Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 8 Ιανουαρίου 2023
Εὐχὴ στα Τυπικά Εσπερινό.ΣΤΙ ΆΓΙΟ ΠΝΕΎΜΑ.ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.
Εἰς τὰ Τυπικὰ
Εὐχὴ
Bασιλεῦ ὑπερουράνιε, ὑπεράγιε, ὑπεράγαθε, τὸ Πνεῦμα τῆς ἀληθείας· τὸ συναμφοῖνα συνημμένον ὑπὲρ ἔννοιαν ὁμοουσιότητι τῶν θεαρχικῶν ὑποστάσεων· τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον· τὸ λαλῆσαν διὰ τῶν προφητῶν· τὸ πληρῶσαν τοὺς ἁγίους
Ἀποστόλους τοῦ παρὰ σοῦ ἁγιασμοῦ καὶ τῆς χάριτος· τὸ διανέμον πᾶσι κατ᾽ ἐξουσίαν τὰς δωρεὰς καὶ διαιροῦν ὡς
βούλει τὰ χαρίσματα· τὸ εὐωδιάζον τοῖς πιστοῖς τὴν ἐπίγνωσιν· τὸ ἐμπνέον μοι τὴν ζωὴν καὶ τὸ νοεῖν χαριζόμενον·
τὸ δωρούμενον τῇ ψυχῇ ἀνδρείαν καὶ ὑπομονὴν καὶ διάκρισιν· ἡ κρυφία καὶ ὑπὲρ νοῦν εὐειδεστάτη εὐπρέπεια· τὸ
ὅλον ἐν σεαυτῷ ὂν καὶ διὰ πάντων χωροῦν τῶν ἐπουρανίων πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων ἀγγελικῶν
δυνάμεων· τὸ τὰ ἄνω τὲ καὶ τὰ κάτω πληροῦν καὶ διιθύνον
ἅμα τὰ σύμπαντα· τὸ συνετίζον πᾶσι τὰς αἰτίας· τὸ φωτίζον πρὸς κατανόησιν πᾶν κινούμενον· τὸ παρασκευάζον τὰ
μέλλοντα ὡς τὰ παρόντα ὁρᾶν· τὸ μετὰ σαρκὸς ταῖς ψυχαῖς
κατοπτεύειν τὰ ἐν τοῖς οὐρανοῖς δωρούμενον· ἐξ οὗ πάντα
τὰ ἀγαθὰ ὡς ἐκ πηγῆς προχεῖται, ἀγαθωσύνη, σοφία, δύναμις, παράκλησις, ἀγαλλίασις, ἀνδρεία ψυχῆς.
Εὐχαριστῶ σοι ὅτι ἠξίωσάς με τὸν ἁμαρτωλὸν τὸ τῆς ἡμέρας διάστημα διελθεῖν, ἧς τὸ πέρας μοι ἄδηλον, καὶ μέ-
χρι τῆς παρούσης ὥρας ἀπροσκόπτως φθάσαι.
Διὸ πρόσδεξαί με Κύριε καὶ νῦν τὸν ἀνάξιον δοῦλον σου, προσερχόμενόν σοι καὶ δεόμενον τῆς παρὰ σοῦ βοηθείας·
καὶ τὴν διὰ μετανοίας τῶν ἐμῶν αἰσχίστων μυσαριῶν δωρησάμενός μοι κάθαρσιν, οἷς οἶδας τρόποις ἀνεξερευνήτου
βάθους σοφίας σου, τὴν ἐμὴν οἰκονόμησον σωτηρίαν· καὶτὴν ἐνοῦσαν μοι σύνοικον ἀμέλειαν καὶ ῥᾳθυμίαν, πόρρω ἀποδίωξον ἀπ᾿ ἐμοῦ.
Τοὺς πονηροὺς καὶ ἀσέμνους λογισμούς, διασκέδασον καὶ ἀφάνισον ἀπὸ τῆς καρδίας μου.
Στῆσον μου τὰς παραλόγους ὁρμὰς τῆς σαρκός.
Παῦσον μου τὰ ἐμπαθῆ κινήματα τῆς ψυχῆς.
Περίελε καὶ ἀπόρριψον ἀπὸ τῆς διανοίας μου τὰς σαθρὰς μελέτας καὶ τοὺς ματαίους περισπασμούς, καὶ δίδαξον αὐτὴν μόνοις ἐνασχολεῖσθαι τοῖς καθήκουσι πράγμασι
Συνέτισόν με λαλεῖν τὰ δέοντα καὶ ποιεῖν τὰ συμφέρον-
Ἐπίσχες· τοὺς ἐν τῷ καιρῷ τῆς προσευχῆς μου αἰχμαλωτισμοὺς τοῦ νοός μου καὶ πάσας ἀποτείχισον τὰς αὐτοῦ
ἐκτροπάς· καὶ ὁδήγησον αὐτὸν ἐν τῇ ὁδῷ σου ὅπως φέρη-ται πρὸς σὲ ἀπλανῶς, καὶ τῇ θεωρίᾳ τῆς σῆς δόξης προσ-
ανέχῃ διηνεχῶς.
Διάλυσον πάντα τὰ κατὰ τῆς ἐμῆς ζωῆς πολυμήχανα διαβούλια πάσης δολερᾶς καὶ ἀνθρωποκτόνου δυνάμεως.
Σοὶ γὰρ ἐμαυτὸν παρατίθημι καὶ σὲ ἀνυμνῶ καὶ εὐλογῶ καὶ προσκυνῶ, σὺν τῷ ἀνάρχῳ προβολεῖ σου Πατρὶ καὶ τῷ ὁμοουσίῳ καὶ συμφυεῖ σου αὐτοῦ Υἱῷ· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου