Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 8 Ιανουαρίου 2023

Εὐχὴ στα Τυπικά Εσπερινό.ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ.

Εὐχὴ στα Τυπικά Εσπερινό.

Εσπέρας καὶ πρωὶ καὶ μεσημβρίας, αἰνοῦμεν σε, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε Κύριε· ὁ ἐν τοῖς ὑψίστοις Θεός· ὁ αὐτοϋπεράναρχος καὶ αὐτοϋπερούσιος καὶ αὐτοῦ- περαΐδιος Πατήρ· ἡ ἄναρχος καὶ ἀναίτιος ῥίζα τῶν ὑπερουσίων βλαστῶν τοῦ θεαρχικοῦ σου Υἱοῦ καὶ τοῦ ζωαρχικοῦ σου Πνεύματος· ὁ μὴ δεχόμενος τὸ πῶς ἢ τὸ ποῦ, ἀλλ᾽ ἁπλῶς καὶ ἀπεριορίστως, ὅλον ἐν σεαυτῷ τὸ εἶναι συλλήβδην συνειληφώς· ὁ ὑπερεκβλύζων ἐκ τοῦ πληρώματός σου φῶς ἀγαθόν, νοητόν, πηγαῖον· καὶ πάντα νοῦν καταλάμπων ὑπερκόσμιόν τε καὶ ἐγκόσμιον· ὁ εἰς πάντα τὰ ὄντα
διατείνων τὴν θείαν σου ἀγαθότητα, καὶ ἔτι ὑπὲρ πάντα, μήτε τῶν ἄνω φθανόντων τὴν ὑπεροχήν, μήτε τῶν κάτω
διαβαινόντων τὴν περιοχήν· ὁ ἀποφοιτῶντας* ἡμᾶς πρὸς ἑαυτὸν ἐπιστρέφων καὶ ἐνισχύων· καὶ ἀγαθύνων, καὶ φωτίζων, καὶ ἀνακαινίζων· καὶ ἀνακαλούμενος τοὺς σὲ ποθοῦντας πρὸς τὴν ὄντως ζωὴν καὶ μακαριότητα· ὁ πάντα
περιθέων ὑπερουσίως καὶ σεαυτοῦ ἀποπληρῶν· καὶ πᾶσιν ἀγαθοειδῶς ἀπονέμων τὰ οἰκεῖα, καθόσον ἡ ἑκάστου φύσις τῶν σῳζομένων ἐπιδέχεται· καὶ ἀεὶ μένων ἐφ᾽ ἑαυτοῦ
ἀνεκφοιτήτως καθ᾿ ὕψος ἀδιεξίτητον.
Εὐχαριστῶ σοι Δέσποτα ὑπεράγαθε, ὅτι ἠξίωσάς με τὸν
ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σου καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπον τῆς ἁγίας δόξης σου ἐν ἐξομολογήσει καὶ τὴν ἑσπερινήν σοι λατρείαν προσαγαγεῖν.
Εὐχαριστῶ σοι ὅτι ἐπάγεις μοι προσφόρως ἀεὶ τὰ λυσιτελῆ κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου.
Εὐχαριστῶ σοι ὅτι καὶ ἐν τοῖς ἀριστεροῖς καὶ ἐν τοῖς δεξιοῖς διασώζεις με, καὶ ἀεὶ μεθόδους παρέχεις μοι πρὸς τὴν εὕρεσιν τῆς ζωῆς.
Εὐχαριστῶ σοι ὅτι συνεργεῖς μοι φανερῶς καὶ ἀφανῶς, γνωστῶς τε καὶ ἀγνώστως, ὡς ἂν τῶν ἐπιγείων ἁπάντων ἐπιλαθόμενος, ὅλος ἑνωθῶ τῇ σῇ φωτοπαρόχῳ καὶ σωτηρίῳ μνήμῃ.
Εὐχαριστῶ σοι ἐπὶ πᾶσιν οἷς ἐποίησας καὶ ποιεῖς εἰς ἐμὲ τὸν οὐδαμινὸν καὶ ἀχρεῖον δοῦλον σου. Διὸ πανάγαθε Δέσποτα, κατεύθυνον τὴν προσευχήν μου ὡς θυμίαμα ἐνώπιόν σου, καὶ πρόσδεξαι αὐτὴν ὡς ὀσμὴν εὐωδίας εἰς τὸ νο-
ερὸν καὶ ἅγιόν σου θυσιαστήριον.
Ἰδοὺ γὰρ ἀναπετάννυμί σοι τὰ τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος ὄμματα, ἀνατείνω σοι τὸν νοῦν μετὰ τῆς καρδίας δέξαι με καὶ νῦν αἰνοῦντα καὶ εὐχαριστοῦντα καὶ εὐλογοῦντα τὴν ἄφραστον δόξαν σου· καὶ κάθαρόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ φωτὸς υἱὸν καὶ ἡμέρας φίλον με ποίησον.
Μὴ βδελύξῃ με καθ᾿ ἑκάστην σοι πταίοντα καὶ
γίζοντα. Οἶδα ὅτι πάσης κολάσεως ὑπόδικος εἰμὶ Κύριε, ὅτι πάσης ἁμαρτίας ὑπεύθυνος γέγονα. Εἰ οὖν καὶ σφόδρα σοι ἥμαρτον, ἀλλὰ τοῖς σοῖς ἀεὶ προσπίπτω οἰκτιρμοῖς· εἰ
καὶ λίαν σε παρώργισα, ἀλλὰ τῇ σῇ ἀεὶ καταφεύγω χρηστότητι.
Μὴ ὑπερίδῃς τὰς δεήσεις μου τοῦ ἁμαρτωλοῦ· ὅτι ἀκατάληπτος ἐστὶν ὁ πλοῦτος τῶν σῶν οἰκτιρμῶν.
Μὴ ἐγκαταλίπῃς με ὅτι ἐπὶ σοὶ ἐλπιοῦσιν οἱ ὀφθαλμοὶ τῆς ψυχῆς μου· ἀλλ' ὡς ἐσκέπασέ με ἡ χάρις σου μέχρι τοῦ νῦν, καὶ ἕως τέλους μὴ ἀφέλῃς αὐτὴν ἀπ᾿ ἐμοῦ.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων· ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν
καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Καὶ αὖθις ἡ Εὐχὴ αὕτη
Δέσποτα Θεὲ Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ μονογενὲς Ἰησοῦ Χριστὲ καὶ ἅγιον Πνεῦμα· μία θεότης, μία δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσον με τὸν ἀνάξιον δοῦλον σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια: