Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 31 Ιουλίου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΤΡΊΤΗ ΏΡΑ ΤΡΙΑΔΙΚΌΝ



Τριαδικὸν

Ἡ ἀρχίφωτος καὶ ἀπερινόητος δύναμις· ὁ τῆς μονογενοῦς καὶ ἐνυποστάτου σοφίας Πατήρ· ὁ τοῦ ζωοποιοῦ καὶ
ὁμοδυνάμου σου Πνεύματος προβολεύς·
του Θεαρχίας μιᾶς τρισυπόστατον κράτος·
Τρισήλιον κάλλος, συμφυές, ἀμήχανον καὶ ἀνέκφραστον.


Στιγμὴ πρώτη.

Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου Κύριε· ὁ μόνος κραταιὸς καὶ ἀθάνατος βασιλεύς· ὁ μόνος ἀγαθὸς καὶ
ἀκατάληπτος Κύριος· ὁ μόνος δημιουργὸς καὶ παντοκράτωρ Θεός· ὁ ἐν τῇ δρακία σου περιέχων τὰ σύμπαντα· ὁ ποιητὴς καὶ βασιλεὺς πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου.
Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου· ὁ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας· ὁ τέτρασι καιροῖς
τὸν κύκλον τοῦ ἐνιαυτοῦ στεφανώσας· ὁ αἰῶνας καὶ χρόνους καὶ μῆνας καὶ ἑβδομάδας, ἡμέρας τε καὶ ὥρας καὶ
στιγμὰς τῇ σῇ ἐξουσίᾳ ὑποστησάμενος.
Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου· ὁ κατὰ τὴν πρώτην τοῦ κόσμου κατασκευὴν στοιχειωδῶς ἐκ τοῦ χρὸς
δημιουργήσας τὸν ἄνθρωπον, τὸ σοφόν σου κτίσμα καὶ περικαλλὲς καὶ θαυμάσιον· κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν
αὐτὸν ἀναδείξας, καὶ εἰς ἀπόλαυσιν αὐτῷ πᾶσαν τὴν ὁρατὴν κτίσιν προθείς· ἵνα καὶ δι᾿ αὐτοῦ δοξάζηται τὸ μεγαλοπρεπὲς ὄνομά σου ἐπὶ τῆς γῆς· ὁ κατὰ πᾶσαν φύσιν
τῶν δημιουργημάτων σου ἀρχὰς καὶ ἐξουσίας στήσας· ὁ τὰ
πάντα ποιῶν καὶ μετασκευάζων κατὰ καιρὸν τῷ τεχνίτῃσου λόγῳ ὡς αὐτὸς ἐπίστασαι, τῷ ἀκαταλήπτῳ βάθει τῆς
σῆς διοικήσεως.


Διαδοχὴ
Ἄπειρός σου ἡ σοφία καὶ ἄρρητος·
Ἄπειρός σου ἡ δύναμις καὶ ἀνέκφραστος·
Ἄπειρός σου ἡ μεγαλωσύνη καὶ ἀνεκδιήγητος·
Ἄπειρον καὶ τὸ πέλαγος τῶν οἰκτιρμῶν σου Δέσποτα
τῶν ἁπάντων Δημιουργὲ παντοδύναμε.


Δεν υπάρχουν σχόλια: