Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ.
Ο επισκεψάμενος ημάς εν ελέει και οικτιρμοίς, Δέσποτα Κύριε Ιησού Χριστὲ, και χαρισάμενος ημίν παρρησίαν, τοις ταπεινοις καὶ αμαρτωλοίς, και αναξίοις δούλοις σου, παραστήναι τω αγίῳ σου θυσιαστηρίῳ, και προσφέρειν σοι την φοβερὰν καὶ αναίμακτον θυσίαν, υπὲρ των ημετέρων αμαρτημά των, καὶ των του λαού σου αγνοημάτων, εις άνεσιν καὶ ανάπαυσιν των προκοιμηθέντων πατέρων ημών καὶ αδελφών, καὶ στηριγμὸν παντὸς του λαού σου. Επίβλεψον εις εμὲ τὸν αχρείον δούλόν σου, καὶ εξάλειψόν μου τὰ παραπτώματα, διὰ τὴν σὴν ευσπλαγχνίαν· καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν απὸ παντὸς μολυσμού σαρκός τε καὶ πνεύματος· καὶ απόστησον απ' εμού πάντα λογισμὸν αισχρόν τε καὶ ασύνετον· καὶ αγίασόν με τη δυνάμει του αγίου σου Πνεύματος εις τὴν λειτουργίαν ταύτην, καὶ πρόσδεξαί με διὰ τὴν σὴν αγαθότητα, προσεγγίζοντα τω αγίῳ σου θυσιαστηρίῳ· καὶ ευδόκησον, Κύριε, δεκτὰ γενέσθαι τὰ μέλλοντα προσαγόμενά σοι δώρα, διὰ των ημετέρων χειρών, συγκαταβαίνων ταις εμαίς ασθενείαις· καὶ μὴ απορρίψῃς με απὸ του προσώπου σου· μὴ βδελύξῃς με, τὴν εμὴν αναξιότητα, ἀλλ' ελέησόν με, ο Θεὸς, κατὰ τὸ μέγα έλεός σου, καὶ κατὰ τὸ πλήθος των οικτιρμών σου εξάλειψον τὸ ανόμημά μου, ίνα ακατακρίτως προσελθὼν κατενώπιον της δόξης σου, καταξιωθώ της σκέπης σου, καὶ της ελλάμψεως του παναγίου σου Πνεύματος· καὶ μὴ ως δούλος αμαρτίας απο δόκιμος γένωμαι, ἀλλ' ως δούλος, ός εύρω χάριν καὶ έλεος καὶ άφεσιν αμαρτιών, εν τω νύν καὶ εν τω μέλλοντι αιώνι. Ναὶ, Δέσποτα παντοκράτορ, παντοδύναμε Κύριε, επάκουσον της δεήσεώς μου. Σὺ γὰρ ει ο τὰ πάντα ενεργών εν πάσι· καὶ τὴν παρὰ σου πάντες επιζητούμεν επὶ πάσι βοήθειάν τε καὶ αντίληψιν· οτι φιλάνθρωπος ει, καὶ δεδοξασμένος υπάρχεις, Ιησού ὁ Θεὸς ημών, σὺν τω ανάρχῳ σου Πατρὶ, καὶ τω αγίῳ σου Πνεύματι, νυν καὶ αεί.
Ευχὴ μετὰ τὴν ετοιμασίαν του αγίου θυσιαστηρίου.
Δέσποτα Κύριε Ιησού Χριστὲ, ὁ Θεὸς ημών, ο διὰ της σωτηριώδους παρουσίας σου καὶ της ελλάμψεως του παναγίου σου Πνεύματος καταξιώσας ημάς τοὺς ταπεινοὺς καὶ αμαρτωλοὺς καὶ αναξίους δούλους σου παραστήναι τω αγίῳ σου θυσιαστηρίῳ, και προσφέρειν καὶ λειτουργείν, τοις αχράντοις μυστηρίοις της καινής σου διαθήκης. Αυτὸς ζωοποιὲ, καὶ αγαθών χορηγὲ, ποίησον μεθ' ημών σημείον εις αγαθὸν, καὶ αξίωσον ημάς εν καθαρώ συνειδότι λατρεύσαί σοι πάσας τὰς ημέρας της ζωής ημών, καὶ εν αγιασμώ ταύτην σοι τὴν θείαν προσενέγκειν λειτουργίαν, εις άφεσιν αμαρτιών, καὶ εις απόλαυσιν της μελλούσης μακαριότητος. Μνήσθητι, αγαθὲ, ευεργέτα, βασιλεύ των αιώνων, και της κτίσεως απάσης δημιουργὲ, των προσενεγκάντων, και δι' ών προσήγαγον· καὶ ημάς ακατακρίτους διαφύλαξον εν τη ιερουργίᾳ των θείων σου μυστηρίων· ότι ηυλόγηται, καὶ ηγίασται, καὶ δεδόξασται, τὸ πάντιμον καὶ μεγαλοπρεπὲς άγιον όνομά σου, μετὰ του Πατρὸς καὶ του αγίου Πνεύματος νῦν, καί αεί και εις τους αιώνας των αιώνων . Αμήν.
Ειρήνη πάσιν.
Δέσποτα Κύριε Ιησού Χριστὲ ο Θεὸς ημών, ο τοις αγίοις σου μαθηταίς και ιεροίς σου αποστόλοις ειπὼν, οτι πολλοὶ προφήται καὶ δίκαιοι επεθύμησαν ιδείν α βλέπετε, καὶ ούκ είδον· καὶ ακούσαι ά ακούετε, καὶ ούκ ήκουσαν· υμών γαρ μακάριοι οι οφθαλμοὶ οτι βλέπουσι, και τα ώτα υμών, ότι ακούει. Και καταξιωθείημεν άρτι του ακούσαι και ποιήσαι τα άγια σου Ευαγγέλια, ταις λιταίς τών ιερών σου. Μνημόνευσον ούν, Δέσποτα, και νυν, πάντων των εντειλαμένων ημίν αναξίοις, του μνημονεύειν αυτών εις τας δεήσεις ημετέρας, και τας αιτήσεις,
άς αναβιβάζομέν σοι, Κύριε ο Θεός ημών. Τους προτετελευτηκότας, ανάπαυσον αυτούς· κάμνοντας, έρρωσον αυτούς· σὺ γὰρ εί ζωή ημών πάντων, και σωτηρία ημών πάντων· και ελπὶς ημών πάντων, καὶ ίασις ημών πάντων, καὶ ανάστασις οικεία πάντων ημών· καὶ σοὶ τὴν δόξαν, τιμὴν, καὶ προσκύνησιν αναπέμπομεν, σὺν τω παντοκράτορί σου, καὶ παντεπόπτῃ τεκόντι και τω παναγίῳ καὶ ζωαρχικώ καὶ
ομοουσίῳ σου Πνεύματι, νυν καὶ αεί.
Ευχὴ του καταπετάσματος.
Ουδεὶς άξιος των συνδεδεμένων ταις σαρκικαίς επιθυμίαις και ηδοναίς προσέρχεσθαι, ή προσεγγίζειν, ή λειτουργείν σοι, Βασιλεύ της δόξης. Τὸ γὰρ διακονείν σοι, μέγα καὶ φοβερὸν, καὶ αυταίς ταις επουρανίαις δυνάμεσιν απρόσιτον. Αλλ' όμως διὰ τὴν άφατον καὶ αμετρόν σου φιλανθρωπίαν, άτρέπτως, καὶ αναλλοίως γέγονας άνθρωπος, καὶ αρχιερεὺς ημίν εχρημάτισας, καὶ της λειτουργικής ταύτης καὶ αναιμάκτου θυσίας τὴν ιερουργίαν παρέδωκας ημίν, ως Δεσπότης των απάντων.
Σὺ γὰρ (εί) δεσπόζεις των επουρανίων, καὶ επιγείων καὶ των καταχθονίων· ο επὶ θρόνου χερουβικού εποχούμενος· ο των σεραφίμ Κύριος, καὶ Βασιλεὺς του Ισραήλ· ο μόνος άγιος, καὶ εν αγίοις αναπαυόμενος. Σὲ τοίνυν δυσωπώ τὸν μόνον αγαθὸν, καὶ ευήκοον Θεὸν, επίβλεψον επ' εμὲ τὸν αμαρτωλὸν, καὶ αχρείον δουλόν σου· καὶ ικάνωσόν με τη δυνάμει του αγίου Πνεύματος, ενδεδυμένον τὴν της ιερατείας χάριν, παραστήναι τη αγίᾳ σου ταύτῃ τραπέζῃ, καὶ ιερουργήσαι τὸ αχραντόν σου σώμα, καὶ τὸ τιμιόν σου αίμα.
Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν εμαυτού αυχένα· καὶ δέομαί σου, μὴ
αποστρέψῃς τὸ πρόσωπόν σου απ' εμού· μηδὲ αποδοκιμάσῃς με εκ παίδων σου· αλλ' αξίωσόν με προσενεχθηναί σοι τα δώρα ταύτα, υπ' εμού του αμαρτωλού καὶ αναξίου δούλου σου· Σὺ γὰρ εί αγιάζων καὶ αγιαζόμενος· προσφέρων τε καὶ προσφερόμενος· ο δεχόμενος καὶ δεκτός· ο διδοὺς καὶ διαδιδόμενος· καὶ σοὶ δόξαν αναπέμπομεν, μετὰ του Πατρὸς καὶ του αγίου Πνεύματος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου