Ευχὴ του ασπασμού
Ειρήνη πάσιν. Ο ών, καὶ προὼν, καὶ διαμένων εις τοὺς αίώνας· ο τώ Πατρὶ
συναίδιος καὶ ομοούσιος, καὶ σύνθρονος καὶ συνδημιουργός. Ο διὰ μόνην άγαθότητα έκ του μὴ όντος είς τὸ είναι παράγων τὸν άνθρωπον καὶ θέμενος αυτὸν εν παραδείσῳ τρυφής. Απάτῃ δὲ του εχθρού καὶ παρακοή της σης εντολής παραπεσόντα, ανακαινίσαι βουλόμενος καὶ πρὸς τὸ αρχαίον αναγαγείν αξίωμα, ούκ άγγελος, ούκ αρχάγγελος, ου πατριάρχης, ου προφήτης τὴν ημών ενεχείρησας σωτηρίαν· αλλ' αυτὸς ατρέπτως σὰρξ γενόμενος, καὶ ενηνθρώπησας, κατὰ πάντα ομοιώθης ημίν, εκτὸς μόνης της αμαρτίας· μεσίτης ημών γενόμενος, καὶ του Πατρὸς, καὶ τὸ μεσότοιχον του φραγμού, καὶ τὴν χρονίαν έχθραν καθελὼν, τὰ επίγεια τοις επουρανίοις συνήψας, καὶ τὰ αμφότερα εις έν συνήγαγες καὶ τὴν ένσαρκον επλήρωσας οικονομίαν. Καὶ μέλλων σωματικώς ελαύνειν εις τοὺς ουρανοὺς, θεϊκώς τὰ πάντα πληρών, τοις αγίοις σου μαθηταίς, καὶ αποστόλοις έλεγες· Ειρήνην αφίημι υμίν· ειρήνην τὴν εμὴν δίδωμι υμίν. Ταύτην καὶ νυν ειρήνην ημίν δώρησαι, Δέσποτα· χάρισαι παντὸς αποκάθαρον μολύσματος, παντὸς δόλου καὶ πάσης κακίας, καὶ πανουργίας, καὶ της θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ημάς ασπάσασθαι αλλήλους εν φιλήματι αγίῳ, εις τὸ μετασχείν ακατακρίτως της αθανάτου καὶ επουρανίου σου δωρεάς· χάριτι της ευδοκίας του Πατρὸς, καὶ ενεργείᾳ του αγίου Πνεύματος. Σὺ γὰρ ει ο χορηγὸς καὶ δοτὴρ πάντων των αγαθών, καὶ σοὶ τὴν δόξαν, τὴν αίδιον δοξολογίαν αναπέμπομεν, συν τω ανάρχῳ σου Πατρὶ, καὶ τω αγίῳ σου Πνεύματι, νυν καὶ αεί. Ευχὴ άλλη του ασπασμού. Χριστὲ ο Θεὸς ημών, η φοβερὰ καὶ απερινόητος δύναμις του Θεού καὶ Πατρός· ο του φλογίνου θρόνου των χερουβὶμ υπερκαθήμενος καὶ υπὸ πυρίνων δυνάμεων δορυφορούμενος, καὶ πύρ καταναλίσκον υπάρχων ως Θεός· καὶ διὰ τὴν σὴν άφατον συγκατάβασιν καὶ φιλανθρωπίαν μὴ φλέξας τω προσεγγισμώ τὸν δολερὸν προδότην, αλλὰ φιλικὸν αυτὸν ασπασάμενος, έλκων αυτὸν εις μετάνοιαν καὶ επί γνωσιν του ιδίου τολμήματος. Καταξίωσον ημάς, Δέσποτα, επὶ της φρικτής ταύτης ώρας, έν ομονοίᾳ καὶ δίχα παντὸς εν δύο θυμού, καὶ λειψάνου κακίας απολαβείν αλλήλους εν αγίῳ φιλήματι. Καὶ μὴ κατακρίνῃς ημάς υπὲρ μὴ ολοτελώς, καὶ καθὼς αρέσαι τη ση αγαθότητι, καθαρεύωμεν απὸ πάσης τρυγὸς αμαρτίας καὶ πονηρίας καὶ της θανατηφόρου μνησικακίας· αλλ' αυτὸς τη ση αφάτῳ, καὶ ανεκδιηγήτῳ ευσπλαγχνίᾳ ειδὼς τὸ πλάσμα ημών τὸ ασθενὲς, καὶ κάτω βρίθον, εξάλειψον πάσαν κηλίδα παραπτωμάτων ημών, ίνα μὴ εις κρίμα, ή είς κατάκριμα ημίν γένηται τὸ θείον τούτο μυστήριον. Σὺ γὰρ εί ο δυνάμενος πάσαν αφίειν αμαρτίαν, καὶ υπερβαίνειν αδικίας καὶ ανομίας τών ταλαιπώρων ανθρώπων, καθαρισμὸς του κόσμου παντὸς υπάρχων, καὶ σοὶ πρέπει η παρὰ παντὸς συμφώνως δοξολογία, τιμὴ καὶ προσκύνησις, άμα τω αχράντῳ σου Πατρὶ, καὶ τω ζωοποιώ σου Πνεύματι νυν, κ. λ.π.
Καὶ γίνεται ασπασμός.
Ο διάκονος λέγει· Στώμεν καλώς.
Ο λαὸς λέγει· Ελεος ειρήνης.
Ο ιερεὺς εκφωνήσει· Η αγάπη του Θεού Πατρὸς, καὶ η χάρις του μονογενούς Υιού, Κυρίου δὲ καὶ Θεού, καὶ Σωτήρος ημών Ιησού Χριστού· καὶ η κοινωνία, καὶ η δωρεὰ του αγίου Πνεύματος, ειη μετὰ πάντων υμών.
Ο λαὸς λέγει. Καὶ μετὰ του πνεύματός σου.
Ο ιερεὺς λέγει. Ανω σχώμεν τὰς καρδίας.
Ο λαὸς λέγει. Εχομεν πρὸς τὸν Κύριον.
Ο ιερεὺς λέγει. Ευχαριστήσωμεν τω Κυρίῳ.
Ο λαὸς λέγει. Αξιον καὶ δίκαιον.
Ο ιερεὺς λέγει. Αξιον καὶ δίκαιον, άξιον καὶ δίκαιον. Αρχὴ της προσκομιδής
Αληθώς γὰρ άξιόν εστίν, καὶ δίκαιόν σε αινείν, σὲ ευλογείν, σὲ προσκυνείν, σὲ δοξάζειν τὸν μόνον αληθινὸν Θεὸν, τὸν φιλάνθρωπον, τὸν άφραστον, τὸν αόρατον, τὸν άχώρητον, τὸν άναρχον, τὸν αιώνιον, τὸν άχρονον, τὸν άμέτρητον, τον άτρεπτον, τὸν απερινόητον· τὸν ποιητὴν των όλων, τὸν λυτρωτὴν των απάντων· τὸν ευιλατεύοντα πάσαις ταις ανομίαις ημών· τὸν ιώμενον πάσας νόσους ημών· τον λυτρούμενον εκ φθοράς τὴν ζωὴν ημών· τὸν στεφανούντα ημάς, εν ελέει καὶ οικτιρμοίς. Σὲ αινούσιν άγγελοι· σὲ προσκυνούσιν αρχάγγελοι· σὲ αρχαὶ υμνούσι· σὲ κυριότητες ανακράζουσι· τὴν σὴν δόξαν εξουσίαι αναγορεύουσι· σοὶ θρόνοι την ευφημίαν αναπέμπουσι· χίλιαι χιλιάδες σοι παραστήκουσι, καὶ μύριαι μυριάδες σοι τὴν λειτουργίαν προσάγουσι. Σὲ υμνεί τὰ αόρατα· σὲ προσκυνεί τὰ φαινόμενα, πάντα ποιούντα τὸν λόγον σου, Δέσποτα.
Ο διάκονος λέγει. Οι καθήμενοι ανάστητε.
Ο ιερεὺς λέγει. Ο ών Θεὲ Κύριε αληθινὲ έκ Θεού αληθινού· ο του Πατρὸς ημίν υποδείξας τὸ φέγγος· ο τού αγίου Πνεύματος τὴν αληθή γνώσιν ημίν χαρισάμενος· ο τὸ μέγα τούτο της ζωής αναδείξας τὸ μυστήριον· ο τὴν των
ασωμάτων τοις ανθρώποις χοροστασίαν πηξάμενος. Ο τὴν των σεραφὶμ τοις επὶ γής παραδοὺς υμνῳδίαν, δέξαι μετὰ των αοράτων καὶ τὴν ημετέραν φωνήν. Σύναψον ημάς ταις επουρανίαις δυνάμεσιν. Είπωμεν και ημείς μετ' αυτών πάσαν άτοπον έννοιαν περιστείλαντες βοήσωμεν ώσπερ εκείναι, ταις ασιγήτοις ανακράζει φωναίς, ακαταπαύστοις στόμασι τὸ σὸν μεγαλείον υμνήσωμεν.
Ο διάκονος λέγει. Εις ανατολὰς βλέπετε.
Ο ιερεὺς λέγει. Σοὶ γὰρ παραστήκει κύκλῳ τὰ σεραφὶμ έξ πτέρυγες τω ενί· καὶ ταις μὲν δυσὶ πτέρυξι κατακαλύπτουσι τὰ πρόσωπα εαυτών· ταις δὲ δυσὶ τούς πόδας εαυτών· καὶ ταις μὲν δυσὶ πετόμενα, καὶ εκέκραγον έτερον πρὸς έτερον.
Εκφωνήσει. Τὸν επινίκιον ύμνον των σωτηριών ημών, μετὰ φωνής ενδόξου, λαμπρά τη φωνή, υμνολογούντα, άδοντα, βοώντα, δοξολογούντα, κεκραγότα καὶ λέγοντα.
Ο διάκονος λέγει. Πρόσχωμεν. Ο λαὸς λέγει. Αγιος, άγιος, άγιος Κύριος
σαβαὼθ, πλήρης ο ουρανὸς, κ. λ.π.
Ο ιερεὺς λέγει. Αγιος, άγιος ει, Κύριε, καὶ πανάγιος. Εξαίρετόν σου της ουσίας τὸ φέγγος·άφραστός σου τῆς σοφίας η δύναμις. Ουδεὶς λόγος εκ μετρήσει της σης φιλανθρωπίας τὸ πέλαγος. Εποίη σάς με ανθρωπον, ως φιλάνθρωπος, ουκ αυτὸς της εμής επιδεὴς δουλείας, εγὼ δὲ μάλλον της σης χρῄ ζων δεσποτείας. Ουκ όντα με δι' ευσπλαγχνίαν παρήγαγες ουρανόν μοι πρὸς όροφον έστησας· γην μοι πρὸς βάσιν κατέπηξας· δι' εμὲ θάλασσαν εχαλίνωσας· δι' εμὲ την φύσιν των ζώων ανέδειξας· πάντα υπέταξας υπὸ των ποδών μου· ουδ' έν των της σης φιλανθρωπίας εν εμοὶ πραγμάτων παρέλειπας.
Ο λαὸς λέγει. Κύριε, Ελέησον.
Ο ιερεὺς λέγει. Σὺ επλασάς με, καὶ έθηκας επ' εμὲ τὴν χείρά σου· της σής εξουσίας εν εμοὶ τὴν εικόνα υπέγραψας· του λόγου τὸ δώρον ενέθηκας· εις τρυφήν μοι τὸν παράδεισον ήνοιξας· της σης γνώσεως τὴν διδασκαλίαν παρέδωκας· εδειξάς με τὸ δένδρον της ζωής μοι ξύλον υπέδειξας· του θανάτου τὸ κέντρον εγνώρισας· ενός μοι φυτού τὴν απόλαυσιν απηγόρευσας· εξ αυτού μόνου ούν είπάς μοι μὴ φαγείν· έφαγον, νόμον ηθέτησα· γνώμῃ της εντολής παρημέλησα· εγὼ δὲ του θανάτου τὴν απόφασιν ήρπασα.
Ο λαὸς λέγει. Κύριε, ελέησον.
Ο ιερεὺς λέγει. Σύ μοι, ω Δέσποτα, τὴν τιμωρίαν μετέβαλες· ως ποιμὴν αγαθὸς εις πλανώμενον έδραμες· ως πατὴρ αληθινὸς εμοὶ τω πεπτωκότι συνήλγησας· πάσι τοις πρὸς ζωὴν φαρμάκοις κατέδησας. Αυτός μοι προφήτας απέστειλας· δι' εμὲ τὸν νοσούντα, νόμον εις βοήθειαν έδωκας. Αυτός μοι τὰς προς υγιείαν ω παρανομηθείσας, διηκόνησας· φώς τοίς πλανωμένοις ανέτειλας· τοις αγνοούσι, ο αεὶ παρὼν επεδήμησας· επὶ τὴν παρθενικὴν ήλθες νηδύν. Ο αχώρητος Θεὸς ών, ούχ αρπαγμὸν ηγήσω τὸ είναι ίσα Θεώ, αλλ' εαυτὸν εκένωσας μορφὴν δούλου λαβών· τὴν εμὴν εν σοὶ φύσιν ηυλόγησας· υπὲρ εμού τὸν νόμον επλήρωσας, του πτώματός μου τὴν ανάστασιν υπηγόρευσας. Εδωκας τοις υπὸ του άδου κρατουμένοις τὴν άφεσιν· του νόμου τὴν αρὰν απεσόβησας· εν σαρκὶ τὴν αμαρτίαν κατήργησας· της σης εξουσίας μοι τὴν δυναστείαν εγνώρισας· τυφλοίς τὸ βλέπειν απέδωκας· νεκρούς εκ τάφων ανέστησας· ῥήματι τὴν φύσιν ανώρθωσας· της σης ευσπλαγχνίας μοι τὴν οικονομίαν υπέδειξας· τών πονηρών τὴν βίαν υπένεγκας· τον νωτόν σου δέδωκας εις μάστιγας· τὰς δὲ σιαγόνας σου υπέθηκας εις ῥαπίσματα· ουκ απέστρεψας δι' εμὲ τὸ πρόσωπόν σου απὸ αισχύνης εμπτυσμάτων.
Ο λαὸς λέγει. Κύριε, ελέησον.
Ο ιερεὺς λέγει. Ως πρόβατον επὶ σφαγὴν ήλθες, μέχρι σταυρού τὴν εμὴν κηδεμονίαν υπέδειξας· τω σω τάφῳ τὴν εμὴν αμαρτίαν ενέκρωσας· εις ουρανὸν την εμὴν απαρχὴν ανεβίβασας· της σής αφίξεώς μοι τὴν παρουσίαν εμήνυσας, εν η μέλλεις έρχεσθαι κρίναι ζώντας καὶ νεκροὺς, καὶ αποδούναι εκάστῳ κατὰ τὰ έργα αυτού.
Ο λαὸς λέγει. Κατὰ τὸ έλεός σου Κύριε.
Ο ιερεὺς λέγει. Ταύτης μου της ελευθερίας προσφέρω σοι τὰ σύμβολα, τοις ρημασί σου επιγράφω τὰ πράγματα. Σύ μοι τὴν μυστικὴν ταύτην παρέδωκας της σης σαρκὸς, εν άρτῳ καὶ ονῳ τὴν μέθεξιν.
Ο λαὸς λέγει. Πιστεύομεν.
Ο ιερεὺς λέγει. Τη γὰρ νυκτὶ η παρεδίδης αυτὸς σεαυτὸν, τής σεαυτού
εξουσίας.
Ο λαὸς λέγει. Πιστεύομεν.
Ο ιερεὺς λέγει. Λαβὼν άρτον εν ταίς αγίαις καὶ αχράντοις καὶ αμωμήτοις σου χερσὶν, ένευσας άνω πρὸς ίδιόν σου Πατέρα Θεὸν ημών καὶ Θεὸν τών όλων· ηυχαρίστησας ηυλόγησας ηγίασας έκλασας, μετέδωκας τοις αγίοις σου μαθηταίς καὶ αποστόλοις είπας· Λάβετε, φάγετε· τούτό μου εστὶν τὸ σώμα, τὸ υπὲρ υμῶν καὶ πολλών κλώμενον, καὶ διαδιδόμενον εις άφεσιν αμαρτιών· τούτο ποιείτε εις τὴν εμὴν ανάμνησιν. Ωσαύτως μετὰ τὸ δειπνήσαι, λαβὼν ποτήριον, καὶ εκέρασας αυτὸ έκ γεννήματος αμπέλου καὶ έξ ύδατος, ηυχαρίστησας ηυλόγησας ηγίασας μετέδωκας τοις αγίοις σου μαθηταίς καὶ αποστόλοις, είπας· Πίετε εξ αυτού πάντες· τούτό μου εστὶν τὸ αίμα, τὸ της καινής διαθήκης, το υπὲρ υμών καὶ πολλών εκχυνόμενον εις άφεσιν αμαρτιών· τούτο ποιείτε εις τὴν εμὴν ανάμνησιν. Οσάκις γὰρ εσθίετε τὸν άρτον τούτον, πίνετε δὲ καὶ τὸ ποτήριον τούτο, τὸν εμὸν θάνατον καταγγέλλετε, καὶ τὴν εμὴν ανάστασιν ομολογείτε άχρις ου αν έλθω.
Ο λαὸς λέγει. Αμήν.
Γʹ. Τὸν θάνατόν σου, κ. τ. λ.
Ο ιερεὺς λέγει. Ωστε ούν, Δέσποτα, μεμνημένοι της επὶ γής συγκαταβάσεως, καὶ του ζωοποιού θανάτου, καὶ της τριημέρου σου ταφής, καὶ τής έκ νεκρών αναστάσεως, καὶ της είς ούρανοὺς ανόδου, καὶ τής εκ δεξιών του Πατρὸς καθέδρας, καὶ τής μελλούσης απ' ουρανών δευτέρας καὶ φοβεράς, καὶ ενδόξου σου παρουσίας.
Εκφωνήσει. Τὰ σὰ εκ τών σών δώρων σοι προσφέροντες, κατὰ πάντα, καὶ διὰ πάντα καὶ εν πάσιν.
Ο λαὸς λέγει. Σὲ αινούμεν, σὲ ευλογούμεν.
Ο διάκονος λέγει. Κλίνατε Θεώ μετὰ φόβου.
Ο ιερεὺς λέγει εν εαυτώ κλίνας· Αυτὸς ούν, Δέσποτα, τη ση φωνή τὰ προκείμενα μεταποίησον· αυτὸς παρὼν, τὴν μυστικὴν ταύτην λειτουργίαν κατάρτισον· αυτὸς ήμίν της σης λατρείας τὴν μνήμην διάσωσον. Αυτὸς τὸ Πνεύμά σου τὸ πανάγιον κατάπεμψον, ίνα επιφοιτήσαν τη αγίᾳ καὶ αγαθή καὶ ενδόξῳ αυτού παρουσίᾳ αγιάσῃ καὶ μεταποιήσῃ τὰ προκείμενα, τίμια καὶ άγια δώρα ταύτα, εις αυτὸ τὸ σώμα καὶ τὸ αίμα της ημετέρας απολυτρώσεως.
Ο λαὸς λέγει. Πρόσχωμεν.
Ο διάκονος λέγει. Αμήν.
Ο ιερεὺς εκφωνήσει. Και ποιήσει τὸν μὲν άρτον τούτον γένηται εις τὸ άγιο σωμά σου, του Κυρίου δὲ καὶ Θεού καὶ Σωτήρος, καὶ Παμβασιλέως ημών Ιησού Χριστού, εις άφεσιν αμαρτιών, καὶ εις ζωὴν τὴν αιώνιον τοίς έξ αυτού μεταλαμβάνουσιν.
Ο λαὸς λέγει. Αμήν.
Ο ιερεὺς λέγει. Τὸ δὲ ποτήριον τούτο, τὸ τίμιόν σου αίμα, τὸ τής καινής διαθήκης σου, του Κυρίου δὲ, καὶ Θεού καὶ Σωτήρος, καὶ Παμβασιλέως ημών Ιησού Χριστού, εις άφεσιν αμαρτιών, καὶ εις ζωὴν τὴν αιώνιον τοίς έξ αυτού μεταλαμβάνουσιν.
Ο λαὸς λέγει. Αμήν.
Ο ίερεὺς λέγει καὶ ο λαὸς αποκρίνεται τὸ, Κύριε ελέησον. Σὲ δυσωπούμεν, Χριστὲ ο Θεὸς ημών. Τής Εκκλησίας σου, Κύριε, τὴν κρηπίδα κατάπηξον. Της αγάπης ημίν τὴν ομόνοιαν ρίζωσον. Της πίστεως τὴν αλήθειαν αύξησον. Της σής ευσεβείας ημίν τὴν οδὸν ευθυτόμη σον. Τοὺς ποιμένας οχύρωσον. Τούς ποιμαινομένους ασφάλισαι. Δὸς τω κλήρῳ τὴν ευκοσμίαν. Τοις μοναχοίς την εγκράτειαν. Τοίς έν παρθενίᾳ τὸ σωφρονείν. Τοίς έν σεμνώ γάμῳ τὴν ευζωΐαν. Τοις έν μετανοίᾳ τὸ έλεος. Τοίς πλουτούσι τὴν αγαθότητα. Τοις πενομένοις την επικουρίαν. Τοίς πτωχοίς την βοήθειαν. Τοὺς πρεσβύτας περίζωσον. Τοὺς νέους σωφρόνισον. Τοὺς απίστους επίστρεψον. Παύσον της Εκκλησίας τὰ σχίσματα. Των αιρέσεων κατάλυσον τὰ φρυάγματα. Πάντας ημάς πρὸς τὴν τής σής ευσεβείας ομόνοιαν σύναψον.
Ο λαὸς λέγει. Κύριε ελέησον.
Ο Ιερεὺς λέγει. Μνήσθητι, Κύριε, της ειρήνης της αγίας, μόνης, καθολικής,
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου