Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον Τοῦ Μηναίου.
Τῇ κα΄(21η) τοῦ μηνὸς ᾿Ιουλίου, μνήμη τοῦ Ἁγίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἠλία, τοὐπίκλην Διαμαντίδου, τοῦ ἐκ Πόντου νεολαμποῦς ἱερέως, τοῦ θαυματουργοῦ καὶ μυροβλύτου. (1946)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν σαλοῦ (590).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Θεοφίλου, Τροφίμου καὶ τῶν σὺν αὐτοῖς δεκατριῶν. (305)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰούστου καὶ Ματθαίου ἐν Ῥώμῃ ἀθλησάντων (305).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Γεωργίου, Θεοδώρου καὶ Εὐγενίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ,
καὶ ἡ Σύναξις τοῦ Ἁγίου Ἐλευθερίου πλησίον τοῦ Ξηρολόφου, καὶ ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Ἀρματίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Πραξέδης τῆς παρθένου, τῆς ἐν Ῥώμῃ, ἀδελφῆς τῆς Ἁγίας Πουδεντιανῆς καὶ θυγατρὸς τῶν Ἁγίων Ἀπ. Ρούφου/Πούδη καὶ Κλαυδίας, ἐπίκουρος καὶ ἀντιλήπτωρ γενομένη, ἐξαιρέτως δὲ τῶν Ὁμολογητῶν καὶ Μαρτύρων τῆς πίστεως (140/165)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίας τῆς ἐν Τρουὰ (Troyes) τῆς Γαλλίας. (†272)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Κλαυδίου, Ἰούστου, Ἰουκουνδίνου καὶ ἑτέρων πέντε, συναθλησάντων τῇ Ἁγίᾳ Ἰουλίᾳ ἐπὶ Αὐρηλιανοῦ. (†273)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Βίκτωρος, πολιούχου τῆς Μασσαλίας καὶ τῶν σὺν αὐτῷ Ἀλεξάνδρου, Λογγίνου καὶ Φηλικιανοῦ. ( 290)
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτηνῇ, κατὰ πετρῶν συρόμενοι τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ἰωάννου καὶ Βενίγνου, διδύμων αὐταδέλφων καὶ συνασκητῶν ἐν Μέσῃ Μονῇ (Moyenmoutier) Γαλλίας. (†707)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ὀνουφρίου τοῦ σιωπηλοῦ, ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ Ῥώσσου. (ιβ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ὀνησίμου τοῦ ἐγκλείστου τῆς Λαύρας τοῦ Κιέβου, τοῦ Ῥώσσου. (12ο – 13ο αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μανουήλ, τοῦ αὐτοκράτορος Κωνσταντινουπόλεως, τοῦ διὰ τοῦ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ματθαίου. (1425)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Ῥαφαὴλ (†1645) καὶ Παρθενίου (†1660) τῆς μονῆς παλαιᾶς Ἀγαπίας ἐν Ῥουμανίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Πατὴρ ἡμῶν Παρθένιος, Ἐπίσκοπος Ῥαδοβυσδίου τῆς Ἄρτης, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει 1777ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μελέτιος, ἐπίσκοπος Κίτρους, ἐν Θεσσαλονίκῃ, ἐν ἔτει 1821ῳ, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἰωάννης ἐν τῷ Ἱ. Ναῷ τοῦ Ἁγ. Μηνᾶ ἐν Θεσσαλονίκῃ (1821)
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ὁσία Ἀρσενία (Sebryakova) τῆς Μονῆς Οὔστ-Μεντβεντίτσκ ἐν Βόλγκογκραντ Ῥωσίας (1905)
Ὁ ὅσιος Γεράσιμος τῆς Μονῆς Τσουντώφ Ῥωσίας (1911)
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος νεο-ἱερομάρτυς Προκόπιος (Titov), Ἀρχιεπίσκοπος Χερσῶνος (1937)
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Νεομάρτυρες Γεώργιος/Γκεόργκε Ζούκχιεμπ, ὁ πατὴρ αὐτοῦ Ναμπίλ Ζούκχιμπ, ἡ μήτηρ αὐτοῦ Βιολέττα καὶ ὁ ἀδελφὸς αὐτοῦ, νεομάρτυρες ἐν τῇ συνοικία Μπάρτζε τῆς Δαμασκοῦ Συρίας (2012)
Τῇ αὐτῇ ἡμέρᾳ, κοίμησις τῆς μακαρίας Εὐφημίας τῆς Μονῆς Ραβάνιτσα τῆς Σερβίας (1958), πνευματικοῦ τέκνου τοῦ Ἁγίου Νικολάου Βελιμίροβιτς
Στίχοι.
Ἀρετῆς ἥλιε, ἱερεῦ Ἠλία,
Πόντον ἐφώτισας ἐλεημοσύναις.
Εἰς τὸν Συμεών.
Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων, πάτερ,
Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.
Εἰς τὸν Ἰωάννην.
Ἔρημον εἵλου ὦ Ἰωάννη, μάκαρ,
Δι’ ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.
Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου