Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 31 Ιουλίου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΤΡΊΤΗ ΏΡΑ ΕΥΧΉΝ


Εὐχὴ
·Κὑριε ἀγαθήν μοι τὴν ἡμέραν ταύτην δώρησαι καὶ ἀναμάρτητον.
· Κύριε μὴ ἐγκαταλίπῃς με ἐν τῇ βουλῇ τῶν ἐχθρῶν μου,μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ.
Κύριε ῥῦσαι με ἀπὸ τῆς ἐπικρατείας τῶν παθῶν καὶ τῆς φλογώσεως τῶν ἡδονῶν.
Κύριε δός μοι χεῖρα βοηθείας καὶ στήριξόν με εἰς τὸν φόβον σου.
Κύριε δώρησαί μοι πένθος καὶ ταπείνωσιν τῇ καρδίᾳ μου.
Κύριε δώρησαί μοι ὑπομονὴν ἐν τοῖς πειρασμοῖς καὶ διάκρισιν.
Κύριε ἐξάλειψον ἀπ᾿ ἐμοῦ τὴν ἄγνοιαν, τὴν ῥᾳθυμίαν, τὴν πώρωσιν.
Κύριε ῥῦσαι με ἀπὸ τῶν φθοροποιῶν συνδυασμῶν καὶ συγκαταθέσεων τῶν πονηρῶν λογισμῶν.
Κύριε δίωξον ἀπ᾿ ἐμοῦ τὴν λήθην, τὴν ἀναισθησίαν καὶ τὴν τοῦ νοός μου αἰχμαλωσίαν.
Κύριε σκέπασόν με ἀπὸ τοῦ πολέμου τῆς πορνείας.
Κύριε ἔνθες μοι μῖσος πρὸς τὰς ἡδονάς· καὶ δώρησαί μοι  ενάρετον διαγωγὴν καὶ βίον ἀκαταίσχυντον· καὶ κατάρτισαι τὰ διαβήματά μου πρὸς ἐργασίαν τῶν ἐντολῶν σου.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: