῞Οσιος
Τύχων ὁ ̒Αγιορείτης
(23
Σεπτεμβρίου)
῞Οσιος Τύχων ὁ ̒Αγιορείτης
̒Ο ῞Οσιος Τύχων
γεννήθηκε τό 1884 στή Ρωσία. ῞Οταν ἐνηλικιώθηκε ἀφοῦ προσκύνησε διάφορα Ρωσικά
Μοναστήρια πῆγε γιά προσκύνημα στούς
̒Αγίους Τόπους κι ἀπό ἐκεί ἦλθε στό ῞Αγιον ῎Ορος. Στήν ἀρχή μόνασε στό Κελλί τοῦ
Μπουραζέρι, ἀργότερα πῆγε στά Καρούλια καί τέλος στήν περιοχή τῆς Καψάλας.
̉Εκεί ἔζησε σέ μία φτωχική καλύβη ἔχοντας ὡς μοναδικό πλούτο τή Χάρη τοῦ Θεοῦ καί
μέ τά δάκρυά του ἐπότισε τήν ἔρημο τοῦ ̒Αγίου ῎Όρους καί δίδαξε στόν ῞Άγιο
Παΐσιο τά μυστικά τῆς πνευματικῆς ζωῆς. ̒Ο ὅσιος ἔγινε γνωστός γιά τήν ἀκτημοσύνη
του, τήν μεγάλη του ταπείνωση καί τήν παιδική του απλότητα. Καθημερινό ἐργόχειρό του ἦταν ἡ ἀδιάλειπτη προσευχή καί
οἱ πνευματικές ἐμπειρίες (ὅπως ἡ συνομιλία του μέ ̉Αγγέλους κατά τή διάρκεια τῆς Θείας
Λειτουργίας κλπ.).
Πλῆθος
προσκυνητῶν ἀναπαύθηκαν στό πετραχήλι του καί ἄκουσαν τίς συμβουλές του. Στις συζητήσεις του πάντα ἀνέφερε
γιά τόν γλυκό Παράδεισο καί ἀπό τά μάτια του κυλοῦσαν δάκρυα καί δέν τοῦ ἔκανε
καρδιά νά ἀσχολεῖται μέ μάταια πράγματα.
̒Ο ῞Οσιος κοιμήθηκε στίς 23 Σεπτεμβρίου 1968.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον Τύχωνα τὸν ̒Αγιορείτην
Ποίημα τοῦ κ. Γεωργίου Θ.
Μηλίτση, διδασκάλου
Εὐλογήσαντος
τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς
ρμβ´ (142ος) καὶ εὐθὺς ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ: Θεὸς
Κύριος,... (τετράκις) καὶ
εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ
θεαρέστως ἐν τῷ ῎Αθῳ βιώσαντι,* οἱ ἐν
δεινοῖς καὶ συμφοραῖς νῦν προσπέσωμεν,* ἐν κατανύξι κράζοντες, ἐκ βάθους ψυχῆς,*
Τύχων, βοήθησον,* τοὺς σοι προστρέχοντας πίστει,* πρόφθασον καὶ λύτρωσε ἐκ
παντοίων κινδύνων,* μὴ παραβλέψῃς δέησιν οἰκτρὰν* τῶν προσφευγόντων τῇ σκέπῃ
σου, Πάντιμε.
̉ Απολυτίκιον. Ἦχος πλ. α’. Τῆς ἐρήμου...
Τῆς ῾Ρωσίας τὸν γόνον καὶ
τοῦ ῎Αθω τὸ κλέϊσμα* τῶν μοναζόντων τὴν δόξα ὡς καὶ πρότυπον ἅγιον,* Τύχωνα,
τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα βοήθειαν δαψιλῶς*
τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ
στεφανώσαντι˙* δόξα τῷ δωρουμένῳ διὰ σοῦ,
πᾶσι συγχώρησιν.
Οὐ
σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. ῾Ὺγρὰν διοδεύσας…
Προσπίπτομεν πάντες ἱκετικῶς*
πρὸς σὲ Τύχων μάκαρ,* καὶ αἰτούμεθα ταπεινῶς,* ὅπως ἡμῖν βοήθειαν παράσχης,* ἵνα
διάγωμεν βίον φιλόθεον.
̒Ικέτας ἀξίωσον ταπεινῶς,*
δεόμεθα πάντες,* Τύχων ἔνδοξε ἀθλητά,* ὅπως λιταῖς σου πρός τόν Κτίστην *
παράσχῃ ἡμῖν τὰ τέλη ἀνώδυνα.
Σωτήρα ἀνθρώπων, Τύχων
σεμνέ,* ἱκέτευε πάντες σοῦ δεόμεθα ταπεινῶς,* ὅπως ἡμῖν
παράσχῃ εἰρήνην* ὡς καὶ
βίον ἀκηλίδωτον, ῞Οσιε.
Τούς σπεύδοντας τῇ χάρῃ σου,
Μαριάμ,* μή ἐγκαταλείπεις,* ἀλλά δίδου ὑπομονήν,* πίστιν ἀκλόνητον, Παρθένε* ὡς
καί ἐλπίδαν,* Θεόνυμφε Δέσποινα.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
|
Τ |
οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,*
ἀγροὺς καὶ οἰκίας, ὅσιε Τύχων,* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμέν σε*
τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα*
καὶ καταφύγιον.
̉Ανυπόκριτον
πίστιν θαυματουργέ, ῞Αγιε,* ἀγάπην καὶ εἰρήνην παράσχου*
λιταῖς σου, ῞Οσιε,* ἵνα
δοξάζωμέν σε* τὸν συμπολίτην ἀγγέλων* καὶ πιστῶν τό καύχημα,* Τύχων μακάριε.
Προστασίαν οὐκ ἔχω παρ̉ οὐδενός, ῞Οσιε,*
διὸ σοι καταφεύγω ὁ τάλας,* Τύχων πανύμνητε,* καὶ ταπεινῶς ἐκζητῶ * τὴν σὴν βοήθειαν, πάτερ,* ἣν σὺ
παράσχου, ἔνδοξε,* τάχος ἱκέτῃ Σου.
Θεοτοκίον.
῾Ραθυμίας
ἐργάτης,* κατέστην ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω*
καὶ πόθῳ δέομαι,* σπεῦσον ταχὺ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν
Σου, ῎Αχραντε, Σὺ ἐξευμένισον.
Διάσωσον* ἀπὸ
κινδύνων, ἱκέτας σου, μάκαρ Τύχων* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ.
̉Επίβλεψον*
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,*
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις
καὶ τὸ Κάθισμα
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον·* ἐλέους πηγὴ καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* Θεοδόξαστε Τύχων, πρόφθασον˙* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πρὸς σὲ ἀπαύστως
προστρέχοντας.
ᾨδὴ δʹ.
Εἰσακήκοα, Κύριε,…
Τῶν παθῶν μου τὸν τάραχον,*
Θαυματουργέ Τύχων, τάχος εἰρήνευσον* καὶ τὸν κλείδωνα κατεύνασον* τῶν ἐμῶν
πταισμάτων, Θεοδόξαστε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι,
Τύχων πανευωδέστατε,* καὶ παράσχου ῥώσιν
ἅπασι*
τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα
πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Τύχων, ῎Αθου
σέμνωμα.
Θεοτοκίον.
Θεοτόκε πανάχραντε,* τὸν υἱὸν σου
σκέπε καὶ διαφύλαττε* καὶ τὸ στόμα μου διάνοι-ξον,* τοῦ δοξάζειν Σε
Θεοκοινώνητε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Δώρησον καμέ* ὑγιείαν
καὶ ταπείνωσιν,* πνεῦμα συνέσεως καὶ φόβον Θεοῦ*, ἵνα ὑμνῶ σὲ ἀπαύστως, Τύχων
θεσπέσιε.
῞Υπνον
ἐλαφρὸν* καὶ
ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη, Τύχων,
κοίμησον.
Πάντας
τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, πιστῶν,
Τύχων, ἡ χαρά* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
῎Αχραντε,
θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τὸν Σὸν ἱκέτην* ἀπαύστως,
Σεμνή, προστάτευσον.
ᾨδὴ στʹ. Τὴν
δέησιν ἐκχεῶ…
Θανάτου τοῦ αἰφνιδίου
ρῦσαι με* τὸν ἀνάξιον ἱκέτην λιταῖς σου* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων*
τοῦ ἀρχεκάκου ἐχθροῦ, Τύχων, μὲ λύτρωσον,* ὦ κλέος τῶν χριστιανῶν,* ἐκ τῶν παθῶν τῶν ποικίλων σύ
ῥύσαι με.
Νευρώσεις Σύ, ἀπελαύνεις, ῞Οσιε,* καὶ τὰς νόσους θεραπεύεις ταχέως* καὶ ταῖς ψυχαῖς
̉Ορθοδόξων παρέχεις,* ἀκαταπαύστως
βοήθειαν ἔνδοξε˙* Σοῦ δέομαι ὁ δυσμενής,*
τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.
Προστάτην
σε τῆς ζωῆς ἐπίσταμαι* καὶ ἀκοίμητον φρουρὸν σὲ κατέχω,* τοὺς πειρασμοὺς ἀπελαύνεις
μακρόθεν,* σὺ καὶ τὰς νόσους διώκεις ταχύτατα,* Τύχων θαυματουργέ,* τῶν ̉Ορθοδόξων φρουρὸς ὁ ἀκοίμητος.
Θεοτοκίον.
̉Ηλίου τοῦ νοητοῦ σύ, ῎Αχραντε,* ἀνεδείχθης,
Θεοτόκε, μητέρα,* ὃν καθικέτευε, κόρη, ἀπαύστως* καὶ ὑπὲρ πάντων ἡμῶν ἐξευμένισον*
δεόμεθά σου, ὦ Μαριάμ,* ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Διάσωσον*
ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Τύχων* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν*
ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Δέησις
καὶ τὸ
Κοντάκιον.
Ἦχος β´. Προστασία.
Σὺ
προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων
φωνὰς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς
δεομένων σου˙*
δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσαι ἐκ τῶν κινδύνων,* ῞Οσιε Τύχων, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου αὐτοῦ.
῾Ο
῾Ιερεύς:
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός:
Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς:
Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.
῾Ο Χορός:
Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ
κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός:
Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ
ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι
δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ
εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία
τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙
μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς
πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός:
Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,*
ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,*
ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν
με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπης
με* τῶν
μοναζόντων προστάτα* καὶ πιστῶν
τὸ στήριγμα,* ἀλλὰ
δέξαι δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ
ἔχει με,* φέρειν οὐ
δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ
κέκτημαι* οὐδὲ ποῦ
προσφύγω ὁ ἄθλιος,* πάντοθεν
πολεμούμενος* καὶ
παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον,
φωτοφόρε,* τὸ καύχημα καὶ κλέος τῶν πιστῶν* καί ὑγιείαν
παράσχου μοι,* Τύχων ἀξιάγαστε.
῾Ο
῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
῾Ο
Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο
῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο
Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
̉Τοῖς ἀτέκνοις συζύγοις* σὺ παρέχεις τέκνα, πανευωδέστατε,*
διὸ καὶ οἱ ποθοῦντες υἱοὺς καὶ θυγατέρας* σοι βοῶντες προσφεύγουσι˙* Τύχων
κλέος πιστῶν* ἡμῖν παράσχου ἀπογόνους.
̉Εκ τροχαίου
ἱκέτας* σὺ προστάτευσον, Τύχων φωστὴρ λαμπρότατε,* καὶ πᾶσι τοῖς αἰτοῦσι*
μετάνοιαν παράσχου,* ἵνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἰ.
Τοῦ
σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, λιταῖς σου ἔνδοξε,* διὸ
πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην
Χριστόν, εὐμένισον σύ Τύχων.
Θεοτοκίον.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε
Μαρία, θερμῶς δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κηρύττουσιν˙*
τό θέλημα τοῦ Σοῦ Υἱοῦ* πανάμωμε Παρθένε.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα.
Τὸν
Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε, Τύχων φωτοφόρε,* ὅπως σοῦ ἱκέτας*
μετάνοιαν παράσχῃ.
Τοὺς ̉Ορθοδόξους ἐκ τῶν χειρῶν ἀρχεκά-κου,*
καὶ ἐκ νόσων διάσωσον, Τύχων,* αἰτού-μεθα
πίστει* καὶ πόθῳ, Χριστοδρόμε.
῾Η βιοτὴ σου χαρᾶς πληροῖ ̉Ορθοδόξους* καὶ εὐφραίνει καρδίας ἁπάντων,*
Τύχων μυροβόλε,* τό κλέος τῶν ἀγγέλων.
Σὲ Θεοτόκε, τοῦ Πλαστουργοῦ τὴν
Μητέρα* ἱκετεύομεν πάντες βοῶντες* παράσχου ἱκέταις* τὴν ἄνωθεν εἰρήνην.
ᾨδὴ θʹ.
Κυρίως Θεοτόκον.
̉Αξίωσον
ἱκέτην,* Τύχων ἀθλοφόρε,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν
Θείων,* ἵνα δοξάζω σε.
̉Αγάπην
καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος
τὰ ἄλγη* λιταῖς σου ἴασον.
Σὺν τῇ Μητρὶ τοῦ Κτίστου* καὶ τῷ
Παϊσίῳ,* παμμάκαρ Τύχων, πιστοὺς διασώσατε* ἐκ τῶν χειρῶν τοῦ Βελίαρ,* πάντες
δεόμεθα.
Θεοτοκίον.
῾Ροὴν μου τῶν δακρύων* μὴ ἀποποιήσῃς,*
Θεοτόκε Παρθένε, σοῦ δέομαι* καὶ ἐκ τῆς ψυχῆς μου τὴν λύπην* τάχος διάλυσον.
Καὶ εὐθὺς
τὰ Μεγαλυνάρια
῎Αξιόν ἐστιν
ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,*
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον
τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Τὴν ῾Ελλάδα σκέπε,
θαυματουργέ,* Τύχων μυροβόλε,* σοῦ
δεόμεθα ταπεινῶς* καί ἐκ τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λιταῖς
σου* ταῖς πρὸς τὸν ῞Υψιστον.
Φύλαττε τὸ σῶμα μου, θαυμαστέ,* ἀπὸ
τοῦ καρκίνου* καὶ ἐκ νόσων παντοειδῶν,* ὡς καὶ τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν,
τρισμάκαρ,* Τύχων ἀθλοφόρε,* πιστῶν ἀγλάϊσμα.
Πᾶσαν τὴν ἐλπίδα μου, θαυμαστέ,*
πρὸς σὲ ἐπιῤῥίπτω* ὁ ἀνάξιος τοῦ Θεοῦ,* διὸ σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας*
τὰ τῆς ψυχῆς μου ἔλκη τάχος θεράπευσον.
̉Εν ῎Αθῳ ἐβίωσας εὐλαβῶς* γόνε τῆς Ρωσίας,* Τύχων ἔνδοξε
καὶ σεπτέ,* καὶ γῆν τῆς Καψάλας* διὰ πολλῶν ἀγώνων* ἡγίασας ἐσχάτως* ἔνσαρκε ῎Αγγελε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,*
Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,*
οἱ ῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα τὸ Τρισάγιον,
τὸ Πάτερ ἡμῶν…, καὶ τὸ ̉Απολυτίκιον. Ἦχος πλ. α’. Τῆς ἐρήμου...
Τῆς ῾Ρωσίας τὸν γόνον καὶ τοῦ ῎Αθω
τὸ κλέϊσμα* τῶν μοναζόντων τὴν δόξα ὡς καὶ πρότυπον ἅγιον,* Τύχωνα, τιμήσωμεν
πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα βοήθειαν δαψιλῶς* τοῖς εὐλαβῶς
κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι συγχώρησιν.
Δέησις,
̉Απόλυσις καί ὁ Χορὸς
ψάλλει:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.
Πάντων σὺ προστάτης, ἀγαθέ,* καὶ τῶν
σωτηρίαν ποθούντων,* σὺ εἶ ὁδηγὸς ἀπλανής,* ἄλλον γὰρ οὐκ ἔχομεν,* τῶν
̉Ορθοδόξων πληθύς,* πρεσβευτὴν ἀκατάβλητον* καὶ μέγαν μεσίτην,* οἱ κατατρυχόμενοι
ὑπὸ ποικίλων παθῶν,* κλέος ἀνεδείχθης καὶ δόξα,* διὸ παρὰ σοῦ Τύχων, αἰτοῦμεν*
ταῖς λιταῖς σου, μάκαρ, πρὸς τὸν Κύριον.
Δέσποινα,
πρόσδεξαι*
τὰς δεήσεις τῶν δούλων σου* καὶ
λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος
βʹ.
Τὴν
πᾶσαν ἐλπίδα μου*
εἰς σὲ ἀνατίθημι,*
Μῆτερ τοῦ Θεοῦ,*
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉
εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν.
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης
ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου