Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 5 Νοεμβρίου 2025

Παρακλητικός Κανών εις τὸν Οσιον Διονύσιον τον ελεήμονα Επίσκοπον Τρίκκης .Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 





῞Οσιος Διονύσιος ὁ Ελεήμων  Επίσκοπος Τρίκκης

(῾Η μνήμη του ἑορτάζεται τὴν 12ην Νοεμβρίου)


῞Οσιος Διονύσιος ὁ ἐλεήμων

Ο ῞Οσιος Διονύσιος ὁ Ἐλεήμων ἦταν Μητροπολίτης Λαρίσης, μὲ ἕδρα τὰ Τρίκαλα. ῾Η ἀρχιερατεῖα του, στὴν Μητρόπολιν Λαρίσης (μὲ ἕδρα τὰ Τρίκαλα) πρέπει νὰ

τοποθετηθεῖ μετὰ τὸ 1489 – 1490 καὶ πρὶν τὸ 1499 καὶ θὰ ἦταν μικρῆς διάρκειας.

῾Ως μητροπολίτης Λαρίσης ὁ Διονύσιος κατήργησε τὸ πρωτάτο ἀπὸ τὴν

ἐξασθενημένη σκήτη τῆς Δούπιανης καὶ ἔδωσε τὸν τίτλο τοῦ ἡγουμένου στὸν

προεστῶτα τοῦ Μεγ. Μετεώρου. Ἔκτοτε πρωτεύοντα ρόλο στὴν μετεωρίτικη πολιτεία

εἶχε ἡ σκήτη τοῦ Μετεώρου. Τὸ ἔτος 1499 ὁ ῞Αγιος Διονύσιος παραιτήθηκε καὶ

ἀποσύρθηκε στὴν ῾Ι. Μονή ῾Αγ. Νικολάου Αναπαυσᾶ.

῾Ο ῞Αγιος εἰκονίζεται σὲ τοιχογραφία τοῦ 1627 στὸ ἀριστερὸ κλίτος τοῦ ναοῦ τῶν

῾ΑγίωνΑναργύρων Τρικάλων. Ἡ ἐπιγραφὴ τῆς τοιχογραφίας (῞Αγιος Διονύσιος ὁ

Ἐλεήμων ῾Αρχιεπίσκοπος [λαρίσις]), μαρτυρεῖ ὅτι ὁ ῞Αγιος καταξιώθηκε στὴ συνείδηση

τοῦ πιστοῦ ποιμνίου του καὶ συγκαταριθμήθηκε στὴν τιμητικὴ χορεία τῶν τοπικῶν

῾Αγίων τῆς περιοχῆς. ῾Η ἐπωνυμία Ἐλεήμων ποὺ τοῦ ἀποδόθηκε, ἀποδεικνύει τὴν

πλούσια προσφορά του στὸν Ἐκκλησιαστικὸ ὅσο καὶ στὸν κοινωνικὸ τομέα.

῾Ο ῞Οσιος Διονύσιος κοιμήθηκε τὴν Μεγ. Πέμπτη τοῦ ἔτους 1510.


Παρακλητικὸς Κανὼν


εἰς τὸν ῞Οσιον Διονύσιον τὸν ἐλεήμονα


̉ Επίσκοπον Τρίκκης


Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου


Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ

τὰ ἑξῆς:


῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…


Τ ῷΑρχιθύτι ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν*

ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς˙* ῞Αγιε, βοήθησον καὶ διάσωσον πάντας˙* ἐκ

παντοίων θλίψεων καὶ ποικίλων παγίδων˙* μὴ ἀποστρέ-ψῃς ἱκέτας κενούς˙* σὲ γὰρ

μεσίτην,* Διονύσιε, ἔχομεν.


Δόξα Πατρὶ... τὸ Απολυτίκιον ῏Ηχος γ’.Θείας πίστεως…


Τ ρίκκης Πρόεδρος καὶ τῆς Λαρίσης,* καὶ ἀκοίμητος* φρουρὸς ἐδείχθης,*Αρχιθύτα

ἐλεήμων Διονύσιε˙*Αναπαυσᾶ τὴν Μονὴν σὺ ἀ-νήγειρας* καὶ ἐν αὐτῇ θεαρέστως

ἐβίωσας,* Θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε* δωρή-σασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.


Ο ὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ

προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ

δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.


ᾨδὴ αʹ.  Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας 5 …


Δ ιονύσιε, κλέος χριστιανῶν* πρὸς σὲ καταφεύγω ὁ ἀνάξιος ταπεινῶς* καὶ τὴν σὴν

βοήθειαν αἰτοῦμαι* ἥν, Αρχιθύτα Τρικκαίων,* παράσχου μοι.

Τ ὸν πλοῦτον ὃν δέδωκέ μοι Θεὸς* ἀφρόνως ὁ τάλας ἐδαπάνησα, θαυμαστέ,* διὸ σοί,

Διονύσιε, σπεύδω* καὶ ἐξαιτῶ ταῖς λιταῖς σου,* πανάριστε.

Κ αρδίαν σὺ νήφουσαν, θαυμαστέ,* παράσχου ἱκέταις* ὡς καὶ σώφρονα λογισμόν,* ἵνα

τὸν Σωτήρα τῶν ἀνθρώπων* ἐκ μέσης καρδίας πάντες δοξάζωμεν.


Θεοτοκίον.


Υ ῾ ψώνω τὰς χείρας ἱκετικῶς* πρὸς σέ, Θεοτόκε,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος

παράσχου σῷ ἱκέτῃ,* ἵνα ῥυσθῶ τῆς κολάσεως, ῎Αχραντε.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…


Τ οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς,Αρχιθύτα, καὶ οἰκίας* σὺ

διαφύλαξον,* ἵνα ὑμνοῦμέν σε* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα*

καὶ καταφύγιον.

Ο ρθοδόξων ἐδείχθης* φρουρὸς ὁ ἀκοίμητος* καὶ τῶν μοναζόντων τὸ κλέος ὡς καὶ τὸ

πρότυπον* τῶν δὲ νοσούντων ἀεὶ* σὺ ἰατρὸς καὶ προστάτης* καὶ χηρῶν ὑπέρμαχος,* ὧ

Διονύσιε.

Ε κ τροχαίου, Παμμάκαρ,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ

τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν βοήθειαν, Πάτερ,* καὶ Χριστὸν

δοξάζοντες,* ὦ Διονύσιε.


Θεοτοκίον.


Σ υνειδήσεως, Κόρη,* τὰς τύψεις διάλυσον* καὶ τῆς μετανοίας τὰ δῶρα* τάχος

παράσχου μοι,* Μαριὰμ θαυμαστή,* τῶν ἀσθενῶν ἡ προ-στάτις* καὶ πιστῶν τὸ

στήριγμα,* Θεογεννήτρια.

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ

καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.


5 Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ

δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


Ε ̉ πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος

κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία…


Σ ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεπτέ,* καὶ πιστῶν

καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* μάκαρ Διονύσιε, πρόφθασον* καὶ ἐκ κινδύνων

λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε...


Τ οὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς

βοήθησον* ποιεῖν καλὰς διαγνώσεις πάντοτε.

Ο ρθοδόξους προστάτευσον* ἐκ τῆς κατακρίσεως, Διονύσιε,* καὶ ταπείνωσιν

παράσχου μοι,* ἵνα λάβω ἄφεσιν καὶ ἔλεος.

Τ έκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Διο-νύσιε πάντιμε,* καὶ παράσχου ῥώσιν

ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Θεοτοκίον.


Ο ῾ λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν

τάραχον* τοῦ νοὸς μου, Κόρη Θεοδόξαστε.


ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…


Ν όσων ἰατρὸς* ἀνεδείχθης, Διονύσιε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς* καὶ

ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν τὴν ἴασιν.

Σ κέπασον ἡμᾶς* ὑπὸ τὴν σκέπην σου, Διονύσιε,* καὶ τὴν Μονὴν σου διαφύλαξον* ἐκ

τῶν παγίδων τοῦ ἐχθροῦ, Θεομακάριστε.

Υ ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς*

καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.

Θεοτοκίον.


Φ όβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν σὺ παράσχου μοι* τῷ ἀναξίῳ

ἱκέτῃ σου, Θεονύμφευτε.


ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…


Π ροστρέχω πρὸ τῆς εἰκόνος σου πόθῳ* καὶ αἰτῶ τὴν σὴν βοήθειαν, Μάκαρ.* Μὴ

ἀποῤῥίψῃς ἱκέτην ἀχρεῖον,* ἀλλὰ καρποὺς μετανοίας μοι δώρησον* σοῦ δέομαι καὶ νῦν

θερμῶς* τὸν Υἱὸν τῆς Παρθένου εὐμένισον.

Α παύστως σὲ ἱκετεύω ὁ τάλας,* μὴ παρίδῃς τὸν ἱκέτην, Θεόφρον,* ἀλλὰ παράσχου

ἐμοὶ τῷ ἀθλίῳ* ὑπομονὴν καὶ ταπείνωσιν δέομαι* καὶ δίδου μοι εὐθυπορεῖν* πρὸς

ὁδοὺς τοῦ Σωτῆρος, Πανένδοξε.

Ε κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Διονύσιε, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων

παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα σου ταπεινῶς,*

Αρχιθύτα, ἡμεῖς οἱ ἀνάξιοι.


Θεοτοκίον.


Ο ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν

δαιμόνων τὰ βέλη διώκεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Παναμώμητε,* διὸ μοναζόντων

χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέσποινα.

Δ ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,Αρχιθύτα,* ὅτι πάντες δεητικῶς* εἰς σὲ

καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.


Α ῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα

δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία.


Σ ὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων

καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον,

θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ

πλάνης* καὶ σῶσον ἐκ τοῦ καρκίνου* τοὺς καταφεύγοντας πρὸς σέ,*Αρχιθύτα

Διονύσιε.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.

Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ. (δίς)

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Τ ίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Λουκᾶν ...

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τ ῷ καιρῷ ἐκείνῳ ἔστη ὁΙησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ

πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου

Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ

ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει

ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας

τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα

ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ

κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν

ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ

υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ…


Τ αῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν

ἐγκλημάτων.


Καὶ νῦν καὶ ἀεὶ…


Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα… καὶ τὸ


Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.


Μ ὴ ἐγκαταλείπῃς με,* εἰς τῶν δαιμόνων τὰς χείρας,*Αρχιθύτα ἔνδοξε,* ἀλλὰ σκέπε,

῞Αγιε, τὸν ἱκέτην σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι,* τῶν δαιμόνων τὰ

τοξεύματα,* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλι-ος,* πάντοθεν

πολεμούμενος,* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου˙* Μάκαρ Διονύσιε,* ἐλπὶς σὺ καὶ

προστάτης τῶν πιστῶν,* μὴ μου παρίδῃς τὴν δέησιν,* τὸ συμφέρον ποίησον.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς…

῾Ο Χορός:Αμήν.


Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς. ᾨδὰς τοῦ Κανόνος

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…


Τ οῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, Διονύσιε ἔνδοξε,* διὸ πιστῶν τὰ

πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν,

εὐμένισον λιταῖς Σου.

Τ ῶν Τρικκαίων ἐδείχθης* ποιμήν, Διονύσιε μάκαρ, ἀκοίμητος,* καὶ κτίτωρ καὶ οἰκήτωρ,*

Αναπαυσᾶ καὶ κλέος,* διὸ παντες δεόμεθα˙* δίδου ἱκέταις, σεμνέ,* εἰρήνην καὶ

ὑγείαν.

Θ ελητὴν τοῦ ἐλέους,* ὃν ἠγάπησας,Αθλητά δυσώπησον,* ῥυσθῆναι τῶν

πταισμάτων,* ψυχῆς τε μολυσμάτων,* τῶν ἐν πίστει βοώντων σοι˙* Χαῖρε, Τρικκαίων

ποιμὴν* καὶ δόξα Μετεώρων.


Θεοτοκίον.


Θ εοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω*

καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν

αἰρετιζόντων.


ᾨδὴ ηʹ. Τὸν Βασιλέα…


Τ ὴν ἀνομβρίαν* ὁ Λυτρωτὴς καταπαύει* λιταῖς Σου, Διονύσιε μάκαρ,* καὶ πιστοῖς

παρέχει* εὐκράτους τοὺς ἀέρας.

Α δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς

γονέας* χαρὰν παρέχει, μάκαρ.

Τ ὸν Κύριόν μου* καὶ Λυτρωτὴν τῆς ψυχῆς μου* καθικέτευε, Διονύσιε μάκαρ,* ἵνα ὁ

ἀχρεῖος* ἰδῶ Θεοῦ τὴν δόξαν.


Θεοτοκίον.


Ε κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Κεχαριτωμένη,* καὶ εἰς τὰς

ψυχὰς μας ἐλπίδαν ἐμφυτεύεις.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…


Ι ώσεις θεραπεύεις,* ὄγκους ἀπελαύνεις* καὶ νόσους, Διονύσιε, διώκεις ταχύ,* διὸ

ἀπαύστως νοσοῦντες* σοι καταφεύγουσι.

Λ ιμὴν σὺ καὶ προστάτης,* Διονύσιε, ἐδείχθης* καὶ τῶνΟρθοδόξων τεῖχος

ἀκράδαντον,* καταφυγὴ τε καὶ σκέπη* καὶ ἀγαλλίαμα.

Δ ιάσωσον ἐκ πλάνης* τέκνα Ορθοδόξων* καὶ ἐκ χειρῶν τοῦ ἀλάστορος δέομαι,* ἵνα

ὑμνοῦμεν ἀπαύστως* Σέ, Διονύσιε.


Θεοτοκίον.


Π ανάχραντε Παρθένε,* Μῆτερ τοῦ ῾Υψίστου* τοὺς σοι προσφέγοντας ῥῦσαι δεόμεθα*

ἐκ τοῦ πυρὸς τὴν μανίαν* καὶ τῆς κολάσεως.


Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.


Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ

ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,*

τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.

Χ αίροις, τῶν Τρικκαίων ὁ θησαυρὸς* καὶ τῶν Λαρισαίων* ποιμενάρχης ὁ ἐκλεκτός.*

Χαίροις, Αναπαυσᾶ* ὁ κτίτωρ καὶ οἰκήτωρ* καὶ τῶν πιστῶν ἡ δόξα,* ὦ Διονὐσιε.


Χ αίροις, Διονύσιε θαυμαστέ,* Μονῆς τοῦ ῾Αγίου* Νικολάου ὁ οἰκιστής˙* χαίροις, τῶν ἐν

θλίψει* ἀκοίμητος προστάτης* καὶ τῶν ἀνέργων μάκαρ,* τὸ καταφύγιον.

Π άντες, Διονύσιε θαυμαστέ,* προσπίπτομεν πόθῳ* τῇ εἰκόνι σου τῇ σεπτῇ* αἰτοῦντες

εἰρήνην* μετάνοιαν καὶ πίστιν* ἃ σὺ παρέχεις τάχος* τοῖς σοι προστρέχουσι.

Σ πεύδεις εἰς τὰς κλίνας τῶν ἀσθενῶν* καὶ τούτοις παρέχεις,* Διονύσιε θαυμαστέ,*

ἀκλόνητον ὑγείαν* μετάνοιαν καὶ πίστιν* διὸ σὲ εὐγνωμόνως* πάντες δοξάζομεν.

Κ έραςΟρθοδόξων Χριστιανῶν* ὕψωσον λιταῖς σου* καὶ παράσχου πᾶσι ταχὺ*

δύναμιν καὶ ῥώσιν,* ταπείνωσιν, ὑγείαν* καὶ Παραδείσου κάλλη* ἰδεῖν ἀξίωσον.

Δ αίμονας κατέβαλες, θαυμαστέ,* διὰ πολλῶν ἀγώνων* νηστειῶν τε καὶ προσευχῶν*

καὶ γέγονας δοχεῖον* Πνεύματος ῾Αγίου* ὡς καὶ συμπολίτης* τοῦ Πανοικτίρμονος.

Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι

Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν.. ὁ Ἱερεύς: ῞Οτι

Σοῦ..., ὁ Χορός:Αμήν.  


Καὶ τὸΑπολυτίκιον. ῏Ηχος γ’. Θείας πίστεως...


Τ ρίκκης Πρόεδρος καὶ τῆς Λαρίσης,* καὶ ἀκοίμητος* φρουρὸς ἐδείχθης,*Αρχιθύτα

ἐλεήμων Διονύσιε˙*Αναπαυσᾶ τὴν Μονὴν σὺ ἀνήγειρας* καὶ ἐν αὐτῇ θεαρέστως

ἐβίωσας,* Θεοδόξαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δέησις καὶ ὁ ῾Ιερεὺς ποιεῖ τὴν ἀπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας

ψάλλομεν:


῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…


Π άντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* Διονύσιε ἔνδοξε,*

δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ

πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Πάτερ τῶν Τρικκαίων τὸ κλέος,*

πτωχῶν ἀνεδείχθης προστάτης* καὶ τῶν Ορθοδόξων καταφύγιον.

Δ έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης

ἀνάγκης καὶ θλίψεως.

Τ ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν

σκέπην σου.

῾Ιερεὺς: Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον

καὶ σῶσον ἡμᾶς.Αμήν

Δεν υπάρχουν σχόλια: