Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 8 Ιανουαρίου 2023
Εὐχὴ στα Τυπικά Εσπερινό.ΣΤΟΝ ΙΗΣΟΎ ΧΡΙΣΤΌΝ ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.
Εὐχὴ
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῦ Θεοῦ καὶ Πατρὸς μονογενὴς Υἱὸς καὶ Λόγος· ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως ποιητής· ὁ σωτὴρ καὶ κυβερνήτης τῶν ἡμετέρων ψυχῶν· ὁ τὰς ψυχικὰς ἡμῶν δυνάμεις ῥωννύων
τῇ ἐλπίδι τοῦ κρείττονος· ὁ τὰς διανοίας ἡμῶν πνοαῖς εὐωδιάζων τῶν θείων χαρίτων σου· ὁ κρατύνων τοὺς νηστεύοντας καὶ κατὰ παθῶν αὐτοῖς τὴν ἰσχὺν χαριζόμενος· ὁ πιαίνων τὴν ψυχὴν ἀγαθοειδῶς τῇ δρόσῳ τῆς σῆς θεότητος· ὁ τῷ ὕψει καὶ βάθει καὶ μήκει καὶ πλάτει τῆς ὁρατῆς καὶ ἀοράτου κτίσεως μὴ χωρούμενος· ἐν δὲ ψυχῇ καθαρᾷ τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ χωρούμενος καὶ μονὴν παρ᾽ αὐτῇ σου
ποιούμενος· ἡ ὑπὲρ φύσιν καὶ λόγον ἀλήθεια· ἡ γλυκεῖα ἐλπίς· ἡ πηγὴ πάσης βοηθείας· ἡ κραταιὰ καταφυγὴ καὶ ἀντίληψις τῶν σοὶ προσανακειμένων· τὸ μόνον ἡδὺ τῆς ἐμῆς
ψυχῆς παραμύθιον· ὁ τὰ ἐσκοτισμένα φωτίσας καὶ τὰ πεπλανημένα ὁδηγήσας· ὁ τὸν ὑπὲρ ἡμῶν διὰ τὴν ἄφατόν σε φιλανθρωπίαν καταδεξάμενος θάνατον, καθὼς αὐτὸς εὐδό-
κησας, ῥυσάμενος ἡμᾶς διὰ τοῦ τιμίου σου αἵματος τῆς
ἐξουσίας τοῦ σκότους. Αὐτὸς κράτησον τῆς χειρὸς τῆς δεξιᾶς μου καὶ ἕλκυσόν με εἰς τὴν ὁδὸν τῶν ὑπεραμώμων σου
ἐντολῶν καὶ ἴθυνόν με ἀπροσκόπτως περιπατεῖν ἐν αὐτῇ.
Γενοῦ μοι ἐν καιρῷ πολέμου βοηθὸς καὶ ἀντιλήπτωρ, καὶ περιποίησαι διὰ τοὺς οἰκτιρμούς σου τὴν ἐμὴν ἀσθένειαν.
Δέξαι μου τὰς οἰκτρὰς δεήσεις καὶ πλήρωσόν μου τὰς αἰτήσεις.
Ἀξίωσόν με πληρωτὴν γενέσθαι τοῦ θελήματός σου τοῦ ἁγίου· καὶ μὴ παραδῷς με τῇ ἐπιβουλῇ τοῦ ὄφεως, μηδὲ ταῖς ἐπιθυμίαις τοῦ σατανᾶ καταλίπῃς με, διότι σπέρμα διαφθορᾶς ἐν αὐτῷ πέφυκε.
Σὺ οὖν βασιλεῦ ἅγιε προσκυνητὲ Ἰησοῦ Χριστέ, καθεύδοντά με διαφύλαξον τῇ ἀθανάτῳ σου βουλῇ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, ᾧ ἡγίασας καὶ τοὺς μαθητάς σου, ῥυόμενός με ἐκ τῆς ἐπιβουλῆς τοῦ ἀλάστορος
δὸς δέ μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου ἐπὶ τῆς ἑσπέρας ταύτης.
Τὴν καρδίαν μου καθάρισον ἐν τῇ καθαρότητι τῶν σωτηρίων λόγων σου· τὸν νοῦν μου φώτισον ἐν τῇ τρυφῇ τῆς
θείας διδασκαλίας σου· τὴν ψυχήν μου, ἐν τῇ ἀγάπῃ τοῦ σταυροῦ σου· τὸ σῶμα μου, ἐν τῷ σῷ πάθει τοῦ ἀπαθοῦς·
τοὺς λογισμούς μου, ἐν τῇ σῇ εἰρήνῃ διαφύλαξον.
Καὶ ἀξίωσόν με ἐν παντὶ ἔργῳ ἀγαθῷ, καρποφοροῦντα καὶ συναυξανόμενον ἐν ἐπιγνώσει τῆς σῆς ἀληθείας, μετὰ
χαρᾶς καὶ εὐφροσύνης καὶ εὐχαριστίας, συναθλεῖν τῷ Εὐαγγελίῳ τῆς χάριτός σου.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων· ὅτι σὸν ἐστὶ τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ
εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου