Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 15 Σεπτεμβρίου 2026

Παρακλητικός Κανών εις τον Αγιον Βησσαρίωνα Βʹ τον Θαυματουργόν και Επίσκοπον Τρίκκης . Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 

 





Αγιος Βησσαρίων Βʹ θαυματουργς.

Κτίτωρ τς Ιερᾶς Μονς Δουσίκου

κα ̉ Επίσκοπος Τρίκκης  (1540)

 

(῾Η μνήμη του ἑορτάζεται τὴν 15ῃ Σεπτεμβρίου)

 

 

 

 

 

 

 

 

Αγιος Βησσαρίων Βʹ Θαυματουργς

 

῾Ο ῞Αγιος Βησσαρίων γεννήθη­κε στὴ Μεγάλη Πύλη (Πόρτα παζάρ) Τρικάλων τὸ 1487 περί­που.

   Σὲ μικρὴ ἡλικία (10 ἐτῶν) ἐντάχθηκε στὶς τάξεις τοῦ ἱε­ροῦ κλήρου. Σὲ ἡλικία 20 - 23 ἐτῶν χειροτονήθηκε, τὸ 1510, ἐπίσκοπος Δο­με­νίκου καὶ  ̉Ελασσῶνος στὰ Τρί­καλα ἀπὸ τὸν ἀρχιεπίσκο­πο Λαρίσης Μᾶρκο.  ̉Αρ­γότερα ἔγινε ἐπί­σκοπος Σταγῶν καὶ μετὰ τὸν θάνατο τοῦ Λαρίσης Μάρ­κου τοποθετήθηκε ἀπὸ τὸν Πα­τριάρχη ῾Ιερεμία  ̉Αρχιεπί­σκοπος Λαρίσης μὲ ἕδρα τὰ Τρίκαλα.

   Στὸ διάστημα τῆς ἀρχιερατείας του στὴν ἐπι­σκοπὴ Στα­γῶν χτίστηκε ἡ ῾Ιερὰ Μονὴ Δούσικου, κοντὰ στὴν γενέτειρά του, συνέβαλε στὴν ἀναδιοργάνωση τοῦ μονα­χικοῦ βίου καὶ βοήθησε νὰ χτιστοῦν πολλὲς ῾Ιερὲς Μονὲς τῶν Με­τεώρων.  ̉Επίσης ἔκτισε γέφυρες, ὅπως τῆς Πόρτας Παναγιᾶς, τοῦ Κοράκου καὶ τῆς Σαρακίνας, οἱ ὁποῖες διευκόλυναν τὶς μετακινήσεις τοῦ ποιμνίου του.

    ῾Ο ῞Αγιος Βησσαρίων κοιμήθηκε στὶς 14 Σεπτεμβρί­ου 1535 σὲ ἡ­λικία 50 περίπου ἐτῶν. ῾Η ἁγία του κάρα, ἡ ὁποία φυ­λάσσεται ὡς πολύτιμος θησαυρὸς εἰς τὴν ῾Ιερὰ Μονὴ Δου­σίκου, ἐπιτελεῖ πολλὰ θαύματα.  

   ῾Η μνήμη του ἑορτάζεται στὶς 15 Σεπτεμβρίου.

 

 

 

Η κάρα τοῦ ῾Αγίου Βησσαρίωνος

 

 

 


 

 

Παρακλητικὸς Κανὼν

ες τὸν Αγιον Βησσαρίωνα Βʹ

τὸν Θαυματουργν καὶ ̉ Επίσκοπον Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 

Εὐλογήσαντος τοῦ ῾Ιερέως, τ Κύριε εἰσάκουσον, μεθ̉ τ Θες Κύριος (τετράκις) καὶ τὰ ἑξῆς:

 

Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Τὸν  ̉Αρχιθύτην ἀνυμνήσωμεν πάντες* τῶν  ̉Ορ­θοδόξων χορο καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ βάθους ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχο­ντας,* Βησσαρίων παμμάκαρ,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ,* σὲ γὰρ προστάτην* ἀκοίμητον ἔχο­μεν.

 

Δόξα Πατρὶ... τ ̉ Απολυτίκιον Ηχος γ ’. Θείας πίστεως...

Τρίκκης πρόμαχος καὶ πολιοῦχος* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθῃς,*  ̉Αρχιθύτα Βησσαρίων τρισμέ­γιστε,* σὺ τὴν Μονὴν τοῦ Δουσίκου ἀνήγειρας* καὶ σιτοδότης ποιμνίου σου γέγονας,* θαυματόβρυ­τε,* τὸν Λόγον Θεν ἱκέτευε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν καὶ ἀεὶ...  Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σῴ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Νʹ Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

 

δὴ α.ʹ  Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας[1]

῾Αγίαν Τριάδαν ἀπὸ παιδὸς* ἠγάπησας, μά­καρ,* Βησσαρίων θαυματουργέ,* κα γέγονας χάρι­τος ταμεῖον* καὶ τῶν ῾Αγίων ῾Απάντων ὁμόσκη­νος.

 

Γυναίων στειρώσεις ὁλοτελῶς* ταχὺ θεραπεύεις* Βησσαρίων θαυματουργέ,* διό σοι καταφεύγου­σι πόθῳ* πιστοὶ οἱ τέκνα ποθοῦντες, τρισόλβιε.

 

̉Ιάσεις παρέχεις παντοδαπάς,* σοφὲ  ̉Αρχιθύτα,* τοῖς νοσοῦσι χριστιανοῖς* καὶ τοὺς πίστει πρὸς σὲ εἰσιόντας* ἐκ τῶν χειρῶν τῶν δαιμόνων ἐξάρπασον.

 

Θεοτοκίον.

̉Ενθέρμως σέ, Μῆτερ, τοῦ Λυτρωτοῦ* ἐγὼ ὁ ἀχρεῖ­ος ἱκετεύω γονυκλινῶς* θεράπευσον τάχος τῆς ψυ­χῆς μου* καὶ σώματός μου τὰ ἕλκη, Θεόνυμφε. 

 

δὴ γʹ. Οὐρανίας ἁψῖδος…

Βησσαρίων τρισμάκαρ,* γονυκλινῶς δέομαι* ἐμὲ τὸν ἀχρεῖον ἱκέτην* τάχος διάσωσον* ἐκ τῶν χει­ρῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ χα­ρὰν παράσχου μοι,* Θεοκοινώνιτε.

 

῾Η ψυχὴ μου στενάζει* ἐκ τῶν παθῶν, ῞Αγιε,* διὸ τὰς χείρας μου αἴρω,* ὁ ἀκατάστατος,* ὧ Βησσα­ρίων σοφέ,* ποιμὴν τῆς Τρίκκης καὶ κλέος,*  ̉Ι­ησοῦν ἱκέτευε* ὑπὲρ τῶν δούλων σου.

 

Σοι προσπίπτω ἐν πίστει* ὁ μισερός, ῞Αγιε,* καὶ τὴν σὴν προστασίαν αἰτοῦμαι,* ἀξιοθαύμαστε,* δί­δου μοι ταύτην, σοφέ,* καὶ ἐξ ἐχθρῶν καὶ κινδύνων* καὶ παντοίων θλίψεων* ῥῦσαί με δέομαι. 

 

Θεοτοκίον.

Σὲ θερμῶς ἱκετεύω,* Μαριάμ, προστάτευσον* ἐμὲ τὸν ἀχρεῖον οἰκέτην* καὶ διαφύλλαξον* ἐκ τῶν πα­γίδων ἐχθροῦ* καὶ ἀρχεκάκου τυράννου* καὶ εἰρήνην δώρησε ἐμοί* τῷ πταίσαντι.

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Βησσαρί­ων,* ὅ­τι πάντες σεμνοπρεπῶς* πρός σε καταφεύγο­μεν* τὸν μέγαν προστάτην τῶν  ̉Ορθοδόξων.

 

̉Επίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν κα ἴ­α­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶ­τα Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ.

Πρεσβείαν τὴν σὴν ποθοῦμεν, ῾Ιερώτατε,* διὸ οἱ πι­στο* εἰς σὲ καταφεύγουσι* καὶ θερμῶς βοῶ­σί σε,* Βησσαρίων, φύλλαξον ἅπαντας* καὶ ἐκ κινδύ­νων λύ­τρωσαι ἡμᾶς,* τῆς Τρίκκης κλέος* δόξα καὶ καύ­χημα.  

 

δὴ δʹ. Εἰσακήκοα Κύριε…

̉Αρετῶν ἐνδιαίτημα* καὶ ῾Αγίου Πνεύματος οἰκητή­ριον* ἀνεδείχθης, τρισμακάριστε* Βησσαρίων,  ̉Ορθοδόξων στήριγμα.

 

῾Ρυπαρὸς καὶ ἀνάλγητος* ὁ ἱκέτης σου, Βησσαρί­ων, γέγονα* διὸ  κλαίων σοι  προσέρχομαι* καὶ στενά­ζων δέομαι, σῶσόν με.

 

̉Ιατρεῖον ἀνέδειξας* τὴν Μονὴν σου, Βησσαρίων πανένδοξε,* διὸ εἰς ταύτην προσφεύγομεν,* ἵνα λά­βωμεν ἰάσεις, ἔνθεε. 

 

Θεοτοκίον.

῏Ω Πανάχραντε Δέσποινα* τὸν σὸν Υἱιὸν ἀεὶ κα­θικέτευε,* ἵνα πάντες ἀπολαύσωμεν* Πα­ραδείσου κάλλη οἱ ἀνάξιοι.

 

δὴ εʹ. Φώτισον ἡμᾶς…

Νέκρωσον, σοφέ,* τῆς καρδίας μου σκιρτήματα* καὶ τοῦ νοὸς μου τὴν ἔπαρσιν ἀεὶ* σύ, Βησσαρίων,* ὁ­λοτελῶς καταπράϋνον.

 

Πύλας οὐρανῶν* ταῖς πρεσβείαις σου διάνοιξον,* θαυματουργὲ Βησσαρίων, δέομαι* τῶν  ̉Ορθοδό­ξων* χαρὰ καὶ φρουρὸς ἀκοίμητος.  

 

῾Ράθυμός εἰμι,* Βησσαρίων ἀξιάγαστε,* καὶ ἡ καρ­δία πληροῦται παθῶν,* διὸ σὺ σπεῦσον* καὶ διά­σωσον ἱκέτην σου.

 

Θεοτοκίον.

῎Ελεος αἰτῶ* καὶ εἰρήνην, Παμμακάριστε,* καὶ σὲ προβάλλω πρέσβυν πρὸς Θεόν,* ὃν ἐξευμέ­νι­σον,* Θεοτόκε  ̉Αειπάρθενε. 

 

δὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…

Σὺ δόξα Χριστιανῶν, μακάριε,* καὶ νεότητος προ­πύργιον μέγα,* τοὺς πειρασμούς, Βησσαρίων, διώ­κεις* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε.* Σοῦ δέο­μαι ἱκετικῶς* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

 

Βοῶ σὲ ἀκακαπαύστως ὁ τάλας* καὶ θερμῶς σὲ ἱ­κετεύω, θεόφρον,* θεράπευσόν μου τὰ ἔλκη τα­χέως* καὶ τῆς ψυχῆς μου τὸ σκότος διάλυσον* καὶ Κύριον τῶν οὐρανῶν,* Βησσαρίων, λιταῖς σου εὐμένισον.

 

̉Εν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι* καὶ τὸ σῶμα μου στενάζει ἐκ πόνων˙* ἡ δὲ ψυχὴ μου τετάρα­κτε, Πάτερ,* κα μαστιγεῖται ἀεὶ ἐκ τῶν τύψεων* διό, Βησσαρίων, εἰς σὲ* καταφεύγω δεόμενος, σῶσόν με. 

 

Θεοτοκίον.

Υἱόν Σου καὶ Λυτρωτήν, Πανάχραντε,* καθικέ­τευε ἀπαύστως βοῶμεν,* ἵνα ῥυσθῶμεν ταχέως ἐκ πλάνης* καὶ ἐκ κινδύνων ποικίλων καὶ θλίψεων* ὡς ἔχουσα παρ̉ Αὐτῷ* παῤῥησίαν, Πανύμνητε Δέσποι­να.

 

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Βησσαρίων,* ὅ­τι πάντες σεμνοπρεπῶς* πρὀς σὲ καταφεύγο­μεν* τὸν μέγαν προστάτην τῶν  ̉Ορθοδόξων.

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώ­πησον,* ὡς ἔ­χουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Λυτρωτὴν ἀμετάθετος˙* μὴ πα­ρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, Θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πι­στῶς κραυζόντων σοι.* Δέχου τὰς παρακλή­σεις* καὶ σπεῦσον εἰς τοὺς νοσοῦντας* τῶν  ̉Ορθοδό­ξων ὀχυ­ρόν,*  Βησσαρίων, τὸ  ἀπόρθητον.

                                    

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ. (δίς)

 

Στίχος.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Τίμιος  ἐναντίον  Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐ­τοῦ.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22)

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδι­νοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πο­λὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσα­λὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐ­τῶν, καὶ οἱ ὀ­χλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθερα­πεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐ­τοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πά­ντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μα­θητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πει­νῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίο­ντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσω­σιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσω­σιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πο­νηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ…

Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη*  τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Πόθῳ ἱκετεύω σε,* ὦ τοῦ Χριστοῦ  ̉Αρχιθύτα,* καὶ θερμῶς σοῦ δέομαι* μὴ παρίδῃς δέησιν τοῦ ἱκέ­τους σου˙* θλψις γρ χει με,* φρειν ο δναμαι* τν δαιμνων τ τοξεματα˙* σκπην ο κκτημαι,* οδ πο προσφγω θλιος,* πντοθεν πολεμομε­νος* κα παραμυθαν οκ χω πλν σου.* Τρίκκης πο­λιοῦχε,* κα πάσης τῆς ῾Ελλάδος ἀρωγὲ* τῶν  δὲ πιστῶν καταφύγιον,* Βησσαρίων ἔνδοξε.

                                    

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς δὰς τοῦ Κανόνος.

δὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…

 ̉Εραστὴς ἀνεδείχθης* προσευχῆς καὶ νηστείας καὶ ταπεινώσεως* διὸ κρήνη κατέστης* θαυμάτων, Βησσαρίων,* καὶ ταμεῖον τῆς χάριτος˙* ῏Ω  ̉Αρχιθύτα Χριστοῦ,* δοξάζομέν σε πάντες. 

 

̉Αρχιθύτα Κυρίου* σοι προσπίπτομεν πάντες καὶ ἱ­κετεύομεν* ἐκ νόσων δυσιάτων* καὶ πλάνης δια­βόλου* ῥῦσαι πάντας, μακάριε˙* ῏Ω  Βησσαρίων σο­φέ,* χαρὰ τῶν μοναζόντων.

 

Πειρασμοὺς ἀπελαύνεις,* Βησσαρίων, μονῆς Δουσί­κου θησαύρισμα* διὸ πιστῶν τὰ πλήθη* προσέρ­χονται ἀσμένως* καὶ πόθῳ κράζουσι˙* ῾Ο τῶν Πατέ­ρων ἡμῶν* Θεός, εὐλογητὸς εἶ. 

 

Θεοτοκίον.

 ̉Αρετῶν σύ ταμεῖον* ἀνεδείχθης, Μαρία Θεοχαρί­τωτε,* διό καί σέ ὑμνοῦμεν* καί πίστει προσκυνοῦ­μεν* οἱ ἀνάξιοι ᾂδοντες˙* ῾Ο τῶν Πατέρων ἡ­μῶν* Θε­ός, εὐλογητὸς εἶ. 

 

δὴ ηʹ. Τὸν Βασιλέα…

῾Υπὲρ ἁπάντων,* τὸν Λυτρωτὴν κα Σωτήραν,* Βησσαρίων, ἀπαύστως δυσώπει* καὶ δώρησον πᾶ­σι* εἰρήνην, φωτοφόρε. 

 

Σὲ ἱκετεύω* καὶ σοι προσπίπτω ὁ τάλας* ἐξαιτῶν, Βησσαρίων Θεόφρον,* τὴν σὴν  προστασίαν,*  ἣν τάχος δώρησόν με.

 

Τὰς ἀσθενείας μου* τῆς ψυχῆς ἰατρεύεις* καὶ σαρ­κὸς τὰς ὀδύνας, παμμάκαρ,* διὸ σοι προσπίπτω* ὁ τάλας, Βησσαρίων. 

 

Θεοτοκίον.

῏Ω Θεοτόκε,* εἰς σὲ καταφεύγω ὁ τάλας* καὶ αἰτοῦμαι τὴν σὴν προστασίαν,* ἣν τάχος παρά­σχου* ἐμοί τῷ τρισαθλίῳ.

 

δὴ θʹ. Κυρίως Θεοτόκον…

Συνόμιλος  ̉Αγγέλων,* μάκαρ Βησσαρίων,* καὶ πρε­σβευτὴς  ̉Ορθοδόξων σὺ γέγονας˙* διὸ  πι­στῶν αἱ χορίαι* σὲ μεγαλύνουσι.

 

Γαλήνην καὶ εἰρήνην,* σύνεσιν καὶ πίστιν,* ὑπομο­νὴν καὶ ταπείνωσιν δέομαι* σύ, Βησσαρίων σε­μνέ,* παράσχου σῷ ἱκέτῃ. 

 

 ̉Εποίμανας τὴν Τρίκκην,* μάκαρ θεαρέστως* καὶ τῶν πιστῶν ἀνεδείχθης τὸ πρότυπον,* ὦ Βησσα­ρίων σοφέ,* χαρὰ τῶν ̉Ορθοδόξων.

 

Θεοτοκίον.

῏Ω δόξα τῶν  ̉Αγγέλων,* Κεχαριτωμένη,* τῷ σῷ ἱκέ­τῃ δίδως ταπείνωσιν,* ἵνα ἁπαύστως ὑ­μνῶ,* Χρι­στὸν τὸν ζωοδότην.

 

Καὶ εὐ­θὺς τὰ Με­γα­λυ­νά­ρια.

­῎Αξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξο­τέ­ραν* ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

Φύλαττε τὰ τέκνα σου, θαυμαστέ,* ἐκ πάσης κακί­ας* καὶ ἐκ νόσων παντοειδῶν* καὶ  τὰς σκοτασθεί­σας ψυχάς, ὦ Βησσαρίων,* ἡμῶν τῶν σὲ ὑμνοῦ­ντων* τάχος σὺ φώτισον.

 

Σκέπε τὴν Μονὴν σου, Θαυματουργέ,* ἣν διὰ ἱ­δρώτων καὶ ἀγώνων πολυειδῶν* ἔπηξας ἐν Πύ­λῃ*  καὶ  ταύτην,  Βησσαρίων, νοσούντων  ἰατρεῖον,* μάκαρ, ἀνέδειξας.

 

Γέγονας, φωσφόρε, φῶς τοῦ Χριστοῦ* τὸ φωτίζον πάντας* τοὺς ποθοῦντας ἰδεῖν Χριστόν* καὶ τοῦ Παραδείσου* τὴν πύλην διαβῆναι* εἰς ὃν σὺν τοῖς  ̉Αγγέλοις* ἀγάλλῃ, ἔνδοξε.

 

Χαίροις, ὁ τῆς Πύλης θεῖος βλαστὸς* καὶ τῆς  ̉Εκ­κλησίας ὁ ἀτίμητος θησαυρός.* Χαίροις, τῶν Τρικ­καίων* ἀκοίμητος  προστάτης,* Θεόφρων  Βησσαρί­ων,* καὶ πάντων καύχημα.

 

῎Εργα εὐποιίας παντοδαπὰ* ἐν τῇ Θεσσαλίᾳ* καὶ  ̉Ηπείρῳ, θαυματουργέ,* ἐποίησας, μάκαρ,* θεό­φρων Βησσαρίων,* διὸ πιστῶν τὰ πλήθη* σὲ μεγαλύ­νουσι.

 

Πάντας τοὺς ποθοῦντας σὴν ἀρωγὴν* μὴ ἐγκατα­λείπῃς,* Βησσαρίων θαυματουργέ,* ἀλλὰ σὺ πα­ράσχου* μετάνοιαν καὶ πίστιν* καὶ δόξαν τοῦ Δε­σπότου* ἰδεῖν ἀξίωσον.    

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ Ἱερεύς: ῞Οτι Σοῦ... ὁ Χορός:  ̉Α­μήν.  

 

Εἶ­τα τ ̉̉̉Απολυτίκιον. Ηχος γ’. Θείας πίστεως.

Τρίκκης πρόμαχος καὶ πολιοῦχος* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθῃς*,*  ̉Αρχιθύτα Βησσαρίων τρισμέ­γι­στε,* σὺ τὴν Μονὴν τοῦ Δουσίκου ἀνήγειρας* καὶ σι­το­δότης ποιμνίου σου γέγονας,* θαυματόβρυ­τε,* τὸν Λό­γον Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλε­ος.

 

Δέησις καὶ  ̉Απόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν τὰ ἑξῆς:

 

Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…

Δέχου παρακλήσεις, θαυμαστέ,* δέχου ἱκεσίας, θεόφρων,* τῶν προσιόντων πιστῶς* ἄλλον γὰρ οὐκ ἔχομεν* ἁμαρτωλοὶ πρεσβευτὴν* οἱ ποθοῦντες τὸν Κύριον,* σοφὲ Βησσαρίων,* καὶ κατατρυχόμενοι ὑπὸ παντοίων παθῶν.* Δόξα  ̉Εκκλησίας καὶ κλέος* ὅθεν σοι προσπίπτομεν πόθῳ* πάντες οἱ  ̉Ορθόδοξοι, τρισόλβιε.

 

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπ τὴν σκέπην σου.

 

Ὁ Ἱ­ε­ρεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύ­ριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

 

̉Αμήν

 

 

 

 

 

 

 

 

 

                                                        

 

 

 

 

 

 

 

῾Ιερά Μονὴ Δουσίκου Τρικάλων

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγι­ε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…    

Δεν υπάρχουν σχόλια: