συγχώρησον.
Ο ιερεὺς λέγει. Σὺ γὰρ εί ό Θεὸς ημών, ελεήμων, ο μὴ βουλόμενος τὸν θάνατον του αμαρτωλού, ως του επιστρέψαι καὶ ζήν αυτόν. Ο Θεὸς, επίσκεψον ημάς εν τω σωτηρίῳ σου· ποίησον μεθ' ημών κατὰ τὴν επιείκειάν σου, ο ποιών υπὲρ εκ περισσού ών αιτούμεθα, ή νοούμεν· ίνα σου καὶ εν τούτῳ καθὼς καὶ εν παντὶ δοξασθή καὶ υψωθή καὶ υμνηθή, καὶ ευλογηθή καὶ αγιασθή τὸ πανάγιον καὶ έντιμον, καὶ ευλογημένον σου όνομα, αμα τω αχράντῳ σου Πατρὶ καὶ αγίῳ Πνεύματι.
Ο λαὸς λέγει. Ως ήν, καὶ έστι, καὶ έσται.
Ο διάκονος λέγει. Κατέλθετε, οι διάκονοι.
Ο Ιερεὺς λέγει. Ειρήνη πάσιν.
Ο λαὸς λέγει. Καὶ τω πνεύματί σου.
Προοίμιον της κλάσεως.
Ο ιερεὺς λέγει. Ιησού Χριστὲ, τὸ σωτήριον όνομα, ο τὰ θεία καὶ άχραντα καὶ επουράνια ταύτα μυστήρια διατυπώσας· ο τοὺς μὲν ιερείς έν τάξει υπηρετών στήσας· διὰ δὲ της αοράτου σου δυνάμεως αυτὰ μεταστοιχειώσας. Ο τοίς καθαροίς τή καρδίᾳ επιφαινόμενος, καὶ τοις γνησίως προσιούσι διὰ σεαυτού παρέχοντος. Ο τότε ευλογήσας, καὶ νών ευλόγησον. Ο τότε αγιάσας, καὶ νυν αγίασον. Ο τότε κλάσας, καὶ νών διάθρεψον. Ο τότε διαδοὺς τοίς εαυτού μαθηταίς καὶ αποστόλοις, καὶ νύν, Δέσποτα, διάδος ημίν καὶ παντὶ τω λαω σου, φιλάνθρωπε,
παντόκρατορ, Κύριε ο Θεὸς ημών.
Ο διάκονος λέγει. Προσεύξασθε.
Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο ιερεὺς λέγει. Ειρήνη πάσιν.
Ο λαὸς λέγει. Καὶ τω πνεύματί σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου