Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 5 Ιουλίου 2024

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Συμφιλίουσης Αποκειμένης εν τη Ιερά Μονή Αγ. Βλασίου Άνω Τρικάλων ΚορινθίαςΠοίημα Αντωνίου Μάρκου Καθ. Αγιολογίας†Εορτάζεται 6 Ιουλίου



Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Συμφιλίουσης Αποκειμένης εν τη Ιερά Μονή Αγ. Βλασίου Άνω Τρικάλων Κορινθίας
Ποίημα Αντωνίου Μάρκου Καθ. Αγιολογίας

†Εορτάζεται 6 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Συμφιλιούσῃ τῆς Θεοτόκου Εἰκόνι, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καὶ πόνοις ὑπάρχοντες, προσπίπτομεν ἐν πίστει πολλῇ· Δέσποινα βοήθησον ἐκβοῶντες ἐν τάχει· τὸν ζυγὸν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· σὲ γὰρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή, καὶ τῇ σῇ σκέπῃ, ὡς νήπια σπεύδομεν.
Δόξα.Ὅμοιον.Τῇ Θεοτόκῳ ὡς μητρὶ ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ βελίαρ παγίδων καὶ τῆς διαιρέσεως καὶ τῆς δαιμόνων μανίας· σοῦ γὰρ ὑπάρχει ἡ Εἰκὼν ἡ θαυμαστή, Συμφιλιοῦσα, σκέπη καὶ ἀντίληψις.
Καὶ νῦν.Ὅμοιον.Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·ΕΙΚΟΝΙ ΣΥΜΦΙΛΙΟΥΣΗΣ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.Εἰκόνι σου τῇ θείᾳ, ἡμῶν Μονῆς προσπίπτομεν, Κόρη, θεοπόθητε Μαριάμ· καὶ δι’ αὐτῆς σοὶ τὰς ἱκεσίας, ὡς εἰς μητέρα προσάγομεν, Δέσποινα.
Ἰδεῖν τοῦ Υἱοῦ σου τὴν φοβερὰν ἡμέραν, Παρθένε, καταξίωσον σαῖς λιταῖς· καὶ Τοῦτον ὄμματι συμπαθείας, σαῖς ἱκεσίαις κατάστησον βλέποντα.
Κυρία Παρθένε τό τῆς ἐμῆς ψυχῆς δεινὸν ἄλγος καὶ τὸν πόνον καὶ τὴν φθορὰν ἀπέλασον καὶ τὴν ἁμαρτίαν, τὴν ταῦτα πάντα ἐμοὶ προκαλέσασαν.
Ὁδὸν μετανοίας καὶ ἐπιστροφῆς βαδίζοντα, Κόρη, εὕροιμι θάνατος σαῖς λιταῖς· σοῦ δέομαι καὶ πρός τὸν Υἱόν σου, σὺ μὲ ὁδήγησον, ὡς Ὁδηγήτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.Ναῷ, Παρθένε, τεμένει τῷ ἐν Τρικάλοις ὑπάρχοντι, ἐν ᾧ ἡ σὴ Εἰκὼν ἡ ἁγία ἀποθησαύρισται, πλήθη προσφεύγουσιν τῶν Ὀρθοδόξων, κακεῖσε τὴν δέησιν προσφέρουσι σοὶ τῇ Μητρὶ ἡμῶν.
Ἰδέ, Κόρη Ἁγία, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας καὶ ἀπὸ διαιρέσεως πάσης ἡμᾶς ἀπάλλαξον, τοὺς τῇ σῇ χάριτι γονυκλινῶς αἰτουμένους, πρόφθασον, ἀπάλλαξον ἡμᾶς πρεσβείαις σου.
Σῆς μορφῆς τῆς πανσέπτου, τῷ παρ’ ἡμῖν ἐκτυπώματι, σπεύδομεν οἱ ἐν θλίψεσι πάντες καὶ ἐν διαιρέσῃ ὑπάρχοντες· αὐτῷ γὰρ δέδοκας πλουσίαν τὴν σὴν χάριν, ἣν ἡμῖν κατάπεμψον, Συμφιλιοῦσά μου.
Ἡμεῖς πάντες, Παρθένε, τῇ μεσιτείᾳ σου σπεύδομεν, αἰτούμενοι τυχεῖν βοηθείας καὶ ἀντιλήψεως· ἆρον τὸ βάρος ἡμῶν ἀπὸ ψυχῆς, Θεοτόκε, ἵνα ἀνυμνοῦμέν σε, Συμφιλιώτρια.
Διάσωσον, τοὺς σοὶ προσπίπτοντας, Μητροπάρθενε Κόρη· Εἰκόνι σου γὰρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ σὴ χάρις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.Ἦχος β΄. Τὰ ἄνω ζητῶν.Συμφιλιούσης σεπτῇ Εἰκόνι νῦν προσπίπτομεν, οἱ ἐν πόνῳ ψυχῆς καὶ διαιρέσει ὑπάρχοντες· καὶ δι’ αὐτῆς αἰτούμεθα τῆς Θεοτόκου τὸ ἄμετρον ἔλεος καὶ τὴν ταχεῖαν Ταύτης συνδρομὴν καὶ τὴν βεβαίαν Αὐτῆς ἀντίληψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.Μάνδρας ταύτης προστάτιδα, Ὀρθοδόξων πάντων τὴν ἀντιλήπτορα καὶ τὴν κόσμου χαρᾶς πρόξενον, Παναγία σὲ κηρύττομεν.
Φόβῳ καὶ βορβόρῳ νῦν τῷ τῆς ἁμαρτίας, ὡς κύων εὕροιμι καὶ ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους σου τυγχάνω ἀνεπίδεκτος.
Ἰδέ μου τὴν δέησιν τὴν πρὸς σέ, Παρθένε· μὴ ὑπερίδῃς με, ἀλλὰ σπεῦσον ὡς φιλόστοργος, Ἄνασσα, καὶ ἐλέησον τὸν κάμνοντα.
Λύσιν διαιρέσεως τῇ Παρθένῳ πάντες τὰ νῦν προσπίπτοντες οἱ ἐν θλίψεσι, αἰτούμενοι τῇ πρεσβείᾳ Ταύτης ἐπανένωσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.Ἵλεως γενοῦ, Παραδείσου θύρας Κύριε, ταῖς πρεσβείαις τῆς Ἀχράντου σου Μητρός, ἐπανοίγων ἐφ’ ἡμᾶς τοὺς δεομένους σου.
Ὄρος τοῦ Θεοῦ, σέ Μαρία, τὸ παμπόθητον, ὁμολογοῦντές σου δεόμεθα δεινῶν, τῆς διαστάσεως, τοὺς δούλους σου ἀπάλλαξον.
Ὕψος οὐρανῶν, ταῖς ψυχαῖς ἡμῶν δεδώρησαι, τῶν βοώντων σοι, Παρθένε, ἐκ ψυχῆς· τὰ σὰ ἐλέη ἐπὶ τοῖς δούλοις σου ἐπόμβρησον.
Σπεῦσον πρὸς ἡμᾶς φιλανθρώπως, τοῖς προστρέχουσι ἐν τῇ Μάνδρᾳ τῶν Τρικάλων τῇ σεπτῇ, Συμφιλιοῦσα καὶ ἐλέησον τοὺς κάμνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.Ἠμέλησα καὶ τοῦ βίου πάθεσι τοῖς ἀκαθάρτοις, μεμόλυσμαι, Μῆτερ, τὴν ἐν ἐμοὶ καταστρέψας εἰκόνα· ἀλλὰ σοῦ δέομαι, Κόρη, ἀποκάθαρον, ταῖς δάκρυσι καὶ στεναγμοῖς, ἃ δώρησαί μοι, Συμφιλιοῦσα ἀκήρατε.
Σωμάτων καὶ ψυχῶν τῶν σῶν δούλων, τὰ σὰ θαυμάσια κηρύττουσι προστάτην· τῶν τριχομένων κακίαις παντοίαις καὶ ὀχλουμένων βελίαρ προσκρούσεσι καὶ πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καὶ κακώσεων, τραυμάτων τε, Παρθένε· Συμφιλιούσης γὰρ τῇ εἰκόνι προσπίπτων, τὴν παρὰ σοῦ αἰτοῦμαι βοήθειαν· καὶ σὲ θαυμάτων τὴν πηγὴν ὁμολογῶ καὶ κηρύττω, Πανύμνητε.
Ῥῦσαί με τῶν τοῦ βελίαρ παγίδων καὶ διαστάσεως τοῦ δράματος, Κόρη, ἀπὸ προσώπων οἰκείων καὶ φίλων, τῇ σῇ προνοίᾳ ἀπάλλαξον, Δέσποινα, καὶ σκέπασόν με τῇ θερμῇ οὐρανοπέμπτῳ σου σκέπη, Πανάμωμε.
Ὅρμησον τὴν ψυχήν μου, Παρθένε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς σαῖς θερμαῖς πρὸς Θεὸν ἱκεσίαις καὶ τῇ πρεσβείᾳ σου τήρησον ἄτρωτον· καὶ ἐπὶ πέτραν ἀῤῥαγῆ τῆς πρὸς Υἱόν σου πίστεως, Ἄχραντε.
Διάσωσον, τοὺς σοὶ προσπίπτοντας, Μητροπάρθενε Κόρη· εἰκόνι σου γὰρ τῇ σεπτῇ ἐπισκιάζει ἀφθόνως ἡ σὴ χάρις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.Τῇ Παρθένῳ εὐγνωμόνως νῦν προσπέσωμεν, ἀνακρούοντες κινύραν παναρμόνιον, ἐν ᾠδαῖς ὑμνοῦντες Αὐτῆς τὴν χάριν· τὴν Εἰκόνα γὰρ Αὐτῆς τὴν θεοστόλιστον ἐκ τῶν κόλπων τῶν τῆς λήθης ἐξανέτειλε τοῖς κραυγάζουσι, Συμφιλιοῦσα χαῖρέ σοι.
Προκείμενον.Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὕς σου καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Εὐαγγέλιον.Ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α΄ 39-49, 56).Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν. Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.Τῆς Συμφιλιούσης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Προσόμοιον.Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.Ὄλβον ἀναφαίρετον, τὴν θαυμαστήν σου Εἰκόνα, Μάνδρα ταύτῃ ἔχουσα, θείᾳ εὐδοκίᾳ σου Κόρη πάντιμε, πρὸς αὐτὴν ἔνδακρυς, γόνυ κεκλημένῳ, μετὰ πίστεως προσδέεται, τὴν συμφιλίωσιν μετὰ τοῦ Θεοῦ αἰτουμένῃ σοι· σῴζεις γὰρ ἐκ θλίψεων, τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν πάντας σκέπε, ἡμᾶς τοὺς καταφεύγοντας πρὸς σέ, καὶ αἰτουμένους, Πανύμνητε, τὴν σὴν θείαν ἀντίληψιν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.Σκέπε ἡμᾶς κινδύνων Συμφιλιοῦσα Κόρη, μετὰ Ἁγίων δεομένη πρὸς Κύριον, Βλασίου ἱεράρχου καὶ θείου Γερασίμου καὶ Μακαρίου Κορίνθου, οἷς ψάλλομεν· χαίροις Πατέρων τριάς, τὸ κλέος Κορινθίας.
Πατρίδος Ἑλληνίδος μνήσθητι, Θεοτόκε, ὡς Κωνσταντίνου τῆς ἕδρας ποτέ· ὑπέρμαχον γὰρ ταύτης καὶ Στρατηγὸν ἐν πίστει σὲ ἐπιγράφεται ψάλουσσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἴασαι τῆς ψυχῆς μου τὸν πόνον, Παναγία Συμφιλιοῦσα, Τρικάλων ἡ Δέσποινα· σοὶ γὰρ προσπίπτω, Κόρη, τῇ σῇ ἐπιστασίᾳ καὶ γηθοσύνως κραυγάζω σοι· τοῦ Παραδείσου αὐγὴ σοὶ χαίροις Παναγία.
Πῦρ τὸ τῆς ἁμαρτίας, Παρθένε, τὸν σὸν δοῦλον καταναλίσκει, πλὴν σπεῦσον ῥυσθῆναί με· κατάσβεσον τὴν φλόγαν, εὐχαῖς πρὸς τὸν Υἱόν σου, τοῦ εὐγνωμόνως κραυγάζοντος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.Τεῖχος ὑπάρχεις τῶν θλιβομένων, Παρθένε, οὓς σκέπασον τῇ θείᾳ σου πρεσβείᾳ, πρὸς τὸν Υἱόν σου, συμφιλιοῦσα τούτους.
Ὡραιοτάτη ἡ μορφὴ σῆς Εἰκόνος, Συμφιλιούσης, εὐσυμπάθητε Κόρη, πρὸς ἣν τὸ γόνυ ψυχῆς κλίνομεν πάντες.
Ἄνασσα Κόρη, Συμφιλιούσης Εἰκόνι προσπεσόντες οἱ πιστοὶ ἀναβοῶμεν· σπεῦσον, Παρθένε, ἀπάλλαξον ἐν τάχει.
Ναῷ σου θείῳ Βλάσιε Ἱεράρχα, χαίρουσα σπεύδει πληθὺς τῶν Ὀρθοδόξων, τυχεῖν συγγνώμης, ἐλέους καὶ βοηθείας.
Τῆς Βασιλείας, Παρθένε, τοῦ Υἱοῦ σου τύχοιμεν πάντες Ὀρθόδοξοι ποθοῦμεν, σῇ μεσιτείᾳ, Συμφιλιοῦσα Κόρη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.Ὡραῖος κάλει πάντων ἀνθρώπων πέλει, Μῆτερ, ὁ σὸς Υἱὸς πρὸς ὃν τὴν δέησιν ἔκχεε, ἵνα ῥυσθῶμεν διὰ σοῦ κολάσεως τῆς γεέννης.
Νικῆσαι τοῦ βελίαρ τὰς μηχανάς, Παρθένε, σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρὸς σὸν Υἱὸν ταῖς σαῖς λιταῖς, δι’ ὧν βεβαίως οἱ πάντες σῳζόμεθα.
Ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τὸν δοῦλον Σου καὶ δώρησαί μοι τὴν χαράν, ἵνα ὑμνῶ σε, Παρθένε Θεόστεπτε.
Ὄμματι εὐσπλαχνίας βλέψον ἡμῖν ἐν τάχει καὶ χεῖραν τοῖς δούλοις σου ἔκτεινον· σὲ γὰρ μητέρα ἡμῶν κηρύττομεν Δέσποινα.
Σάλον τὸν τῆς ψυχῆς μου καὶ ἄλγος καὶ ὀδύνην, ταῖς σαῖς πρεσβείαις κατάστειλον δέομαι· σοὶ γὰρ προσφεύγω, Παρθένε, ὁ δοῦλος σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Μεγαλυνάρια, ποιήματα τοῦ ἀνωνύμου ὑμνογράφου τῆς Ἀκολουθίας τῆς Εἰκόνος.Ὦ Συμφιλιοῦσα Μῆτερ ἁγνή, φρούρησον τὸν κόσμον καὶ παράσχου τοῖς ταπεινοῖς, ἔλεος, ἀγάπην, ὁμόνοιαν, φιλίαν, ἀνάψυξιν ψυχῶν τε καὶ ἀγαλλίασιν.
Πρόφθασον πολέμους καὶ συμφορᾶς, μάχας ἐναντίων, ἀνελεήτους πειρασμοὺς καὶ τὰς ἐπιθέσεις τῶν φοβερῶν δαιμόνων ἀπέλασον, Παρθένε, τῇ εὐσπλαχνίᾳ σου.
Τὸν μνησικακίας εἰσηγητὴν καὶ τῆς πανουργίας τὸν παμπόνηρον σοφιστήν, ὦ Συμφιλιοῦσα, σύντριψον δι’ εὐχῶν σου, πρὸς τὸν Δεσπότην πάντων ἡμῶν καὶ Κύριον.
Ὀργῆς, κατακρίσεως καὶ θυμοῦ ἐμπνευστὴν βελίαρ καὶ θρασύτατον ἐμπρηστήν, κατάβαλε αὖθις καὶ σῶσον σοὺς ἱκέτας βελῶν πυρακτωμένων, Μῆτερ φιλόστοργε.
Οἰήσεως λύμης τῆς μιαρᾶς καὶ ἐγωισμοῦ τε τυῤῥανίας τῆς φοβερᾶς, ὑπερηφανίας καὶ μίσους τῆς μανίας ἐξάγαγε ταχέως, Ἁγνή μου Δέσποινα.
Τῆς περιεργείας τὸν πειρασμὸν καὶ τῆς φιλαρχίας τὸν ἀλόγιστον χειρισμόν, τῆς ἀργολογίας, τοῦ φθόνου καὶ κακίας, τὸν ὄλεθρον Παρθένε, σὺ ἐξαφάνισον.
Ταπεινοφροσύνην, ὑπακοήν, προσευχήν, εἰρήνην καὶ γαλήνην τὴν ποθητὴν δώρησαι Κυρία, ὡς εὐσπλαχνος Μητέρα Χριστοῦ τοῦ Ζωοδότου καὶ καλλιπάρθενος.
Συμφορῶν ποικίλων καὶ ζημιῶν, φύσεως στοιχείων δρυμυτάτων καταιγισμῶν, σεισμοῦ καὶ τυφῶνος, χαλάζης, πυρκαϊᾶς τε καὶ τρικυμίας πάσης ἡμᾶς ἀπάλλαξον.
Μεγαλυνάρια τοῦ ἀγ. Βλασίου.Χαίροις Ἱεράρχα θαυματουργέ, Βλάσιε θεόφρον Ἀθλοφόρων ἡ καλλονή· χαίροις ἀσθενούντων ὁ μέγας ἀντιλήπτωρ, τῶν σὲ εὐφημούντων προστάτα μέγιστε.
Τὸν ἐν Ἱεράρχαις θαυματουργὸν καὶ τὸν ἐν κινδύνοις ἀπροσμάχητον βοηθόν, τοῦ σεμνείου τούτου φρουρὸν καὶ πολιοῦχον, Βλάσιον τὸν Μέγαν ὕμνοις τιμήσωμεν.
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Βλάσιον τὸν μέγαν, εὐφημήσωμεν οἱ πιστοί, τὸν τῆς Ἐκκλησίας ὑπέρλαμπρον φωστῆρα καὶ τῶν ἀνθρώπων πρέσβυν θερμὸν πρὸς Κύριον.
Ἐκ παντὸς κινδύνου καὶ πειρασμῶν καὶ νόσων παντοίων ἐλευθέρωσον, Ἀθλητά, τοὺς ἐν τῇ πανσέπτῳ Μονῇ σου προσιόντας, σαῖς πρὸς Θεὸν πρεσβείαις, παμμάκαρ Βλάσιε.
Μὴ παύεις δεόμενος τοῦ Χριστοῦ, Βλάσιε τρισμάκαρ, Ἱεράρχα θαυματουργέ, ὑπὲρ τῶν ἐν πίστει ἀεὶ σε εὐφημούντων καὶ ἐκτελούντων πόθῳ τὴν θείαν μνήμην σου.
Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τῆς ἡμέρας. Εἶτα·Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ ΤρισάγιονἍγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶτοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.Τῷ σεπτῷ σου τεμένει ἐν Τρικάλοις προσφεύγομεν, κλίνοντες τὸ γόνυ, Κυρία, τῆς ψυχῆς καὶ τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρὸς Υἱόν σου καὶ λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημμελημάτων ἀφέσεως· δόξα τοῖς μεγαλείοις σου, Σεμνή, δόξα τοῖς θαυμασίοις σου, δόξα σοι ὑπερβαλόντως, Συμφιλιοῦσα πάνσεμνε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ πανυπερτίμῳ Εἰκόνι, Συμφιλιοῦσα σεμνή, ῥύου πάσης θλίψεως καὶ περιστάσεως· τῶν παθῶν δὲ διάλυσον τὸν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· σὺ γὰρ τῶν Ὀρθοδόξων ὑπάρχεις καὶ πιστῶν ἁπάντων προστάτις, οἷα θεία Μήτηρ τοῦ Παντάνακτος.
Ἕτερον, ὅμοιον. Ποίημα τοῦ ἀνωνύμου ὑμνογράφου τῆς Ἀκολουθίας τῆς Εἰκόνος.Χαίροις πρὸς Θεὸν καταλλαγή· χαίροις ἡ τοῦ κόσμου εἰρήνη καὶ συμφιλίωσις· χαίροις ἡ προχέουσα ἀγάπην ἄφθονον· Συμφιλιοῦσα πανάμωμε, Μήτηρ γλυκυτάτη, ἔλεος τοῖς χρῄζουσι ἡ δαψιλεύουσα· χαίροις παραμύθιον πάντων· χαίροις ἀσθενούντων ἡ ῥῶσις, τῶν πολεμουμένων καταφύγιον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.Ἀμήν.





ΣΤΙΧΟΙ ΙΚΕΤΕΥΤΙΚΟΙΤῶν δούλων σου τούτων, τῶν κατὰ Θεὸν αἰτημάτων ἐπάκουσον, ὡς Μήτηρ φιλάγαθος, Συμφιλιοῦσα Κόρη, καὶ συμπαθοῦσα τὸ γένος τῶν ἀνθρώπων, τὸ ὑπὸ τοῦ διαβόλου τυρρανούμενον, οὗ ὅμως τὸ κράτος ὑπὸ τοῦ Υἱοῦ σου κατήργειται.Ἐπόμβρησον ἡμῖν, Κυρία Θεοτόκε, εὐλογίας ὑετόν, σὺ ἡ τοῦ ἐλέους ἄβυσσος, συμπαθείας τὸ πέλαγος καὶ εὐσπλαχνίας πηγὴ ἡ ἀνεξάντλητος.Ἀνάστησον τοὺς ἐν ἀσθενείαις κατακειμένους καὶ ὑπὸ πόνων ψυχῆς τε καὶ σώματος τρυχωμένους, σὺ ἡ τοῦ εὐεργετήσαντος ἡμᾶς μόνου Εὐεργέτου πάναγνος Μήτηρ.Δώρησαι εἰρήνην σταθηράν τῇ Ἐκκλησίᾳ, σὺ ἡ τῶν Ὀρθοδόξων προστάτης ὑπάρχουσα καὶ τοῦ λαοῦ σου Στρατηγὸς ἡ Ὑπέρμαχος.Ἵνα πάντες εὐγνωμόνως, ὡς Μητρὶ τε καὶ παρθένῳ, Κυρίᾳ τε καὶ Ἀνάσσῃ, βοῶμεν ἀκαταπαύστως Γαβριὴλ τοῦ Πρωτοστάτου τὸν χαιρετισμόν· χαῖρε Νύμφη ἀνύμφευτε.




Δεν υπάρχουν σχόλια: